Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
512
ὑπ᾽ ὀρφανιστῶν μὴ φίλων ,
ὅσον κακὸν
513
κείνῳ τε κἀμοὶ τοῦθ᾽ ,
ὅταν θάνῃς ,
νεμεῖς.
514
ἐμοὶ γὰρ οὐκέτ᾽ ἔστιν εἰς ὅ τι βλέπω
515
πλὴν σοῦ .
σὺ γάρ μοι πατρίδ᾽ ᾔστωσας δόρει,
516
καὶ μητέρ᾽ ἄλλη μοῖρα τὸν φύσαντά τε
517
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.
518
τίς δῆτ᾽ ἐμοὶ γένοιτ᾽ ἂν ἀντὶ σοῦ πατρίς;
519
τίς πλοῦτος ;
ἐν σοὶ πᾶσ᾽ ἔγωγε σῴζομαι.
520
ἀλλ᾽ ἴσχε κἀμοῦ μνῆστιν :
ἀνδρί τοι χρεὼν
521
μνήμην προσεῖναι ,
τερπνὸν εἴ τί που πάθοι.
522
χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσ᾽ ἀεί:
523
ὅτου δ᾽ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
524
οὐκ ἂν γένοιτ᾽ ἔθ᾽ οὗτος εὐγενὴς ἀνήρ.
Χορός
525
Αἴας ,
ἔχειν σ᾽ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
526
θέλοιμ᾽ ἄν :
αἰνοίης γὰρ ἂν τὰ τῆσδ᾽ ἔπη.
Αἴας
527
καὶ κάρτ᾽ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
528
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
529
ἀλλ᾽ ὦ φίλ᾽ Αἴας ,
πάντ᾽ ἔγωγε πείσομαι.
Αἴας
530
κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν ,
ὡς ἴδω.
Τέκμησσα
531
καὶ μὴν φόβοισί γ᾽ αὐτὸν ἐξελυσάμην.
Αἴας
532
ἐν τοῖσδε τοῖς κακοῖσιν ;
ἢ τί μοι λέγεις;
Τέκμησσα
533
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
534
πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
535
ἀλλ᾽ οὖν ἐγὼ ᾽φύλαξα τοῦτό γ᾽ ἀρκέσαι.
Αἴας
536
ἐπῄνεσ᾽ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
537
τί δῆτ᾽ ἂν ὡς ἐκ τῶνδ᾽ ἂν ὠφελοῖμί σε;
Αἴας
538
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ᾽ ἰδεῖν.
Τέκμησσα
539
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αἴας
540
τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
Τέκμησσα
541
ὦ παῖ ,
πατὴρ καλεῖ σε .
δεῦρο προσπόλων