Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν;
ἔγωγ᾽ : ἐπίσταμαι γὰρ ἀρτίως ὅτι
τ᾽ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ᾽ ἐχθαρτέος,
680
ὡς καὶ φιλήσων αὖθις , ἔς τε τὸν φίλον
τοσαῦθ᾽ ὑπουργῶν ὠφελεῖν βουλήσομαι,
ὡς αἰὲν οὐ μενοῦντα : τοῖς πολλοῖσι γὰρ
βροτῶν ἄπιστός ἐσθ᾽ ἑταιρείας λιμήν.
ἀλλ᾽ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει : σὺ δὲ
685
ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους , γύναι,
εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ.
ὑμεῖς δ᾽ , ἑταῖροι , ταὐτὰ τῇδέ μοι τάδε
τιμᾶτε , Τεύκρῳ τ᾽ , ἢν μόλῃ , σημήνατε
μέλειν μὲν ἡμῶν , εὐνοεῖν δ᾽ ὑμῖν ἅμα.
690
ἐγὼ γὰρ εἶμ᾽ ἐκεῖσ᾽ ὅποι πορευτέον:
ὑμεῖς δ᾽ φράζω δρᾶτε , καὶ τάχ᾽ ἄν μ᾽ ἴσως
πύθοισθε , κεἰ νῦν δυστυχῶ , σεσωσμένον.
Χορός
ἔφριξ᾽ ἔρωτι , περιχαρὴς δ᾽ ἀνεπτόμαν.
ἰὼ ἰὼ Πὰν Πάν,
695
Πὰν Πὰν ἁλίπλαγκτε , Κυλλανίας χιονοκτύπου
πετραίας ἀπὸ δειράδος φάνηθ᾽ ,
θεῶν χοροποί᾽ ἄναξ , ὅπως μοι
700
Νύσια Κνώσι᾽ ὀρχήματ᾽ αὐτοδαῆ ξυνὼν ἰάψῃς:
νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι.
Ἰκαρίων δ᾽ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων
705
Δάλιος εὔγνωστος
ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων.
Χορός
ἔλυσεν αἰνὸν ἄχος ἀπ᾽ ὀμμάτων Ἄρης.
ἰὼ ἰώ , νῦν αὖ,
νῦν , Ζεῦ , πάρα λευκὸν εὐάμερον πελάσαι φάος
710
θοᾶν ὠκυάλων νεῶν , ὅτ᾽ Αἴας
λαθίπονος πάλιν , θεῶν δ᾽ αὖ
πάνθυτα θέσμι᾽ ἐξήνυσ᾽ εὐνομίᾳ σέβων μεγίστᾳ.
πάνθ᾽ μέγας χρόνος μαραίνει,
715
κοὐδὲν ἀναύδατον φατίσαιμ᾽ ἄν , εὖτέ γ᾽ ἐξ ἀέλπτων
Αἴας μετανεγνώσθη
θυμοῦ τ᾽ Ἀτρείδαις μεγάλων τε νεικέων.
Ἄγγελος
ἄνδρες φίλοι , τὸ πρῶτον ἀγγεῖλαι θέλω:
720
Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
κρημνῶν : μέσον δὲ προσμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
μαθόντες ἀμφέστησαν , εἶτ᾽ ὀνείδεσιν
725
ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ᾽ ὃς οὔ,
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες , ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν:
ὥστ᾽ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
730
κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
λήγει δ᾽ ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.