Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἆρ᾽ ἠμπόληκας , ὥσπερ φάτις κρατεῖ;
Χορός
ὄλωλεν ἁνήρ , Τεῦκρε , τοῦτ᾽ ἐπίστασο.
Τεῦκρος
980
ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
Χορός
ὡς ὧδ᾽ ἐχόντων
Τεῦκρος
τάλας ἐγώ , τάλας.
Χορός
πάρα στενάζειν.
Τεῦκρος
περισπερχὲς πάθος.
Χορός
ἄγαν γε , Τεῦκρε.
Τεῦκρος
φεῦ τάλας : τί γὰρ τέκνον
τὸ τοῦδε , ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Χορός
985
μόνος παρὰ σκηναῖσιν.
Τεῦκρος
οὐχ ὅσον τάχος
δῆτ᾽ αὐτὸν ἄξεις δεῦρο , μή τις ὡς κενῆς
σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ;
ἴθ᾽ , ἐγκόνει , σύγκαμνε : τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν.
Χορός
990
καὶ μὴν ἔτι ζῶν , Τεῦκρε , τοῦδέ σοι μέλειν
ἐφίεθ᾽ ἁνὴρ κεῖνος , ὥσπερ οὖν μέλει.
Τεῦκρος
τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
ὁδός θ᾽ ὁδῶν πασῶν ἀνιάσασα δὴ
995
μάλιστα τοὐμὸν σπλάγχνον , ἣν δὴ νῦν ἔβην.
φίλτατ᾽ Αἴας , τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον διώκων κἀξιχνοσκοπούμενος.
ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
διῆλθ᾽ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
1000
ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
ὑπεστέναζον , νῦν δ᾽ ὁρῶν ἀπόλλυμαι.
οἴμοι.
ἴθ᾽ , ἐκκάλυψον , ὡς ἴδω τὸ πᾶν κακόν.