Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
1034
ἆρ᾽ οὐκ Ἐρινὺς τοῦτ᾽ ἐχάλκευσεν ξίφος
1035
κἀκεῖνον Ἅιδης ,
δημιουργὸς ἄγριος;
1036
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ᾽ ἀεὶ
1037
φάσκοιμ᾽ ἂν ἀνθρώποισι μηχανᾶν θεούς:
1038
ὅτῳ δὲ μὴ τάδ᾽ ἐστὶν ἐν γνώμῃ φίλα,
1039
κεῖνός τ᾽ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.
Χορός
1040
μὴ τεῖνε μακράν ,
ἀλλ᾽ ὅπως κρύψεις τάφῳ
1041
φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα.
1042
βλέπω γὰρ ἐχθρὸν φῶτα ,
καὶ τάχ᾽ ἂν κακοῖς
1043
γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτ᾽ ἀνήρ.
Τεῦκρος
1044
τίς δ᾽ ἐστὶν ὅντιν᾽ ἄνδρα προσλεύσσεις στρατοῦ;
Χορός
1045
Μενέλαος ,
ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
Τεῦκρος
1046
ὁρῶ :
μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής.
Μενέλαος
1047
οὗτος ,
σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν
1048
μὴ συγκομίζειν ,
ἀλλ᾽ ἐᾶν ὅπως ἔχει.
Τεῦκρος
1049
τίνος χάριν τοσόνδ᾽ ἀνήλωσας λόγον;
Μενέλαος
1050
δοκοῦντ᾽ ἐμοί ,
δοκοῦντα δ᾽ ὃς κραίνει στρατοῦ.
Τεῦκρος
1051
οὔκουν ἂν εἴποις ἥντιν᾽ αἰτίαν προθείς;
Μενέλαος
1052
ὁθούνεκ᾽ αὐτὸν ἐλπίσαντες οἴκοθεν
1053
ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
1054
ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν:
1055
ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον
1056
νύκτωρ ἐπεστράτευσεν ,
ὡς ἕλοι δόρει:
1057
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
1058
ἡμεῖς μὲν ἂν τήνδ᾽ ἣν ὅδ᾽ εἴληχεν τύχην
1059
θανόντες ἂν προυκείμεθ᾽ αἰσχίστῳ μόρῳ,
1060
οὗτος δ᾽ ἂν ἔζη .
νῦν δ᾽ ἐνήλλαξεν θεὸς
1061
τὴν τοῦδ᾽ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
1062
ὧν εἵνεκ᾽ αὐτὸν οὔτις ἔστ᾽ ἀνὴρ σθένων
1063
τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ,