Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
733
ἀλλ᾽ ἡμὶν Αἴας ποῦ ᾽στιν ,
ὡς φράσω τάδε;
734
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
735
οὐκ ἔνδον ,
ἀλλὰ φροῦδος ἀρτίως ,
νέας
736
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
737
ἰοὺ ἰού:
738
βραδεῖαν ἡμᾶς ἆρ᾽ ὁ τήνδε τὴν ὁδὸν
739
πέμπων ἔπεμψεν ἢ ᾽φάνην ἐγὼ βραδύς.
Χορός
740
τί δ᾽ ἐστὶ χρείας τῆσδ᾽ ὑπεσπανισμένον;
Ἄγγελος
741
τὸν ἄνδρ᾽ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
742
μὴ ᾽ξω παρήκειν ,
πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
743
ἀλλ᾽ οἴχεταί τοι ,
πρὸς τὸ κέρδιστον τραπεὶς
744
γνώμης ,
θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
745
ταῦτ᾽ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
746
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
747
ποῖον ;
τί δ᾽ εἰδὼς τοῦδε πράγματος πάρει;
Ἄγγελος
748
τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον.
749
ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου
750
Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα,
751
εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως
752
θεὶς εἶπε κἀπέσκηψε ,
παντοίᾳ τέχνῃ
753
εἶρξαι κατ᾽ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε
754
Αἴανθ᾽ ὑπὸ σκηναῖσι μηδ᾽ ἀφέντ᾽ ἐᾶν,
755
εἰ ζῶντ᾽ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ.
756
ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ
757
δίας Ἀθάνας μῆνις ,
ὡς ἔφη λέγων.
758
τὰ γὰρ περισσὰ κἀνόνητα σώματα
759
πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις
760
ἔφασχ᾽ ὁ μάντις ,
ὅστις ἀνθρώπου φύσιν
761
βλαστὼν ἔπειτα μὴ κατ᾽ ἄνθρωπον φρονῇ.
762
κεῖνος δ᾽ ἀπ᾽ οἴκων εὐθὺς ἐξορμώμενος