Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
310
κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί.
καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον:
ἔπειτ᾽ ἐμοὶ τὰ δείν᾽ ἐπηπείλησ᾽ ἔπη,
εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος,
κἀνήρετ᾽ ἐν τῷ πράγματος κυροῖ ποτέ.
315
κἀγώ , φίλοι , δείσασα τοὐξειργασμένον
ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην.
δ᾽ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς,
ἃς οὔποτ᾽ αὐτοῦ πρόσθεν εἰσήκουσ᾽ ἐγώ:
πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους
320
τοιούσδ᾽ ἀεί ποτ᾽ ἀνδρὸς ἐξηγεῖτ᾽ ἔχειν:
ἀλλ᾽ ἀψόφητος ὀξέων κωκυμάτων
ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος.
νῦν δ᾽ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ
ἄσιτος ἁνήρ , ἄποτος , ἐν μέσοις βοτοῖς
325
σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών:
καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν.
τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται.
ἀλλ᾽ , φίλοι , τούτων γὰρ οὕνεκ᾽ ἐστάλην,
ἀρήξατ᾽ εἰσελθόντες , εἰ δύνασθέ τι:
330
φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις.
Χορός
Τέκμησσα , δεινά , παῖ Τελεύταντος , λέγεις
ἡμῖν , τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς.
Αἴας
ἰώ μοί μοι.
Τέκμησσα
τάχ᾽ , ὡς ἔοικε , μᾶλλον : οὐκ ἠκούσατε
335
Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν;
Αἴας
ἰώ μοί μοι.
Χορός
ἁνὴρ ἔοικεν νοσεῖν τοῖς πάλαι
νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών.
Αἴας
ἰὼ παῖ παῖ.