Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
ἄγ᾽ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αἴας
ἕρποντι φωνεῖς λελειμμένῳ λόγων;
Τέκμησσα
καὶ δὴ κομίζει προσπόλων ὅδ᾽ ἐγγύθεν.
Αἴας
545
αἶρ᾽ αὐτόν , αἶρε δεῦρο : ταρβήσει γὰρ οὒ
νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον,
εἴπερ δικαίως ἔστ᾽ ἐμὸς τὰ πατρόθεν.
ἀλλ᾽ αὐτίκ᾽ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
550
παῖ , γένοιο πατρὸς εὐτυχέστερος,
τὰ δ᾽ ἄλλ᾽ ὅμοιος : καὶ γένοι᾽ ἂν οὐ κακός.
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
ὁθούνεκ᾽ οὐδὲν τῶνδ᾽ ἐπαισθάνει κακῶν:
ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος,
τὸ μὴ φρονεῖν γὰρ κάρτ᾽ ἀνώδυνον κακόν
555
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
ὅταν δ᾽ ἵκῃ πρὸς τοῦτο , δεῖ σ᾽ ὅπως πατρὸς
δείξεις ἐν ἐχθροῖς , οἷος ἐξ οἵου ᾽τράφης.
τέως δὲ κούφοις πνεύμασιν βόσκου , νέαν
ψυχὴν ἀτάλλων , μητρὶ τῇδε χαρμονήν.
560
οὔτοι σ᾽ Ἀχαιῶν , οἶδα , μή τις ὑβρίσῃ
στυγναῖσι λώβαις , οὐδὲ χωρὶς ὄντ᾽ ἐμοῦ.
τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι
λείψω τροφῆ τ᾽ ἄοκνον ἔμπα , κεἰ τανῦν
τηλωπὸς οἰχνεῖ , δυσμενῶν θήραν ἔχων.
565
ἀλλ᾽ , ἄνδρες ἀσπιστῆρες , ἐνάλιος λεώς,
ὑμῖν τε κοινὴν τήνδ᾽ ἐπισκήπτω χάριν,
κείνῳ τ᾽ ἐμὴν ἀγγείλατ᾽ ἐντολήν , ὅπως
τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων
Τελαμῶνι δείξει μητρί τ᾽ , Ἐριβοίᾳ λέγω,
570
ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί,