Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
571
[
μέχρις
οὗ
μυχοὺς
κίχωσι
τοῦ
κάτω
θεοῦ],
572
καὶ τἀμὰ τεύχη μήτ᾽ ἀγωνάρχαι τινὲς
573
θήσουσ᾽ Ἀχαιοῖς μήθ᾽ ὁ λυμεὼν ἐμός.
574
ἀλλ᾽ αὐτό μοι σύ ,
παῖ ,
λαβὼν ἐπώνυμον,
575
Εὐρύσακες ,
ἴσχε διὰ πολυρράφου στρέφων
576
πόρπακος ,
ἑπτάβοιον ἄρρηκτον σάκος:
577
τὰ δ᾽ ἄλλα τεύχη κοίν᾽ ἐμοὶ τεθάψεται.
578
ἀλλ᾽ ὡς τάχος τὸν παῖδα τόνδ᾽ ἤδη δέχου
579
καὶ δῶμα πάκτου ,
μηδ᾽ ἐπισκήνους γόους
580
δάκρυε :
κάρτα τοι φιλοίκτιστον γυνή.
581
πύκαζε θᾶσσον :
οὐ πρὸς ἰατροῦ σοφοῦ
582
θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
Χορός
583
δέδοικ᾽ ἀκούων τήνδε τὴν προθυμίαν:
584
οὐ γάρ μ᾽ ἀρέσκει γλῶσσά σου τεθηγμένη.
Τέκμησσα
585
ὦ δέσποτ᾽ Αἴας ,
τί ποτε δρασείεις φρενί;
Αἴας
586
μὴ κρῖνε ,
μὴ ᾽ξέταζε :
σωφρονεῖν καλόν.
Τέκμησσα
587
οἴμ᾽ ὡς ἀθυμῶ :
καί σε πρὸς τοῦ σοῦ τέκνου
588
καὶ θεῶν ἱκνοῦμαι ,
μὴ προδοὺς ἡμᾶς γένῃ.
Αἴας
589
ἄγαν γε λυπεῖς :
οὐ κάτοισθ᾽ ἐγὼ θεοῖς
590
ὡς οὐδὲν ἀρκεῖν εἴμ᾽ ὀφειλέτης ἔτι;
Τέκμησσα
591
εὔφημα φώνει.
Αἴας
591a
τοῖς ἀκούουσιν λέγε.
Τέκμησσα
592
σὺ δ᾽ οὐχὶ πείσει;
Αἴας
592a
πόλλ᾽ ἄγαν ἤδη θροεῖς.
Τέκμησσα
593
ταρβῶ γάρ ,
ὦναξ.
Αἴας
593a
οὐ ξυνέρξεθ᾽ ὡς τάχος;
Τέκμησσα
594
πρὸς θεῶν ,
μαλάσσου.
Αἴας
594a
μῶρά μοι δοκεῖς φρονεῖν,
595
εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς.
Χορός
596
ὦ κλεινὰ Σαλαμίς ,
σὺ μέν που
597
ναίεις ἁλίπλακτος ,
εὐδαίμων,
598
πᾶσιν περίφαντος ἀεί:
600
ἐγὼ δ᾽ ὁ τλάμων παλαιὸς ἀφ᾽ οὗ χρόνος
601
Ἰδαῖα μίμνων λειμώνι᾽ ἔπαυλα μηνῶν
602
ἀνήριθμος αἰὲν εὐνῶμαι
605
χρόνῳ τρυχόμενος,
606
κακὰν ἐλπίδ᾽ ἔχων
607
ἔτι μέ ποτ᾽ ἀνύσειν
608
τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν.
Χορός
609
καί μοι δυσθεράπευτος Αἴας
610
ξύνεστιν ἔφεδρος ,
ὤμοι μοι,
611
θείᾳ μανίᾳ ξύναυλος:
612
ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ
613
κρατοῦντ᾽ ἐν Ἄρει :
νῦν δ᾽ αὖ φρενὸς οἰοβώτας
615
φίλοις μέγα πένθος ηὕρηται.
616
τὰ πρὶν δ᾽ ἔργα χεροῖν
617
μεγίστας ἀρετᾶς
620
ἄφιλα παρ᾽ ἀφίλοις
621
ἔπεσ᾽ ἔπεσε μελέοις Ἀτρείδαις.
Χορός
622
ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ,
625
λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα
626
φρενομόρως ἀκούσῃ,
627
αἴλινον αἴλινον
628
οὐδ᾽ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς
630
ἥσει δύσμορος ,
ἀλλ᾽ ὀξυτόνους μὲν ᾠδὰς
631
θρηνήσει ,
χερόπλακτοι δ᾽
632
ἐν στέρνοισι πεσοῦνται
633
δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας.
Χορός
635
κρείσσων παρ᾽ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν,
636
ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος
637
πολυπόνων Ἀχαιῶν,
638
οὐκέτι συντρόφοις
640
ὀργαῖς ἔμπεδος ,
ἀλλ᾽ ἐκτὸς ὁμιλεῖ.
641
ὦ τλᾶμον πάτερ ,
οἵαν σε μένει πυθέσθαι
642
παιδὸς δύσφορον ἄταν,
643
ἃν οὔπω τις ἔθρεψεν
645
αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε.
Αἴας
646
ἅπανθ᾽ ὁ μακρὸς κἀναρίθμητος χρόνος