Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
793
θυραῖος εἴπερ ἐστίν ,
οὐ θαρσῶ πέρι.
Τέκμησσα
794
καὶ μὴν θυραῖος ,
ὥστε μ᾽ ὠδίνειν τί φής.
Ἄγγελος
795
ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
796
σκηνῆς ὕπαυλον μηδ᾽ ἀφιέναι μόνον.
Τέκμησσα
797
ποῦ δ᾽ ἐστὶ Τεῦκρος ,
κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
798
πάρεστ᾽ ἐκεῖνος ἄρτι :
τήνδε δ᾽ ἔξοδον
799
ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
800
οἴμοι τάλαινα ,
τοῦ ποτ᾽ ἀνθρώπων μαθών;
Ἄγγελος
801
τοῦ Θεστορείου μάντεως ,
καθ᾽ ἡμέραν
802
τὴν νῦν ,
ὅτ᾽ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
803
οἲ ᾽γώ ,
φίλοι ,
πρόστητ᾽ ἀναγκαίας τύχης,
804
καὶ σπεύσαθ᾽ ,
οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
805
οἱ δ᾽ ἑσπέρους ἀγκῶνας ,
οἱ δ᾽ ἀντηλίους
806
ζητεῖτ᾽ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
807
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
808
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
809
οἴμοι ,
τί δράσω ,
τέκνον ;
οὐχ ἱδρυτέον:
810
ἀλλ᾽ εἶμι κἀγὼ κεῖσ᾽ ὅποιπερ ἂν σθένω.
811
χωρῶμεν ,
ἐγκονῶμεν ,
οὐχ ἕδρας ἀκμὴ
812
σῴζειν θέλοντας ἄνδρα γ᾽ ὃς σπεύδῃ θανεῖν.
Χορός
813
χωρεῖν ἕτοιμος ,
κοὐ λόγῳ δείξω μόνον:
814
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ᾽ ἕψεται,
Αἴας
815
ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος
816
γένοιτ᾽ ἄν ,
εἴ τῳ καὶ λογίζεσθαι σχολή:
817
δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ
818
μάλιστα μισηθέντος ἐχθίστου θ᾽ ὁρᾶν:
819
πέπηγε δ᾽ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι,
820
σιδηροβρῶτι θηγάνῃ νεηκονής:
821
ἔπηξα δ᾽ αὐτὸν εὖ περιστείλας ἐγώ,
822
εὐνούστατον τῷδ᾽ ἀνδρὶ διὰ τάχους θανεῖν.