Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
1004
ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1005
ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
1006
ποῖ γὰρ μολεῖν μοι δυνατόν ,
εἰς ποίους βροτούς,
1007
τοῖς σοῖς ἀρήξαντ᾽ ἐν πόνοισι μηδαμοῦ;
1008
ἦ πού με Τελαμών ,
σὸς πατὴρ ἐμός θ᾽ ἅμα,
1009
δέξαιτ᾽ ἂν εὐπρόσωπος ἵλεώς τ᾽ ἴσως
1010
χωροῦντ᾽ ἄνευ σοῦ .
πῶς γὰρ οὔχ ;
ὅτῳ πάρα
1011
μηδ᾽ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
1012
οὗτος τί κρύψει ;
ποῖον οὐχ ἐρεῖ κακὸν
1013
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
1014
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1015
σέ ,
φίλτατ᾽ Αἴας ,
ἢ δόλοισιν ,
ὡς τὰ σὰ
1016
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
1017
τοιαῦτ᾽ ἀνὴρ δύσοργος ,
ἐν γήρᾳ βαρύς,
1018
ἐρεῖ ,
πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
1019
τέλος δ᾽ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
1020
δοῦλος λόγοισιν ἀντ᾽ ἐλευθέρου φανείς.
1021
τοιαῦτα μὲν κατ᾽ οἶκον :
ἐν Τροίᾳ δέ μοι
1022
πολλοὶ μὲν ἐχθροί ,
παῦρα δ᾽ ὠφελήσιμα.
1023
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
1024
οἴμοι ,
τί δράσω ;
πῶς σ᾽ ἀποσπάσω πικροῦ:
1025
τοῦδ᾽ αἰόλου κνώδοντος ,
ὦ τάλας ,
ὑφ᾽ οὗ
1026
φονέως ἄρ᾽ ἐξέπνευσας ;
εἶδες ὡς χρόνῳ
1027
ἔμελλέ σ᾽ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
1028
σκέψασθε ,
πρὸς θεῶν ,
τὴν τύχην δυοῖν βροτοῖν.
1029
Ἕκτωρ μέν ,
ᾧ δὴ τοῦδ᾽ ἐδωρήθη πάρα,
1030
ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
1031
ἐκνάπτετ᾽ αἰέν ,
ἔστ᾽ ἀπέψυξεν βίον:
1032
οὗτος δ᾽ ἐκείνου τήνδε δωρεὰν ἔχων
1033
πρὸς τοῦδ᾽ ὄλωλε θανασίμῳ πεσήματι.