Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
121
ἐγὼ μὲν οὐδέν᾽ οἶδ᾽ :
ἐποικτίρω δέ νιν
122
δύστηνον ἔμπας ,
καίπερ ὄντα δυσμενῆ,
123
ὁθούνεκ᾽ ἄτῃ συγκατέζευκται κακῇ,
124
οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν:
125
ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν
126
εἴδωλ᾽ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν.
Ἀθήνα
127
τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον
128
μηδέν ποτ᾽ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος,
129
μηδ᾽ ὄγκον ἄρῃ μηδέν᾽ ,
εἴ τινος πλέον
130
ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει.
131
ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν
132
ἅπαντα τἀνθρώπεια :
τοὺς δὲ σώφρονας
133
θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
Χορός
134
Τελαμώνιε παῖ ,
τῆς ἀμφιρύτου
135
Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου,
136
σὲ μὲν εὖ πράσσοντ᾽ ἐπιχαίρω:
137
σὲ δ᾽ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς
138
λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ,
139
μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι
140
πτηνῆς ὡς ὄμμα πελείας.
141
ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς
142
μεγάλοι θόρυβοι κατέχουσ᾽ ἡμᾶς
143
ἐπὶ δυσκλείᾳ ,
σὲ τὸν ἱππομανῆ
144
λειμῶν᾽ ἐπιβάντ᾽ ὀλέσαι Δαναῶν
145
βοτὰ καὶ λείαν,
146
ἥπερ δορίληπτος ἔτ᾽ ἦν λοιπή,
147
κτείνοντ᾽ αἴθωνι σιδήρῳ.
148
τοιούσδε λόγους ψιθύρους πλάσσων
149
εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς,
150
καὶ σφόδρα πείθει :
περὶ γὰρ σοῦ νῦν
151
εὔπειστα λέγει ,
καὶ πᾶς ὁ κλύων
152
τοῦ λέξαντος χαίρει μᾶλλον
153
τοῖς σοῖς ἄχεσιν καθυβρίζων.
154
τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς
155
οὐκ ἂν ἁμάρτοις :
κατὰ δ᾽ ἄν τις ἐμοῦ
156
τοιαῦτα λέγων οὐκ ἂν πείθοι:
157
πρὸς γὰρ τὸν ἔχονθ᾽ ὁ φθόνος ἕρπει.
158
καίτοι σμικροὶ μεγάλων χωρὶς
159
σφαλερὸν πύργου ῥῦμα πέλονται:
160
μετὰ γὰρ μεγάλων βαιὸς ἄριστ᾽ ἂν
161
καὶ μέγας ὀρθοῖθ᾽ ὑπὸ μικροτέρων.
162
ἀλλ᾽ οὐ δυνατὸν τοὺς ἀνοήτους
163
τούτων γνώμας προδιδάσκειν.
164
ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ
165
χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτ᾽
166
ἀπαλέξασθαι σοῦ χωρίς ,
ἄναξ.
167
ἀλλ᾽ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμ᾽ ἀπέδραν,
168
παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι:
169
μέγαν αἰγυπιὸν δ᾽ ὑποδείσαντες
170
τάχ᾽ ἂν ἐξαίφνης ,
εἰ σὺ φανείης,
171
σιγῇ πτήξειαν ἄφωνοι.
Χορός
172
ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμισ—
173
ὦ μεγάλα φάτις ,
ὦ
174
μᾶτερ αἰσχύνας ἐμᾶσ—
175
ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας,
176
ἦ πού τινος νίκας ἀκάρπωτον χάριν,
177
ἤ ῥα κλυτῶν ἐνάρων
178
ψευσθεῖσ᾽ ,
ἀδώροις ,
εἴτ᾽ ἐλαφαβολίας;
179
ἢ χαλκοθώραξ μή τιν᾽ Ἐνυάλιος
180
μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις
181
μαχαναῖς ἐτίσατο λώβαν;
Χορός
182
οὔ ποτε γὰρ φρενόθεν γ᾽ ἐπ᾽ ἀριστερά,
183
παῖ Τελαμῶνος ,
ἔβας
185
τόσσον ,
ἐν ποίμναις πίτνων:
186
ἥκοι γὰρ ἂν θεία νόσος :
ἀλλ᾽ ἀπερύκοι
187
καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν.
188
εἰ δ᾽ ὑποβαλλόμενοι
189
κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς
190
ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς,
191
μὴ μή ,
ἄναξ ,
ἔθ᾽ ὧδ᾽ ἐφάλοις κλισίαις
192
ὄμμ᾽ ἔχων κακὰν φάτιν ἄρῃ.
Χορός
193
ἀλλ᾽ ἄνα ἐξ ἑδράνων ,
ὅπου μακραίωνι
194
στηρίζει ποτὲ τᾷδ᾽ ἀγωνίῳ σχολᾷ
195
ἄταν οὐρανίαν φλέγων.
196
ἐχθρῶν δ᾽ ὕβρις ὧδ᾽ ἀτάρβητα
197
ὁρμᾶται ἐν εὐανέμοις βάσσαις,
198
πάντων καγχαζόντων
199
γλώσσαις βαρυάλγητα:
200
ἐμοὶ δ᾽ ἄχος ἕστακεν.
Τέκμησσα
201
ναὸς ἀρωγοὶ τῆς Αἴαντος,
202
γενεᾶς χθονίων ἀπ᾽ Ἐρεχθειδῶν,
203
ἔχομεν στοναχὰς οἱ κηδόμενοι
204
τοῦ Τελαμῶνος τηλόθεν οἴκου.
205
νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς
206
Αἴας θολερῷ
207
κεῖται χειμῶνι νοσήσας.
Χορός
208
τί δ᾽ ἐνήλλακται τῆς ἡμερίας
210
νὺξ ἥδε βάρος;
211
παῖ τοῦ Φρυγίου Τελεύταντος,
212
λέγ᾽ ,
ἐπεὶ σὲ λέχος δουριάλωτον
213
στέρξας ἀνέχει θούριος Αἴας:
214
ὥστ᾽ οὐκ ἂν ἄϊδρις ὑπείποις.
Τέκμησσα
215
πῶς δῆτα λέγω λόγον ἄρρητον;
216
θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει.
217
μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς
218
νύκτερος Αἴας ἀπελωβήθη.
219
τοιαῦτ᾽ ἂν ἴδοις σκηνῆς ἔνδον
220
χειροδάϊκτα σφάγι᾽ αἱμοβαφῆ,
220
κείνου χρηστήρια τἀνδρός.
Χορός
221
οἵαν ἐδήλωσας ἀνέρος αἴθονος
222
ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν,
225
τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν,
226
τὰν ὁ μέγας μῦθος ἀέξει.
227
οἴμοι φοβοῦμαι τὸ προσέρπον :
περίφαντος ἁνὴρ
228
θανεῖται ,
παραπλάκτῳ χερὶ συγκατακτὰς
230
κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας.
Τέκμησσα
231
ὤμοι :
κεῖθεν κεῖθεν ἄρ᾽ ἡμῖν
232
δεσμῶτιν ἄγων ἤλυθε ποίμνην:
235
ὧν τὴν μὲν ἔσω σφάζ᾽ ἐπὶ γαίας,
236
τὰ δὲ πλευροκοπῶν δίχ᾽ ἀνερρήγνυ.
237
δύο δ᾽ ἀργίποδας κριοὺς ἀνελὼν
238
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
239
ῥιπτεῖ θερίσας ,
τὸν δ᾽ ὀρθὸν ἄνω
240
κίονι δήσας
241
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
242
παίει λιγυρᾷ μάστιγι διπλῇ,
243
κακὰ δεννάζων ῥήμαθ᾽ ,
ἃ δαίμων
244
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.
Χορός
245
ὥρα τιν᾽ ἤδη τοι κρᾶτα καλύμμασι
246
κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι
247
ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον
250
ποντοπόρῳ ναῒ μεθεῖναι.
251
τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι
252
καθ᾽ ἡμῶν :
πεφόβημαι λιθόλευστον Ἄρη
255
ξυναλγεῖν μετὰ τοῦδε τυπείς ,
τὸν αἶσ᾽ ἄπλατος ἴσχει.
Τέκμησσα
256
οὐκέτι :
λαμπρᾶς γὰρ ἄτερ στεροπῆς
257
ᾄξας ὀξὺς νότος ὣς λήγει,
258
καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει:
260
τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη,
261
μηδενὸς ἄλλου παραπράξαντος,
262
μεγάλας ὀδύνας ὑποτείνει.
Χορός
263
ἀλλ᾽ εἰ πέπαυται ,
κάρτ᾽ ἂν εὐτυχεῖν δοκῶ:
264
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
265
πότερα δ᾽ ἄν ,
εἰ νέμοι τις αἵρεσιν ,
λάβοις,
266
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
267
ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
268
τό τοι διπλάζον ,
ὦ γύναι ,
μεῖζον κακόν.
Τέκμησσα
269
ἡμεῖς ἄρ᾽ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
270
πῶς τοῦτ᾽ ἔλεξας ;
οὐ κάτοιδ᾽ ὅπως λέγεις.
Τέκμησσα
271
ἁνὴρ ἐκεῖνος ,
ἡνίκ᾽ ἦν ἐν τῇ νόσῳ,
272
αὐτὸς μὲν ἥδεθ᾽ οἷσιν εἴχετ᾽ ἐν κακοῖς,
273
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών:
274
νῦν δ᾽ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
275
κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
276
ἡμεῖς θ᾽ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
277
ἆρ᾽ ἔστι ταῦτα δὶς τόσ᾽ ἐξ ἁπλῶν κακά;
Χορός
278
ξύμφημι δή σοι καὶ δέδοικα μὴ ᾽κ θεοῦ
279
πληγή τις ἥκῃ .
πῶς γάρ ,
εἰ πεπαυμένος