Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
482
Αἴας ,
ἔλεξας ,
ἀλλὰ τῆς σαυτοῦ φρενός:
483
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
484
γνώμης κρατῆσαι ,
τάσδε φροντίδας μεθείς.
Τέκμησσα
485
ὦ δέσποτ᾽ Αἴας ,
τῆς ἀναγκαίας τύχης
486
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
487
ἐγὼ δ᾽ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
488
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν:
489
νῦν δ᾽ εἰμὶ δούλη :
θεοῖς γὰρ ὧδ᾽ ἔδοξέ που
490
καὶ σῇ μάλιστα χειρί .
τοιγαροῦν ,
ἐπεὶ
491
τὸ σὸν λέχος ξυνῆλθον ,
εὖ φρονῶ τὰ σά,
492
καί σ᾽ ἀντιάζω πρός τ᾽ ἐφεστίου Διὸς
493
εὐνῆς τε τῆς σῆς ,
ᾗ συνηλλάχθης ἐμοί,
494
μή μ᾽ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
495
τῶν σῶν ὑπ᾽ ἐχθρῶν ,
χειρίαν ἐφείς τινι.
496
ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,
497
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ᾽ ἡμέρᾳ
498
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
499
ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
500
καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ
501
λόγοις ἰάπτων :
ἴδετε τὴν ὁμευνέτιν
502
Αἴαντος ,
ὃς μέγιστον ἴσχυσεν στρατοῦ,
503
οἵας λατρείας ἀνθ᾽ ὅσου ζήλου τρέφει.
504
τοιαῦτ᾽ ἐρεῖ τις :
κἀμὲ μὲν δαίμων ἐλᾷ,
505
σοὶ δ᾽ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
506
ἀλλ᾽ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
507
γήρᾳ προλείπων ,
αἴδεσαι δὲ μητέρα
508
πολλῶν ἐτῶν κληροῦχον ,
ἥ σε πολλάκις
509
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν:
510
οἴκτιρε δ᾽ ,
ὦναξ ,
παῖδα τὸν σόν ,
εἰ νέας
511
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος