Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
853
ἀλλ᾽ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
854
ὦ Θάνατε Θάνατε ,
νῦν μ᾽ ἐπίσκεψαι μολών.
855
καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών.
856
σὲ δ᾽ ,
ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
857
καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω,
858
πανύστατον δὴ κοὔποτ᾽ αὖθις ὕστερον.
859
ὦ φέγγος ,
ὦ γῆς ἱερὸν οἰκείας πέδον
860
Σαλαμῖνος ,
ὦ πατρῷον ἑστίας βάθρον
861
κλειναί τ᾽ Ἀθῆναι καὶ τὸ σύντροφον γένος
862
κρῆναί τε ποταμοί θ᾽ οἵδε ,
καὶ τὰ Τρωϊκὰ
863
πεδία προσαυδῶ ,
χαίρετ᾽ ,
ὦ τροφῆς ἐμοί:
864
τοῦθ᾽ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ,
865
τὰ δ᾽ ἄλλ᾽ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι.
Ἡμιχόριον 1
866
πόνος πόνῳ πόνον φέρει.
867
πᾷ πᾷ
868
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
869
κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος.
870
ἰδού.
871
δοῦπον αὖ κλύω τινά.
Ἡμιχόριον 2
872
ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Ἡμιχόριον 1
873
τί οὖν δή;
Ἡμιχόριον 2
874
πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν
Ἡμιχόριον 1
875
ἔχεις οὖν;
Ἡμιχόριον 2
876
πόνου γε πλῆθος ,
κοὐδὲν εἰς ὄψιν πλέον.
Ἡμιχόριον 1
877
ἀλλ᾽ οὐδὲ μὲν δὴ τὴν ἀφ᾽ ἡλίου βολῶν
878
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
Χορός
879
τίς ἂν δῆτά μοι ,
τίς ἂν φιλοπόνων
880
ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
883
ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν
884
Βοσπορίων ποταμῶν ,
τὸν ὠμόθυμον
885
εἴ ποθι πλαζόμενον λεύσσων
886
ἀπύοι ;
σχέτλια γὰρ
887
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
888
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
890
ἀλλ᾽ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
Τέκμησσα
891
ἰώ μοί μοι.
Χορός
892
τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Τέκμησσα
893
ἰὼ τλήμων.
Χορός
894
τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895
Τέκμησσαν ,
οἴκτῳ ,
τῷδε συγκεκραμένην.
Τέκμησσα
896
ᾤχωκ᾽ ,
ὄλωλα ,
διαπεπόρθημαι ,
φίλοι.
Χορός
897
τί δ᾽ ἔστιν;
Τέκμησσα
898
Αἴας ὅδ᾽ ἡμῖν ἀρτίως νεοσφαγὴς
899
κεῖται ,
κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορός
900
ὤμοι ἐμῶν νόστων:
901
ὤμοι ,
κατέπεφνες ,
ἄναξ,
902
τόνδε συνναύταν ,
τάλας
903
ὦ ταλαίφρων γύναι:
Τέκμησσα
905
ὡς ὧδε τοῦδ᾽ ἔχοντος αἰάζειν πάρα.
Χορός
906
τίνος ποτ᾽ ἆρ᾽ ἔπραξε χειρὶ δύσμορος;
Τέκμησσα
907
αὐτὸς πρὸς αὑτοῦ ,
δῆλον :
ἐν γάρ οἱ χθονὶ
910
πηκτὸν τόδ᾽ ἔγχος περιπετὲς κατηγορεῖ.
Χορός
911
ὤμοι ἐμᾶς ἄτας ,
οἶος ἄρ᾽ αἱμάχθης ,
ἄφαρκτος φίλων:
912
ἐγὼ δ᾽ ὁ πάντα κωφός ,
ὁ πάντ᾽ ἄϊδρις ,
κατημέλησα .
πᾷ πᾷ
913
κεῖται ὁ δυστράπελος ,
δυσώνυμος Αἴας;
Τέκμησσα
915
οὔτοι θεατός :
ἀλλά νιν περιπτυχεῖ
916
φάρει καλύψω τῷδε παμπήδην ,
ἐπεὶ
917
οὐδεὶς ἄν ,
ὅστις καὶ φίλος ,
τλαίη βλέπειν
918
φυσῶντ᾽ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
920
πληγῆς μελανθὲν αἷμ᾽ ἀπ᾽ οἰκείας σφαγῆς.
921
οἴμοι ,
τί δράσω ;
τίς σε βαστάσει φίλων;
922
ποῦ Τεῦκρος ;
ὡς ἀκμαῖ᾽ ἄν ,
εἰ βαίη ,
μόλοι,
923
πεπτῶτ᾽ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
924
ὦ δύσμορ᾽ Αἴας ,
οἷος ὢν οἵως ἔχεις,
925
ὡς καὶ παρ᾽ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
Χορός
926
ἔμελλες ,
τάλας ,
ἔμελλες χρόνῳ
927
στερεόφρων ἄρ᾽ ἐξανύσσειν κακὰν
930
μοῖραν ἀπειρεσίων πόνων .
τοῖά μοι
931
πάννυχα καὶ φαέθοντ᾽ ἀνεστέναζες
932
ὠμόφρων ἐχθοδόπ᾽ Ἀτρείδαις
933
οὐλίῳ σὺν πάθει.
934
μέγας ἄρ᾽ ἦν ἐκεῖνος ἄρχων χρόνος
935
πημάτων ,
ἦμος ἀριστόχειρ
936
............
ὅπλων
ἔκειτ᾽
ἀγὼν
πέρι.
Τέκμησσα
937
ἰώ μοί μοι.
Χορός
938
χωρεῖ πρὸς ἧπαρ ,
οἶδα ,
γενναία δύη.
Τέκμησσα
939
ἰώ μοί μοι.
Χορός
940
οὐδέν σ᾽ ἀπιστῶ καὶ δὶς οἰμῶξαι ,
γύναι,
941
τοιοῦδ᾽ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
942
σοὶ μὲν δοκεῖν ταῦτ᾽ ἔστ᾽ ,
ἐμοὶ δ᾽ ἄγαν φρονεῖν.
Χορός
943
ξυναυδῶ.
Τέκμησσα
944
οἴμοι ,
τέκνον ,
πρὸς οἷα δουλείας ζυγὰ
945
χωροῦμεν ,
οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
Χορός
946
ὤμοι ,
ἀναλγήτων
947
δισσῶν ἐθρόησας ἄναυδ᾽
948
ἔργ᾽ Ἀτρειδᾶν τῷδ᾽ ἄχει.
949
ἀλλ᾽ ἀπείργοι θεός.
Τέκμησσα
950
οὐκ ἂν τάδ᾽ ἔστη τῇδε μὴ θεῶν μέτα.
Χορός
951
ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
952
τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
953
Παλλὰς φυτεύει πῆμ᾽ Ὀδυσσέως χάριν.
Χορός
955
ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
956
γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα ,
φεῦ φεῦ,
960
ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.
Τέκμησσα
961
οἱ δ᾽ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
962
τοῖς τοῦδ᾽ :
ἴσως τοι ,
κεἰ βλέποντα μὴ ᾽πόθουν,
963
θανόντ᾽ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός.
964
οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
965
ἔχοντες οὐκ ἴσασι ,
πρίν τις ἐκβάλῃ.
966
ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς,
967
αὑτῷ δὲ τερπνός :
ὧν γὰρ ἠράσθη τυχεῖν
968
ἐκτήσαθ᾽ αὑτῷ ,
θάνατον ὅνπερ ἤθελεν.
969
τί δῆτα τοῦδ᾽ ἐπεγγελῷεν ἂν κάτα;
970
θεοῖς τέθνηκεν οὗτος ,
οὐ κείνοισιν ,
οὔ.
971
πρὸς ταῦτ᾽ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
972
Αἴας γὰρ αὐτοῖς οὐκέτ᾽ ἐστίν ,
ἀλλ᾽ ἐμοὶ
973
λιπὼν ἀνίας καὶ γόους διοίχεται.
Τεῦκρος
974
ἰώ μοί μοι.
Χορός
975
σίγησον :
αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
976
βοῶντος ἄτης τῆσδ᾽ ἐπίσκοπον μέλος.
Τεῦκρος
977
ὦ φίλτατ᾽ Αἴας ,
ὦ ξύναιμον ὄμμ᾽ ἐμοί,