Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
280
μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
Τέκμησσα
281
ὡς ὧδ᾽ ἐχόντων τῶνδ᾽ ἐπίστασθαί σε χρή.
Χορός
282
τίς γάρ ποτ᾽ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
283
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.
Τέκμησσα
284
ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν.
285
κεῖνος γὰρ ἄκρας νυκτός ,
ἡνίχ᾽ ἕσπεροι
286
λαμπτῆρες οὐκέτ᾽ ᾖθον ,
ἄμφηκες λαβὼν
287
ἐμαίετ᾽ ἔγχος ἐξόδους ἕρπειν κενάς.
288
κἀγὼ ᾽πιπλήσσω καὶ λέγω :
τί χρῆμα δρᾷς,
289
Αἴας ;
τί τήνδ᾽ ἄκλητος οὔθ᾽ ὑπ᾽ ἀγγέλων
290
κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων
291
σάλπιγγος ;
ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός.
292
ὁ δ᾽ εἶπε πρός με βαί᾽ ,
ἀεὶ δ᾽ ὑμνούμενα:
293
γύναι ,
γυναιξὶ κόσμον ἡ σιγὴ φέρει.
294
κἀγὼ μαθοῦσ᾽ ἔληξ᾽ ,
ὁ δ᾽ ἐσσύθη μόνος.
295
καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας:
296
ἔσω δ᾽ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ
297
ταύρους ,
κύνας βοτῆρας ,
εὔερόν τ᾽ ἄγραν.
298
καὶ τοὺς μὲν ηὐχένιζε ,
τοὺς δ᾽ ἄνω τρέπων
299
ἔσφαζε κἀρράχιζε ,
τοὺς δὲ δεσμίους
300
ᾐκίζεθ᾽ ὥστε φῶτας ἐν ποίμναις πίτνων.
301
τέλος δ᾽ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι
302
λόγους ἀνέσπα ,
τοὺς μὲν Ἀτρειδῶν κάτα,
303
τοὺς δ᾽ ἀμφ᾽ Ὀδυσσεῖ ,
συντιθεὶς γέλων πολύν,
304
ὅσην κατ᾽ αὐτῶν ὕβριν ἐκτίσαιτ᾽ ἰών:
305
κἄπειτ᾽ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν,
306
ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται,
307
καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος,
308
παίσας κάρα ᾽θώϋξεν :
ἐν δ᾽ ἐρειπίοις
309
νεκρῶν ἐρειφθεὶς ἕζετ᾽ ἀρνείου φόνου,