Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
647
φύει τ᾽ ἄδηλα καὶ φανέντα κρύπτεται:
648
κοὐκ ἔστ᾽ ἄελπτον οὐδέν ,
ἀλλ᾽ ἁλίσκεται
649
χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες.
650
κἀγὼ γάρ ,
ὃς τὰ δείν᾽ ἐκαρτέρουν τότε,
651
βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα
652
πρὸς τῆσδε τῆς γυναικός :
οἰκτίρω δέ νιν
653
χήραν παρ᾽ ἐχθροῖς παῖδά τ᾽ ὀρφανὸν λιπεῖν.
654
ἀλλ᾽ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους
655
λειμῶνας ,
ὡς ἂν λύμαθ᾽ ἁγνίσας ἐμὰ
656
μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς:
657
μολών τε χῶρον ἔνθ᾽ ἂν ἀστιβῆ κίχω,
658
κρύψω τόδ᾽ ἔγχος τοὐμόν ,
ἔχθιστον βελῶν,
659
γαίας ὀρύξας ἔνθα μή τις ὄψεται:
660
ἀλλ᾽ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω.
661
ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτ᾽ ἐδεξάμην
662
παρ᾽ Ἕκτορος δώρημα δυσμενεστάτου,
663
οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα.
664
ἀλλ᾽ ἔστ᾽ ἀληθὴς ἡ βροτῶν παροιμία,
665
ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.
666
τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς
667
εἴκειν ,
μαθησόμεσθα δ᾽ Ἀτρείδας σέβειν.
668
ἄρχοντές εἰσιν ,
ὥσθ᾽ ὑπεικτέον .
τί μήν;
669
καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα
670
ἕτοιμ᾽ ὑπείκει :
τοῦτο μὲν νιφοστιβεῖς
671
χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει:
672
ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος
673
τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν:
674
δεινῶν τ᾽ ἄημα πνευμάτων ἐκοίμισε
675
στένοντα πόντον :
ἐν δ᾽ ὁ παγκρατὴς ὕπνος
676
λύει πεδήσας ,
οὐδ᾽ ἀεὶ λαβὼν ἔχει.