Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
Made available under the Creative Commons Attribution 4.0 International License.
91
ὦ χαῖρ᾽ Ἀθάνα ,
χαῖρε Διογενὲς τέκνον,
92
ὡς εὖ παρέστης :
καί σε παγχρύσοις ἐγὼ
93
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
Ἀθήνα
94
καλῶς ἔλεξας :
ἀλλ᾽ ἐκεῖνό μοι φράσον,
95
ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
Αἴας
96
κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Ἀθήνα
97
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αἴας
98
ὥστ᾽ οὔποτ᾽ Αἴανθ᾽ οἵδ᾽ ἀτιμάσουσ᾽ ἔτι.
Ἀθήνα
99
τεθνᾶσιν ἄνδρες ,
ὡς τὸ σὸν ξυνῆκ᾽ ἐγώ.
Αἴας
100
θανόντες ἤδη τἄμ᾽ ἀφαιρείσθων ὅπλα.
Ἀθήνα
101
εἶεν ,
τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου,
102
ποῦ σοι τύχης ἕστηκεν ;
ἢ πέφευγέ σε;
Αἴας
103
ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μ᾽ ὅπου;
Ἀθήνα
104
ἔγωγ᾽ :
Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω.
Αἴας
105
ἥδιστος ,
ὦ δέσποινα ,
δεσμώτης ἔσω
106
θακεῖ :
θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω.
Ἀθήνα
107
πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον;
Αἴας
108
πρὶν ἂν δεθεὶς πρὸς κίον᾽ ἑρκείου στέγης.
Ἀθήνα
109
τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν;
Αἴας
110
μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ.
Ἀθήνα
111
μὴ δῆτα τὸν δύστηνον ὧδέ γ᾽ αἰκίσῃ.
Αἴας
112
χαίρειν ,
Ἀθάνα ,
τἄλλ᾽ ἐγώ σ᾽ ἐφίεμαι:
113
κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην.
Ἀθήνα
114
σὺ δ᾽ οὖν ,
ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν,
115
χρῶ χειρί ,
φείδου μηδὲν ὧνπερ ἐννοεῖς.
Αἴας
116
χωρῶ πρὸς ἔργον :
σοὶ δὲ τοῦτ᾽ ἐφίεμαι,
117
τοιάνδ᾽ ἀεί μοι σύμμαχον παρεστάναι.
Ἀθήνα
118
ὁρᾷς ,
Ὀδυσσεῦ ,
τὴν θεῶν ἰσχὺν ὅση;
119
τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος
120
ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια;