Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
340
ὤμοι τάλαιν᾽ :
Εὐρύσακες ,
ἀμφὶ σοὶ βοᾷ.
341
τί ποτε μενοινᾷ ;
ποῦ ποτ᾽ εἶ ;
τάλαιν᾽ ἐγώ.
Αἴας
342
Τεῦκρον καλῶ .
ποῦ Τεῦκρος ;
ἢ τὸν εἰσαεὶ
343
λεηλατήσει χρόνον ,
ἐγὼ δ᾽ ἀπόλλυμαι;
Χορός
344
ἁνὴρ φρονεῖν ἔοικεν .
ἀλλ᾽ ἀνοίγετε.
345
τάχ᾽ ἄν τιν᾽ αἰδῶ κἀπ᾽ ἐμοὶ βλέψας λάβοι.
Τέκμησσα
346
ἰδού ,
διοίγω :
προσβλέπειν δ᾽ ἔξεστί σοι
347
τὰ τοῦδε πράγη ,
καὐτὸς ὡς ἔχων κυρεῖ.
Αἴας
348
ἰὼ
349
φίλοι ναυβάται ,
μόνοι ἐμῶν φίλων,
350
μόνοι ἔτ᾽ ἐμμένοντες ὀρθῷ νόμῳ,
351
ἴδεσθέ μ᾽ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
352
ἀμφίδρομον κυκλεῖται.
Χορός
353
οἴμ᾽ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.
355
δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει.
Αἴας
356
ἰὼ
357
γένος ναΐας ἀρωγὸν τέχνας,
358
ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,
360
σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντ᾽:
361
ἀλλά με συνδάϊξον.
Χορός
362
εὔφημα φώνει :
μὴ κακὸν κακῷ διδοὺς
363
ἄκος ,
πλέον τὸ πῆμα τῆς ἄτης τίθει.
Αἴας
364
ὁρᾷς τὸν θρασύν ,
τὸν εὐκάρδιον,
365
τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,
366
ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
367
ὤμοι γέλωτος ,
οἷον ὑβρίσθην ἄρα.
Τέκμησσα
368
μή ,
δέσποτ᾽ Αἴας ,
λίσσομαί σ᾽ ,
αὔδα τάδε.
Αἴας
369
οὐκ ἐκτός ;
οὐκ ἄψορρον ἐκνεμεῖ πόδα;
370
αἰαῖ αἰαῖ.
Χορός
371
ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.
Αἴας
372
ὦ δύσμορος ,
ὃς χερὶ μὲν
373
μεθῆκα τοὺς ἀλάστορας ,
ἐν δ᾽ ἑλίκεσσι
375
βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
376
ἐρεμνὸν αἷμ᾽ ἔδευσα.
Χορός
377
τί δῆτ᾽ ἂν ἀλγοίης ἐπ᾽ ἐξειργασμένοις;
378
οὐ γὰρ γένοιτ᾽ ἂν ταῦθ᾽ ὅπως οὐχ ὧδ᾽ ἔχειν.
Αἴας
379
ἰὼ πάνθ᾽ ὁρῶν ἁπάντων τ᾽ ἀεὶ
380
κακῶν ὄργανον ,
τέκνον Λαρτίου,
381
κακοπινέστατόν τ᾽ ἄλημα στρατοῦ,
382
ἦ που πολὺν γέλωθ᾽ ὑφ᾽ ἡδονῆς ἄγεις.
Χορός
383
ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Αἴας
384
ἴδοιμι μήν νιν ,
καίπερ ὧδ᾽ ἀτώμενος.
385
ἰώ μοί μοι.
Χορός
386
μηδὲν μέγ᾽ εἴπῃς :
οὐχ ὁρᾷς ἵν᾽ εἶ κακοῦ;
Αἴας
387
ὦ Ζεῦ ,
προγόνων προπάτωρ,
388
πῶς ἂν τὸν αἱμυλώτατον ,
ἐχθρὸν ἄλημα,
390
τούς τε δισσάρχας ὀλέσσας βασιλῆς
391
τέλος θάνοιμι καὐτός;
Τέκμησσα
392
ὅταν κατεύχῃ ταῦθ᾽ ,
ὁμοῦ κἀμοὶ θανεῖν
393
εὔχου :
τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος;
Αἴας
394
ἰὼ
395
σκότος ,
ἐμὸν φάος,
396
ἔρεβος ὦ φαεννότατον ,
ὡς ἐμοί,
397
ἕλεσθ᾽ ἕλεσθέ μ᾽ οἰκήτορα,
398
ἕλεσθέ μ᾽ :
οὔτε γὰρ θεῶν γένος οὔθ᾽ ἁμερίων
400
ἔτ᾽ ἄξιος βλέπειν τιν᾽ εἰς ὄνασιν ἀνθρώπων.
401
ἀλλά μ᾽ ἁ Διὸς
402
ἀλκίμα θεὸς
403
ὀλέθρι᾽ αἰκίζει.
404
ποῖ τις οὖν φύγῃ;
405
ποῖ μολὼν μενῶ;
405
εἰ τὰ μὲν φθίνει ,
φίλοι ,
τοιοῖσδ᾽
406
ὁμοῦ πέλας ,
μώραις δ᾽ ἄγραις προσκείμεθα,
407
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
408
χειρὶ φονεύοι.
Τέκμησσα
410
ὦ δυστάλαινα ,
τοιάδ᾽ ἄνδρα χρήσιμον
411
φωνεῖν ,
ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ᾽ ἄν.
Αἴας
412
ἰὼ
413
πόροι ἁλίρροθοι
414
πάραλά τ᾽ ἄντρα καὶ νέμος ἐπάκτιον,
415
πολὺν πολύν με δαρόν τε δὴ
415
κατείχετ᾽ ἀμφὶ Τροίαν χρόνον :
ἀλλ᾽ οὐκέτι μ᾽ ,
οὐκ
416
ἔτ᾽ ἀμπνοὰς ἔχοντα :
τοῦτό τις φρονῶν ἴστω.
417
ὦ Σκαμάνδριοι
418
γείτονες ῥοαί,
420
εὔφρονες Ἀργείοις,
421
οὐκέτ᾽ ἄνδρα μὴ
422
τόνδ᾽ ἴδητ᾽ ,
ἔπος
423
ἐξερῶ μέγ᾽ ,
οἷον οὔτινα
425
Τροία στρατοῦ δέρχθη χθονὸς μολόντ᾽ ἀπὸ
426
Ἑλλανίδος :
τανῦν δ᾽ ἄτιμος
427
ὧδε πρόκειμαι.
Χορός
428
οὔτοι σ᾽ ἀπείργειν οὐδ᾽ ὅπως ἐῶ λέγειν
429
ἔχω ,
κακοῖς τοιοῖσδε συμπεπτωκότα.
Αἴας
430
αἰαῖ :
τίς ἄν ποτ᾽ ᾤεθ᾽ ὧδ᾽ ἐπώνυμον
431
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
432
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
433
καὶ τρίς :
τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω:
434
ὅτου πατὴρ μὲν τῆσδ᾽ ἀπ᾽ Ἰδαίας χθονὸς
435
τὰ πρῶτα καλλιστεῖ᾽ ἀριστεύσας στρατοῦ
436
πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων:
437
ἐγὼ δ᾽ ὁ κείνου παῖς ,
τὸν αὐτὸν ἐς τόπον
438
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει
439
οὐδ᾽ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
440
ἄτιμος Ἀργείοισιν ὧδ᾽ ἀπόλλυμαι.
441
καίτοι τοσοῦτόν γ᾽ ἐξεπίστασθαι δοκῶ:
442
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
443
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
444
οὐκ ἄν τις αὔτ᾽ ἔμαρψεν ἄλλος ἀντ᾽ ἐμοῦ.
445
νῦν δ᾽ αὔτ᾽ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
446
ἔπραξαν ,
ἀνδρὸς τοῦδ᾽ ἀπώσαντες κράτη.
447
κεἰ μὴ τόδ᾽ ὄμμα καὶ φρένες διάστροφοι
448
γνώμης ἀπῇξαν τῆς ἐμῆς ,
οὐκ ἄν ποτε
449
δίκην κατ᾽ ἄλλου φωτὸς ὧδ᾽ ἐψήφισαν.
450
νῦν δ᾽ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
451
ἤδη μ᾽ ἐπ᾽ αὐτοῖς χεῖρ᾽ ἐπεντύνοντ᾽ ἐμὴν