Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
452
ἔσφηλεν ,
ἐμβαλοῦσα λυσσώδη νόσον,
453
ὥστ᾽ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς:
454
κεῖνοι δ᾽ ἐπεγγελῶσιν ἐκπεφευγότες,
455
ἐμοῦ μὲν οὐχ ἑκόντος :
εἰ δέ τις θεῶν
456
βλάπτοι ,
φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα.
457
καὶ νῦν τί χρὴ δρᾶν ;
ὅστις ἐμφανῶς θεοῖς
458
ἐχθαίρομαι ,
μισεῖ δέ μ᾽ Ἑλλήνων στρατός,
459
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
460
πότερα πρὸς οἴκους ,
ναυλόχους λιπὼν ἕδρας
461
μόνους τ᾽ Ἀτρείδας ,
πέλαγος Αἰγαῖον περῶ;
462
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
463
Τελαμῶνι ;
πῶς με τλήσεταί ποτ᾽ εἰσιδεῖν
464
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
465
ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
466
οὐκ ἔστι τοὔργον τλητόν .
ἀλλὰ δῆτ᾽ ἰὼν
467
πρὸς ἔρυμα Τρώων ,
ξυμπεσὼν μόνος μόνοις
468
καὶ δρῶν τι χρηστόν ,
εἶτα λοίσθιον θάνω;
469
ἀλλ᾽ ὧδέ γ᾽ Ἀτρείδας ἂν εὐφράναιμί που.
470
οὐκ ἔστι ταῦτα .
πεῖρά τις ζητητέα
471
τοιάδ᾽ ἀφ᾽ ἧς γέροντι δηλώσω πατρὶ
472
μή τοι φύσιν γ᾽ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
473
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
474
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
475
τί γὰρ παρ᾽ ἦμαρ ἡμέρα τέρπειν ἔχει
476
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
477
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν
478
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται:
479
ἀλλ᾽ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
480
τὸν εὐγενῆ χρή .
πάντ᾽ ἀκήκοας λόγον.
Χορός
481
οὐδεὶς ἐρεῖ ποθ᾽ ὡς ὑπόβλητον λόγον,