Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός.
μὲν γὰρ αὐτὸν ἐννέπει : τέκνον , δόρει
765
βούλου κρατεῖν μέν , σὺν θεῷ δ᾽ ἀεὶ κρατεῖν.
δ᾽ ὑψικόμπως κἀφρόνως ἠμείψατο:
πάτερ , θεοῖς μὲν κἂν μηδὲν ὢν ὁμοῦ
κράτος κατακτήσαιτ᾽ : ἐγὼ δὲ καὶ δίχα
κείνων πέποιθα τοῦτ᾽ ἐπισπάσειν κλέος.
770
τοσόνδ᾽ ἐκόμπει μῦθον . εἶτα δεύτερον
δίας Ἀθάνας , ἡνίκ᾽ ὀτρύνουσά νιν
ηὐδᾶτ᾽ ἐπ᾽ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν,
τότ᾽ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τ᾽ ἔπος:
ἄνασσα , τοῖς ἄλλοισιν Ἀργείων πέλας
775
ἵστω , καθ᾽ ἡμᾶς δ᾽ οὔποτ᾽ ἐκρήξει μάχη.
τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς
ἐκτήσατ᾽ ὀργήν , οὐ κατ᾽ ἄνθρωπον φρονῶν.
ἀλλ᾽ εἴπερ ἔστι τῇδε θἠμέρᾳ , τάχ᾽ ἂν
γενοίμεθ᾽ αὐτοῦ σὺν θεῷ σωτήριοι.
780
τοσαῦθ᾽ μάντις εἶφ᾽ : δ᾽ εὐθὺς ἐξ ἕδρας
πέμπει με σοὶ φέροντα τάσδ᾽ ἐπιστολὰς
Τεῦκρος φυλάσσειν . εἰ δ᾽ ἀπεστερήμεθα,
οὐκ ἔστιν ἁνὴρ κεῖνος , εἰ Κάλχας σοφός.
Χορός
δαΐα Τέκμησσα , δύσμορον γένος,
785
ὅρα μολοῦσα τόνδ᾽ ὁποῖ᾽ ἔπη θροεῖ:
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
τί μ᾽ αὖ τάλαιναν , ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων , ἐξ ἕδρας ἀνίστατε;
Χορός
τοῦδ᾽ εἰσάκουε τἀνδρός , ὡς ἥκει φέρων
790
Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ᾽ ἐγώ.
Τέκμησσα
οἴμοι , τί φής , ἄνθρωπε ; μῶν ὀλώλαμεν;
Ἄγγελος
οὐκ οἶδα τὴν σὴν πρᾶξιν , Αἴαντος δ᾽ ὅτι,