Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
2
οὐλομένην , ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε,
3
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4
ἡρώων , αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5
οἰωνοῖσί τε πᾶσι , Διὸς δ᾽ ἐτελείετο βουλή,
6
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
8
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
9
Λητοῦς καὶ Διὸς υἱός : ὃ γὰρ βασιλῆϊ χολωθεὶς
10
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν , ὀλέκοντο δὲ λαοί,
11
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
12
Ἀτρεΐδης : ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
13
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,
14
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15
χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς,
16
Ἀτρεΐδα δὲ μάλιστα δύω , κοσμήτορε λαῶν:
17
Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,
18
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ᾽ ἔχοντες
19
ἐκπέρσαι Πριάμοιο πόλιν , εὖ δ᾽ οἴκαδ᾽ ἱκέσθαι:
20
παῖδα δ᾽ ἐμοὶ λύσαιτε φίλην , τὰ δ᾽ ἄποινα δέχεσθαι,
21
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
22
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
23
αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:
24
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25
ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:
26
μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω
27
ἢ νῦν δηθύνοντ᾽ ἢ ὕστερον αὖτις ἰόντα,
28
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο:
29
τὴν δ᾽ ἐγὼ οὐ λύσω : πρίν μιν καὶ γῆρας ἔπεισιν
30
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης
31
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν:
32
ἀλλ᾽ ἴθι μή μ᾽ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
33
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ:
34
βῆ δ᾽ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης:
35
πολλὰ δ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἠρᾶθ᾽ ὃ γεραιὸς
36
Ἀπόλλωνι ἄνακτι , τὸν ἠΰκομος τέκε Λητώ:
37
κλῦθί μευ ἀργυρότοξ᾽ , ὃς Χρύσην ἀμφιβέβηκας
38
Κίλλάν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,
39
Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ᾽ ἐπὶ νηὸν ἔρεψα,
40
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί᾽ ἔκηα
41
ταύρων ἠδ᾽ αἰγῶν , τὸ δέ μοι κρήηνον ἐέλδωρ:
42
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
43
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων,
44
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
45
τόξ᾽ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην:
46
ἔκλαγξαν δ᾽ ἄρ᾽ ὀϊστοὶ ἐπ᾽ ὤμων χωομένοιο,
47
αὐτοῦ κινηθέντος : ὃ δ᾽ ἤϊε νυκτὶ ἐοικώς.
48
ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε νεῶν , μετὰ δ᾽ ἰὸν ἕηκε:
49
δεινὴ δὲ κλαγγὴ γένετ᾽ ἀργυρέοιο βιοῖο:
50
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
51
αὐτὰρ ἔπειτ᾽ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
52
βάλλ᾽ : αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
53
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
54
τῇ δεκάτῃ δ᾽ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς:
55
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη:
56
κήδετο γὰρ Δαναῶν , ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
57
οἳ δ᾽ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,
58
τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς:
59
Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω
60
ἂψ ἀπονοστήσειν , εἴ κεν θάνατόν γε φύγοιμεν,
61
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς:
62
ἀλλ᾽ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
63
ἢ καὶ ὀνειροπόλον , καὶ γάρ τ᾽ ὄναρ ἐκ Διός ἐστιν,
64
ὅς κ᾽ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
65
εἴτ᾽ ἄρ᾽ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται ἠδ᾽ ἑκατόμβης,
66
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων
67
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
68
ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο : τοῖσι δ᾽ ἀνέστη
69
Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ᾽ ἄριστος,
70
ὃς ᾔδη τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,
71
καὶ νήεσσ᾽ ἡγήσατ᾽ Ἀχαιῶν Ἴλιον εἴσω
72
ἣν διὰ μαντοσύνην , τήν οἱ πόρε Φοῖβος Ἀπόλλων:
73
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
74
ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι
75
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος:
76
τοὶ γὰρ ἐγὼν ἐρέω : σὺ δὲ σύνθεο καί μοι ὄμοσσον
77
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν:
78
ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν , ὃς μέγα πάντων
79
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί:
80
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ:
81
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
82
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον , ὄφρα τελέσσῃ,
83
ἐν στήθεσσιν ἑοῖσι : σὺ δὲ φράσαι εἴ με σαώσεις.
84
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
85
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα:
86
οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον , ᾧ τε σὺ Κάλχαν
87
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
88
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
89
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει
90
συμπάντων Δαναῶν , οὐδ᾽ ἢν Ἀγαμέμνονα εἴπῃς,
91
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
92
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων:
93
οὔ τ᾽ ἄρ ὅ γ᾽ εὐχωλῆς ἐπιμέμφεται οὐδ᾽ ἑκατόμβης,
94
ἀλλ᾽ ἕνεκ᾽ ἀρητῆρος ὃν ἠτίμησ᾽ Ἀγαμέμνων,
95
οὐδ᾽ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ᾽ ἄποινα,
96
τοὔνεκ᾽ ἄρ᾽ ἄλγε᾽ ἔδωκεν ἑκηβόλος ἠδ᾽ ἔτι δώσει:
97
οὐδ᾽ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει
98
πρίν γ᾽ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην
99
ἀπριάτην ἀνάποινον , ἄγειν θ᾽ ἱερὴν ἑκατόμβην
100
ἐς Χρύσην : τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
101
ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο : τοῖσι δ᾽ ἀνέστη
102
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
103
ἀχνύμενος : μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
104
πίμπλαντ᾽ , ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην:
105
Κάλχαντα πρώτιστα κάκ᾽ ὀσσόμενος προσέειπε:
106
μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας:
107
αἰεί τοι τὰ κάκ᾽ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,
108
ἐσθλὸν δ᾽ οὔτέ τί πω εἶπας ἔπος οὔτ᾽ ἐτέλεσσας:
109
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις
110
ὡς δὴ τοῦδ᾽ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,
111
οὕνεκ᾽ ἐγὼ κούρης Χρυσηΐδος ἀγλά᾽ ἄποινα
112
οὐκ ἔθελον δέξασθαι , ἐπεὶ πολὺ βούλομαι αὐτὴν
113
οἴκοι ἔχειν : καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα
114
κουριδίης ἀλόχου , ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,
115
οὐ δέμας οὐδὲ φυήν , οὔτ᾽ ἂρ φρένας οὔτέ τι ἔργα.
116
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ᾽ ἄμεινον:
117
βούλομ᾽ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι:
118
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ᾽ ἑτοιμάσατ᾽ ὄφρα μὴ οἶος
119
Ἀργείων ἀγέραστος ἔω , ἐπεὶ οὐδὲ ἔοικε:
120
λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
121
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς:
122
Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,
123
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;
124
οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά:
125
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν , τὰ δέδασται,
126
λαοὺς δ᾽ οὐκ ἐπέοικε παλίλλογα ταῦτ᾽ ἐπαγείρειν.
127
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες : αὐτὰρ Ἀχαιοὶ
128
τριπλῇ τετραπλῇ τ᾽ ἀποτείσομεν , αἴ κέ ποθι Ζεὺς
129
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
130
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
131
μὴ δ᾽ οὕτως ἀγαθός περ ἐὼν θεοείκελ᾽ Ἀχιλλεῦ
132
κλέπτε νόῳ , ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
133
ἦ ἐθέλεις ὄφρ᾽ αὐτὸς ἔχῃς γέρας , αὐτὰρ ἔμ᾽ αὔτως
134
ἧσθαι δευόμενον , κέλεαι δέ με τήνδ᾽ ἀποδοῦναι;
135
ἀλλ᾽ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ
136
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται:
137
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
138
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας , ἢ Ὀδυσῆος
139
ἄξω ἑλών : ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.
140
ἀλλ᾽ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,
141
νῦν δ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,
142
ἐν δ᾽ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν , ἐς δ᾽ ἑκατόμβην
143
θείομεν , ἂν δ᾽ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον
144
βήσομεν : εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,
145
ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς
146
ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν,
147
ὄφρ᾽ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
148
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
149
ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον
150
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν
151
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;
152
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ᾽ ἤλυθον αἰχμητάων
153
δεῦρο μαχησόμενος , ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν:
154
οὐ γὰρ πώποτ᾽ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,
155
οὐδέ ποτ᾽ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ
156
καρπὸν ἐδηλήσαντ᾽ , ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ
157
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα:
158
ἀλλὰ σοὶ ὦ μέγ᾽ ἀναιδὲς ἅμ᾽ ἑσπόμεθ᾽ ὄφρα σὺ χαίρῃς,
159
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα
160
πρὸς Τρώων : τῶν οὔ τι μετατρέπῃ οὐδ᾽ ἀλεγίζεις:
161
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,
162
ᾧ ἔπι πολλὰ μόγησα , δόσαν δέ μοι υἷες Ἀχαιῶν.
163
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ᾽ Ἀχαιοὶ
164
Τρώων ἐκπέρσωσ᾽ εὖ ναιόμενον πτολίεθρον:
165
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο
166
χεῖρες ἐμαὶ διέπουσ᾽ : ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,
167
σοὶ τὸ γέρας πολὺ μεῖζον , ἐγὼ δ᾽ ὀλίγον τε φίλον τε
168
ἔρχομ᾽ ἔχων ἐπὶ νῆας , ἐπεί κε κάμω πολεμίζων.
169
νῦν δ᾽ εἶμι Φθίην δ᾽ , ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
170
οἴκαδ᾽ ἴμεν σὺν νηυσὶ κορωνίσιν , οὐδέ σ᾽ ὀΐω
171
ἐνθάδ᾽ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
172
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
173
φεῦγε μάλ᾽ εἴ τοι θυμὸς ἐπέσσυται , οὐδέ σ᾽ ἔγωγε
174
λίσσομαι εἵνεκ᾽ ἐμεῖο μένειν : πάρ᾽ ἔμοιγε καὶ ἄλλοι
175
οἵ κέ με τιμήσουσι , μάλιστα δὲ μητίετα Ζεύς.
176
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων:
177
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε:
178
εἰ μάλα καρτερός ἐσσι , θεός που σοὶ τό γ᾽ ἔδωκεν:
179
οἴκαδ᾽ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι
180
Μυρμιδόνεσσιν ἄνασσε , σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω,
181
οὐδ᾽ ὄθομαι κοτέοντος : ἀπειλήσω δέ τοι ὧδε:
182
ὡς ἔμ᾽ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,
183
τὴν μὲν ἐγὼ σὺν νηΐ τ᾽ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι
184
πέμψω , ἐγὼ δέ κ᾽ ἄγω Βρισηΐδα καλλιπάρῃον
185
αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ᾽ ἐῢ εἰδῇς
186
ὅσσον φέρτερός εἰμι σέθεν , στυγέῃ δὲ καὶ ἄλλος
187
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
188
ὣς φάτο : Πηλεΐωνι δ᾽ ἄχος γένετ᾽ , ἐν δέ οἱ ἦτορ
189
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
191
τοὺς μὲν ἀναστήσειεν , ὃ δ᾽ Ἀτρεΐδην ἐναρίζοι,
192
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.
193
ἧος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
194
ἕλκετο δ᾽ ἐκ κολεοῖο μέγα ξίφος , ἦλθε δ᾽ Ἀθήνη
195
οὐρανόθεν : πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
196
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:
197
στῆ δ᾽ ὄπιθεν , ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
198
οἴῳ φαινομένη : τῶν δ᾽ ἄλλων οὔ τις ὁρᾶτο:
199
θάμβησεν δ᾽ Ἀχιλεύς , μετὰ δ᾽ ἐτράπετ᾽ , αὐτίκα δ᾽ ἔγνω
200
Παλλάδ᾽ Ἀθηναίην : δεινὼ δέ οἱ ὄσσε φάανθεν:
201
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
202
τίπτ᾽ αὖτ᾽ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;
203
ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;
204
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τελέεσθαι ὀΐω:
205
ᾗς ὑπεροπλίῃσι τάχ᾽ ἄν ποτε θυμὸν ὀλέσσῃ.
206
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
207
ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος , αἴ κε πίθηαι,
208
οὐρανόθεν : πρὸ δέ μ᾽ ἧκε θεὰ λευκώλενος Ἥρη
209
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε:
210
ἀλλ᾽ ἄγε λῆγ᾽ ἔριδος , μηδὲ ξίφος ἕλκεο χειρί:
211
ἀλλ᾽ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ:
212
ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
213
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα
214
ὕβριος εἵνεκα τῆσδε : σὺ δ᾽ ἴσχεο , πείθεο δ᾽ ἡμῖν.
215
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
216
χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι
217
καὶ μάλα περ θυμῷ κεχολωμένον : ὧς γὰρ ἄμεινον:
218
ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ᾽ ἔκλυον αὐτοῦ.
219
ἦ καὶ ἐπ᾽ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220
ἂψ δ᾽ ἐς κουλεὸν ὦσε μέγα ξίφος , οὐδ᾽ ἀπίθησε
221
μύθῳ Ἀθηναίης : ἣ δ᾽ Οὔλυμπον δὲ βεβήκει
222
δώματ᾽ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
223
Πηλεΐδης δ᾽ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
224
Ἀτρεΐδην προσέειπε , καὶ οὔ πω λῆγε χόλοιο:
225
οἰνοβαρές , κυνὸς ὄμματ᾽ ἔχων , κραδίην δ᾽ ἐλάφοιο,
226
οὔτέ ποτ᾽ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι
227
οὔτε λόχον δ᾽ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν
228
τέτληκας θυμῷ : τὸ δέ τοι κὴρ εἴδεται εἶναι.
229
ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
230
δῶρ᾽ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ:
231
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις:
232
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.
233
ἀλλ᾽ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι:
234
ναὶ μὰ τόδε σκῆπτρον , τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους
235
φύσει , ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,
236
οὐδ᾽ ἀναθηλήσει : περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε
237
φύλλά τε καὶ φλοιόν : νῦν αὖτέ μιν υἷες Ἀχαιῶν
238
ἐν παλάμῃς φορέουσι δικασπόλοι , οἵ τε θέμιστας
239
πρὸς Διὸς εἰρύαται : ὃ δέ τοι μέγας ἔσσεται ὅρκος:
240
ἦ ποτ᾽ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν
241
σύμπαντας : τότε δ᾽ οὔ τι δυνήσεαι ἀχνύμενός περ
242
χραισμεῖν , εὖτ᾽ ἂν πολλοὶ ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο
243
θνήσκοντες πίπτωσι : σὺ δ᾽ ἔνδοθι θυμὸν ἀμύξεις
244
χωόμενος ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
245
ὣς φάτο Πηλεΐδης , ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246
χρυσείοις ἥλοισι πεπαρμένον , ἕζετο δ᾽ αὐτός:
247
Ἀτρεΐδης δ᾽ ἑτέρωθεν ἐμήνιε : τοῖσι δὲ Νέστωρ
248
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
249
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή:
250
τῷ δ᾽ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
251
ἐφθίαθ᾽ , οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ᾽ ἐγένοντο
252
ἐν Πύλῳ ἠγαθέῃ , μετὰ δὲ τριτάτοισιν ἄνασσεν:
253
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
254
ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει:
255
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες
256
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ
257
εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,
258
οἳ περὶ μὲν βουλὴν Δαναῶν , περὶ δ᾽ ἐστὲ μάχεσθαι.
259
ἀλλὰ πίθεσθ᾽ : ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο:
260
ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν
261
ἀνδράσιν ὡμίλησα , καὶ οὔ ποτέ μ᾽ οἵ γ᾽ ἀθέριζον.
262
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,
263
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν
264
Καινέα τ᾽ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον
265
Θησέα τ᾽ Αἰγεΐδην , ἐπιείκελον ἀθανάτοισιν:
266
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν:
267
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο
268
φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.
269
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν
270
τηλόθεν ἐξ ἀπίης γαίης : καλέσαντο γὰρ αὐτοί:
271
καὶ μαχόμην κατ᾽ ἔμ᾽ αὐτὸν ἐγώ : κείνοισι δ᾽ ἂν οὔ τις
272
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο:
273
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ:
274
ἀλλὰ πίθεσθε καὶ ὔμμες , ἐπεὶ πείθεσθαι ἄμεινον:
275
μήτε σὺ τόνδ᾽ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,
276
ἀλλ᾽ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν:
277
μήτε σὺ Πηλείδη ἔθελ᾽ ἐριζέμεναι βασιλῆϊ
278
ἀντιβίην , ἐπεὶ οὔ ποθ᾽ ὁμοίης ἔμμορε τιμῆς
279
σκηπτοῦχος βασιλεύς , ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.
280
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,
281
ἀλλ᾽ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.
282
Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος : αὐτὰρ ἔγωγε
283
λίσσομ᾽ Ἀχιλλῆϊ μεθέμεν χόλον , ὃς μέγα πᾶσιν
284
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
285
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
286
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες:
287
ἀλλ᾽ ὅδ᾽ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,
288
πάντων μὲν κρατέειν ἐθέλει , πάντεσσι δ᾽ ἀνάσσειν,
289
πᾶσι δὲ σημαίνειν , ἅ τιν᾽ οὐ πείσεσθαι ὀΐω:
290
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
291
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
292
τὸν δ᾽ ἄρ᾽ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς:
293
ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
294
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς:
295
ἄλλοισιν δὴ ταῦτ᾽ ἐπιτέλλεο , μὴ γὰρ ἔμοιγε
296
σήμαιν᾽ : οὐ γὰρ ἔγωγ᾽ ἔτι σοὶ πείσεσθαι ὀΐω.
297
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι:
298
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
299
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ , ἐπεί μ᾽ ἀφέλεσθέ γε δόντες:
300
τῶν δ᾽ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ
301
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο:
302
εἰ δ᾽ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε:
303
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
304
ὣς τώ γ᾽ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
305
ἀνστήτην , λῦσαν δ᾽ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν:
306
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
307
ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν:
308
Ἀτρεΐδης δ᾽ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
309
ἐν δ᾽ ἐρέτας ἔκρινεν ἐείκοσιν , ἐς δ᾽ ἑκατόμβην
310
βῆσε θεῷ , ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
311
εἷσεν ἄγων : ἐν δ᾽ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
312
οἳ μὲν ἔπειτ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
313
λαοὺς δ᾽ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν:
314
οἳ δ᾽ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
315
ἕρδον δ᾽ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
316
ταύρων ἠδ᾽ αἰγῶν παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο:
317
κνίση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
318
ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν : οὐδ᾽ Ἀγαμέμνων
319
λῆγ᾽ ἔριδος τὴν πρῶτον ἐπηπείλησ᾽ Ἀχιλῆϊ,
320
ἀλλ᾽ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,
321
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε:
322
ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος:
323
χειρὸς ἑλόντ᾽ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον:
324
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
325
ἐλθὼν σὺν πλεόνεσσι : τό οἱ καὶ ῥίγιον ἔσται.
326
ὣς εἰπὼν προΐει , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:
327
τὼ δ᾽ ἀέκοντε βάτην παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο,
328
Μυρμιδόνων δ᾽ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
329
τὸν δ᾽ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
330
ἥμενον : οὐδ᾽ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
331
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332
στήτην , οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο:
333
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:
334
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,
335
ἆσσον ἴτ᾽ : οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ᾽ Ἀγαμέμνων,
336
ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.
337
ἀλλ᾽ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
338
καί σφωϊν δὸς ἄγειν : τὼ δ᾽ αὐτὼ μάρτυροι ἔστων
339
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
340
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ᾽ αὖτε
341
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
342
τοῖς ἄλλοις : ἦ γὰρ ὅ γ᾽ ὀλοιῇσι φρεσὶ θύει,
343
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,
344
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
345
ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ,
346
ἐκ δ᾽ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347
δῶκε δ᾽ ἄγειν : τὼ δ᾽ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν:
348
ἣ δ᾽ ἀέκουσ᾽ ἅμα τοῖσι γυνὴ κίεν : αὐτὰρ Ἀχιλλεὺς
349
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350
θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς , ὁρόων ἐπ᾽ ἀπείρονα πόντον:
351
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς:
352
μῆτερ ἐπεί μ᾽ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,
353
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι
354
Ζεὺς ὑψιβρεμέτης : νῦν δ᾽ οὐδέ με τυτθὸν ἔτισεν:
355
ἦ γάρ μ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
356
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
357
ὣς φάτο δάκρυ χέων , τοῦ δ᾽ ἔκλυε πότνια μήτηρ
358
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι:
359
καρπαλίμως δ᾽ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ᾽ ὀμίχλη,
360
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο δάκρυ χέοντος,
361
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
362
τέκνον τί κλαίεις ; τί δέ σε φρένας ἵκετο πένθος;
363
ἐξαύδα , μὴ κεῦθε νόῳ , ἵνα εἴδομεν ἄμφω.
364
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
365
οἶσθα : τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ᾽ ἀγορεύω;
366
ᾠχόμεθ᾽ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,
367
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα:
368
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,
369
ἐκ δ᾽ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.
370
Χρύσης δ᾽ αὖθ᾽ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος
371
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων
372
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα,
373
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
374
χρυσέῳ ἀνὰ σκήπτρῳ , καὶ λίσσετο πάντας Ἀχαιούς,
375
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.
376
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
377
αἰδεῖσθαί θ᾽ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα:
378
ἀλλ᾽ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
379
ἀλλὰ κακῶς ἀφίει , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:
380
χωόμενος δ᾽ ὁ γέρων πάλιν ᾤχετο : τοῖο δ᾽ Ἀπόλλων
381
εὐξαμένου ἤκουσεν , ἐπεὶ μάλα οἱ φίλος ἦεν,
382
ἧκε δ᾽ ἐπ᾽ Ἀργείοισι κακὸν βέλος : οἳ δέ νυ λαοὶ
383
θνῇσκον ἐπασσύτεροι , τὰ δ᾽ ἐπῴχετο κῆλα θεοῖο
384
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν : ἄμμι δὲ μάντις
385
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.
386
αὐτίκ᾽ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι:
387
Ἀτρεΐωνα δ᾽ ἔπειτα χόλος λάβεν , αἶψα δ᾽ ἀναστὰς
388
ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί:
389
τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ
390
ἐς Χρύσην πέμπουσιν , ἄγουσι δὲ δῶρα ἄνακτι:
391
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες
392
κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.
393
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος:
394
ἐλθοῦσ᾽ Οὔλυμπον δὲ Δία λίσαι , εἴ ποτε δή τι
395
ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.
396
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
397
εὐχομένης ὅτ᾽ ἔφησθα κελαινεφέϊ Κρονίωνι
398
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
399
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι
400
Ἥρη τ᾽ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη:
401
ἀλλὰ σὺ τόν γ᾽ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,
402
ὦχ᾽ ἑκατόγχειρον καλέσασ᾽ ἐς μακρὸν Ὄλυμπον,
403
ὃν Βριάρεων καλέουσι θεοί , ἄνδρες δέ τε πάντες
404
Αἰγαίων᾽ , ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων:
405
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων:
406
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ᾽ ἔτ᾽ ἔδησαν.
407
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων
408
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,
409
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ᾽ ἅλα ἔλσαι Ἀχαιοὺς
410
κτεινομένους , ἵνα πάντες ἐπαύρωνται βασιλῆος,
411
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
412
ἣν ἄτην ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
413
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα:
414
ὤ μοι τέκνον ἐμόν , τί νύ σ᾽ ἔτρεφον αἰνὰ τεκοῦσα;
415
αἴθ᾽ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων
416
ἧσθαι , ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν:
417
νῦν δ᾽ ἅμα τ᾽ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων
418
ἔπλεο : τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.
419
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ
420
εἶμ᾽ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.
421
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι
422
μήνι᾽ Ἀχαιοῖσιν , πολέμου δ᾽ ἀποπαύεο πάμπαν:
423
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ᾽ ἀμύμονας Αἰθιοπῆας
424
χθιζὸς ἔβη κατὰ δαῖτα , θεοὶ δ᾽ ἅμα πάντες ἕποντο:
425
δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,
426
καὶ τότ᾽ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,
427
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
428
ὣς ἄρα φωνήσασ᾽ ἀπεβήσετο , τὸν δὲ λίπ᾽ αὐτοῦ
429
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
430
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων : αὐτὰρ Ὀδυσσεὺς
431
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
432
οἳ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
433
ἱστία μὲν στείλαντο , θέσαν δ᾽ ἐν νηῒ μελαίνῃ,
434
ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435
καρπαλίμως , τὴν δ᾽ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
436
ἐκ δ᾽ εὐνὰς ἔβαλον , κατὰ δὲ πρυμνήσι᾽ ἔδησαν:
437
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
438
ἐκ δ᾽ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι:
439
ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440
τὴν μὲν ἔπειτ᾽ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
441
πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν:
442
ὦ Χρύση , πρό μ᾽ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
443
παῖδά τε σοὶ ἀγέμεν , Φοίβῳ θ᾽ ἱερὴν ἑκατόμβην
444
ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ᾽ ἱλασόμεσθα ἄνακτα,
445
ὃς νῦν Ἀργείοισι πολύστονα κήδε᾽ ἐφῆκεν.
446
ὣς εἰπὼν ἐν χερσὶ τίθει , ὃ δὲ δέξατο χαίρων
447
παῖδα φίλην : τοὶ δ᾽ ὦκα θεῷ ἱερὴν ἑκατόμβην
448
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
449
χερνίψαντο δ᾽ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450
τοῖσιν δὲ Χρύσης μεγάλ᾽ εὔχετο χεῖρας ἀνασχών:
451
κλῦθί μευ ἀργυρότοξ᾽ , ὃς Χρύσην ἀμφιβέβηκας
452
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις:
453
ἦ μὲν δή ποτ᾽ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,
454
τίμησας μὲν ἐμέ , μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν:
455
ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ:
456
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
457
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων.
458
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
459
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460
μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
461
δίπτυχα ποιήσαντες , ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν:
462
καῖε δ᾽ ἐπὶ σχίζῃς ὁ γέρων , ἐπὶ δ᾽ αἴθοπα οἶνον
463
λεῖβε : νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
464
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
465
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
466
ὤπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα.
467
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
468
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
469
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
471
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν:
472
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
473
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
474
μέλποντες ἑκάεργον : ὃ δὲ φρένα τέρπετ᾽ ἀκούων.
475
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
476
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός:
477
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
478
καὶ τότ᾽ ἔπειτ᾽ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν:
479
τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων:
480
οἳ δ᾽ ἱστὸν στήσαντ᾽ ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν,
481
ἐν δ᾽ ἄνεμος πρῆσεν μέσον ἱστίον , ἀμφὶ δὲ κῦμα
482
στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης:
483
ἣ δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
484
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485
νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν
486
ὑψοῦ ἐπὶ ψαμάθοις , ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν:
487
αὐτοὶ δ᾽ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε.
488
αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς:
490
οὔτέ ποτ᾽ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491
οὔτέ ποτ᾽ ἐς πόλεμον , ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492
αὖθι μένων , ποθέεσκε δ᾽ ἀϋτήν τε πτόλεμόν τε.
493
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
494
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495
πάντες ἅμα , Ζεὺς δ᾽ ἦρχε : Θέτις δ᾽ οὐ λήθετ᾽ ἐφετμέων
496
παιδὸς ἑοῦ , ἀλλ᾽ ἥ γ᾽ ἀνεδύσετο κῦμα θαλάσσης.
497
ἠερίη δ᾽ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
498
εὗρεν δ᾽ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:
500
καί ῥα πάροιθ᾽ αὐτοῖο καθέζετο , καὶ λάβε γούνων
501
σκαιῇ , δεξιτερῇ δ᾽ ἄρ᾽ ὑπ᾽ ἀνθερεῶνος ἑλοῦσα
502
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα:
503
Ζεῦ πάτερ εἴ ποτε δή σε μετ᾽ ἀθανάτοισιν ὄνησα
504
ἢ ἔπει ἢ ἔργῳ , τόδε μοι κρήηνον ἐέλδωρ:
505
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
506
ἔπλετ᾽ : ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
507
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
508
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ:
509
τόφρα δ᾽ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ᾽ ἂν Ἀχαιοὶ
510
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.
511
ὣς φάτο : τὴν δ᾽ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
512
ἀλλ᾽ ἀκέων δὴν ἧστο : Θέτις δ᾽ ὡς ἥψατο γούνων
513
ὣς ἔχετ᾽ ἐμπεφυυῖα , καὶ εἴρετο δεύτερον αὖτις:
514
νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
515
ἢ ἀπόειπ᾽ , ἐπεὶ οὔ τοι ἔπι δέος , ὄφρ᾽ ἐῢ εἰδέω
516
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
517
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:
518
ἦ δὴ λοίγια ἔργ᾽ ὅ τέ μ᾽ ἐχθοδοπῆσαι ἐφήσεις
519
Ἥρῃ ὅτ᾽ ἄν μ᾽ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν:
520
ἣ δὲ καὶ αὔτως μ᾽ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
521
νεικεῖ , καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
522
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
523
Ἥρη : ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω:
524
εἰ δ᾽ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς:
525
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ᾽ ἀθανάτοισι μέγιστον
526
τέκμωρ : οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ᾽ ἀπατηλὸν
527
οὐδ᾽ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
528
ἦ καὶ κυανέῃσιν ἐπ᾽ ὀφρύσι νεῦσε Κρονίων:
529
ἀμβρόσιαι δ᾽ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
530
κρατὸς ἀπ᾽ ἀθανάτοιο : μέγαν δ᾽ ἐλέλιξεν Ὄλυμπον.
531
τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν : ἣ μὲν ἔπειτα
532
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου,
533
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα : θεοὶ δ᾽ ἅμα πάντες ἀνέσταν
534
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον : οὐδέ τις ἔτλη
535
μεῖναι ἐπερχόμενον , ἀλλ᾽ ἀντίοι ἔσταν ἅπαντες.
536
ὣς ὃ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου : οὐδέ μιν Ἥρη
537
ἠγνοίησεν ἰδοῦσ᾽ ὅτι οἱ συμφράσσατο βουλὰς
538
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
539
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα:
540
τίς δ᾽ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;
541
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα
542
κρυπτάδια φρονέοντα δικαζέμεν : οὐδέ τί πώ μοι
543
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
544
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε:
545
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους
546
εἰδήσειν : χαλεποί τοι ἔσοντ᾽ ἀλόχῳ περ ἐούσῃ:
547
ἀλλ᾽ ὃν μέν κ᾽ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα
548
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ᾽ ἀνθρώπων:
549
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι
550
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα.
551
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
552
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;
553
καὶ λίην σε πάρος γ᾽ οὔτ᾽ εἴρομαι οὔτε μεταλλῶ,
554
ἀλλὰ μάλ᾽ εὔκηλος τὰ φράζεαι ἅσσ᾽ ἐθέλῃσθα.
555
νῦν δ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ
556
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος:
557
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων:
558
τῇ σ᾽ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
559
τιμήσῃς , ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
560
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
561
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω:
562
πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεαι , ἀλλ᾽ ἀπὸ θυμοῦ
563
μᾶλλον ἐμοὶ ἔσεαι : τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
564
εἰ δ᾽ οὕτω τοῦτ᾽ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι:
565
ἀλλ᾽ ἀκέουσα κάθησο , ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ,
566
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
567
ἆσσον ἰόνθ᾽ , ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
568
ὣς ἔφατ᾽ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
569
καί ῥ᾽ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ:
570
ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες:
571
τοῖσιν δ᾽ Ἥφαιστος κλυτοτέχνης ἦρχ᾽ ἀγορεύειν
572
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ:
573
ἦ δὴ λοίγια ἔργα τάδ᾽ ἔσσεται οὐδ᾽ ἔτ᾽ ἀνεκτά,
574
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
575
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον : οὐδέ τι δαιτὸς
576
ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ.
577
μητρὶ δ᾽ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
578
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί , ὄφρα μὴ αὖτε
579
νεικείῃσι πατήρ , σὺν δ᾽ ἡμῖν δαῖτα ταράξῃ.
580
εἴ περ γάρ κ᾽ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
581
ἐξ ἑδέων στυφελίξαι : ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
582
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν:
583
αὐτίκ᾽ ἔπειθ᾽ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
584
ὣς ἄρ᾽ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε:
586
τέτλαθι μῆτερ ἐμή , καὶ ἀνάσχεο κηδομένη περ,
587
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
588
θεινομένην , τότε δ᾽ οὔ τι δυνήσομαι ἀχνύμενός περ
589
χραισμεῖν : ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι:
590
ἤδη γάρ με καὶ ἄλλοτ᾽ ἀλεξέμεναι μεμαῶτα
591
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,
592
πᾶν δ᾽ ἦμαρ φερόμην , ἅμα δ᾽ ἠελίῳ καταδύντι
593
κάππεσον ἐν Λήμνῳ , ὀλίγος δ᾽ ἔτι θυμὸς ἐνῆεν:
594
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
595
ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον:
597
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων:
599
ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
601
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
602
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
603
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ᾽ Ἀπόλλων,
604
Μουσάων θ᾽ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
605
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
606
οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
607
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
608
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι:
609
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ᾽ Ὀλύμπιος ἀστεροπητής,
610
ἔνθα πάρος κοιμᾶθ᾽ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι:
611
ἔνθα καθεῦδ᾽ ἀναβάς , παρὰ δὲ χρυσόθρονος Ἥρη.