Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
823
οὕτω μὲν εὐσκευοῦμεν :
ἐκ δὲ τῶνδέ μοι
824
σὺ πρῶτος ,
ὦ Ζεῦ ,
καὶ γὰρ εἰκός ,
ἄρκεσον.
825
αἰτήσομαι δέ σ᾽ οὐ μακρὸν γέρας λαχεῖν.
826
πέμψον τιν᾽ ἡμῖν ἄγγελον ,
κακὴν φάτιν
827
Τεύκρῳ φέροντα ,
πρῶτος ὥς με βαστάσῃ
828
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
829
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
830
ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ᾽ ἕλωρ.
831
τοσαῦτά σ᾽ ,
ὦ Ζεῦ ,
προστρέπω ,
καλῶ δ᾽ ἅμα
832
πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι,
833
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
834
πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ.
835
καλῶ δ᾽ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
836
ἀεί θ᾽ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
837
σεμνὰς Ἐρινῦς τανύποδας ,
μαθεῖν ἐμὲ
838
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας,
839
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
840
ξυναρπάσειαν ,
ὥσπερ εἰσορῶσ᾽ ἐμὲ
841
[
αὐτοσφαγῆ
πίπτοντα ,
τὼς
αὐτοσφαγεῖς
842
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.]
843
ἴτ᾽ ,
ὦ ταχεῖαι ποίνιμοί τ᾽ Ἐρινύες,
844
γεύεσθε ,
μὴ φείδεσθε πανδήμου στρατοῦ:
845
σὺ δ᾽ ,
ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν
846
Ἥλιε ,
πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
847
ἴδῃς ,
ἐπισχὼν χρυσόνωτον ἡνίαν
848
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ᾽ ἐμὸν
849
γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ.
850
ἦ που τάλαινα ,
τήνδ᾽ ὅταν κλύῃ φάτιν,
851
ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει.
852
ἀλλ᾽ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην,