Ajax, Alpheios version. Enhanced TEI with Syntax Diagrams.
φράζει τε κἀδήλωσεν : εὐθέως δ᾽ ἐγὼ
κατ᾽ ἴχνος ᾄσσω , καὶ τὰ μὲν σημαίνομαι,
τὰ δ᾽ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου.
καιρὸν δ᾽ ἐφήκεις : πάντα γὰρ τά τ᾽ οὖν πάρος
35
τά τ᾽ εἰσέπειτα σῇ κυβερνῶμαι χερί.
Ἀθήνα
ἔγνων , Ὀδυσσεῦ , καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Ὀδυσσεύς
καί , φίλη δέσποινα , πρὸς καιρὸν πονῶ;
Ἀθήνα
ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
Ὀδυσσεύς
40
καὶ πρὸς τί δυσλόγιστον ὧδ᾽ ᾖξεν χέρα;
Ἀθήνα
χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Ὀδυσσεύς
τί δῆτα ποίμναις τήνδ᾽ ἐπεμπίπτει βάσιν;
Ἀθήνα
δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Ὀδυσσεύς
καὶ τὸ βούλευμ᾽ ὡς ἐπ᾽ Ἀργείοις τόδ᾽ ἦν;
Ἀθήνα
45
κἂν ἐξεπράξατ᾽ , εἰ κατημέλησ᾽ ἐγώ.
Ὀδυσσεύς
ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Ἀθήνα
νύκτωρ ἐφ᾽ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Ὀδυσσεύς
καὶ παρέστη κἀπὶ τέρμ᾽ ἀφίκετο;
Ἀθήνα
καὶ δὴ ᾽πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Ὀδυσσεύς
50
καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Ἀθήνα
ἐγώ σφ᾽ ἀπείργω , δυσφόρους ἐπ᾽ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
λείας ἄδαστα βουκόλων φρουρήματα:
55
ἔνθ᾽ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
κύκλῳ ῥαχίζων : κἀδόκει μὲν ἔσθ᾽ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ᾽ ἄλλοτ᾽ ἄλλον ἐμπίτνων στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ᾽ ἄνδρα μανιάσιν νόσοις
60
ὤτρυνον , εἰσέβαλλον εἰς ἕρκη κακά.