Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἀλλ᾽ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
1065
ὄρνισι φορβὴ παραλίοις γενήσεται.
πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος.
εἰ γὰρ βλέποντος μὴ ᾽δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ᾽ ἄρξομεν , κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες : οὐ γὰρ ἔσθ᾽ ὅπου
1070
λόγων γ᾽ ἀκοῦσαι ζῶν ποτ᾽ ἠθέλησ᾽ ἐμῶν.
καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
οὐ γάρ ποτ᾽ οὔτ᾽ ἂν ἐν πόλει νόμοι καλῶς
φέροιντ᾽ ἄν , ἔνθα μὴ καθεστήκῃ δέος,
1075
οὔτ᾽ ἂν στρατός γε σωφρόνως ἄρχοιτ᾽ ἔτι,
μηδὲν φόβου πρόβλημα μηδ᾽ αἰδοῦς ἔχων.
ἀλλ᾽ ἄνδρα χρή , κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ.
δέος γὰρ πρόσεστιν αἰσχύνη θ᾽ ὁμοῦ,
1080
σωτηρίαν ἔχοντα τόνδ᾽ ἐπίστασο:
ὅπου δ᾽ ὑβρίζειν δρᾶν θ᾽ βούλεται παρῇ,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.
ἀλλ᾽ ἑστάτω μοι καὶ δέος τι καίριον,
1085
καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα
οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα.
ἕρπει παραλλὰξ ταῦτα . πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής , νῦν δ᾽ ἐγὼ μέγ᾽ αὖ φρονῶ.
καί σοι προφωνῶ τόνδε μὴ θάπτειν , ὅπως
1090
μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
Χορός
Μενέλαε , μὴ γνώμας ὑποστήσας σοφὰς
εἶτ᾽ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ.
Τεῦκρος
οὐκ ἄν ποτ᾽ , ἄνδρες , ἄνδρα θαυμάσαιμ᾽ ἔτι,