Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
κἄπειτ᾽ ἐπειδὴ τοῦδ᾽ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας , οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
65
καὶ νῦν κατ᾽ οἴκους συνδέτους αἰκίζεται.
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ᾽ : ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
70
αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
οὗτος , σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ:
Αἴαντα φωνῶ : στεῖχε δωμάτων πάρος.
Ὀδυσσεύς
τί δρᾷς , Ἀθάνα ; μηδαμῶς σφ᾽ ἔξω κάλει.
Ἀθήνα
75
οὐ σῖγ᾽ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;
Ὀδυσσεύς
μὴ πρὸς θεῶν , ἀλλ᾽ ἔνδον ἀρκείτω μένων.
Ἀθήνα
τί μὴ γένηται ; πρόσθεν οὐκ ἀνὴρ ὅδ᾽ ἦν;
Ὀδυσσεύς
ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Ἀθήνα
οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Ὀδυσσεύς
80
ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
Ἀθήνα
μεμηνότ᾽ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Ὀδυσσεύς
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Ἀθήνα
ἀλλ᾽ οὐδὲ νῦν σε μὴ παρόντ᾽ ἴδῃ πέλας.
Ὀδυσσεύς
πῶς , εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
Ἀθήνα
85
ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
Ὀδυσσεύς
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
Ἀθήνα
σίγα νυν ἑστὼς καὶ μέν᾽ ὡς κυρεῖς ἔχων.
Ὀδυσσεύς
μένοιμ᾽ ἄν : ἤθελον δ᾽ ἂν ἐκτὸς ὢν τυχεῖν.
Ἀθήνα
οὕτος , Αἴας , δεύτερόν σε προσκαλῶ.
90
τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;