Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
2
εὗδον παννύχιοι , Δία δ᾽ οὐκ ἔχε νήδυμος ὕπνος,
3
ἀλλ᾽ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
4
τιμήσῃ , ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
6
πέμψαι ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον:
7
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
8
βάσκ᾽ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν:
9
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
10
πάντα μάλ᾽ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω:
11
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς
12
πανσυδίῃ : νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
13
Τρώων : οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
14
ἀθάνατοι φράζονται : ἐπέγναμψεν γὰρ ἅπαντας
15
Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται.
16
ὣς φάτο , βῆ δ᾽ ἄρ᾽ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε:
17
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
18
βῆ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα : τὸν δὲ κίχανεν
19
εὕδοντ᾽ ἐν κλισίῃ , περὶ δ᾽ ἀμβρόσιος κέχυθ᾽ ὕπνος.
20
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
21
Νέστορι , τόν ῥα μάλιστα γερόντων τῖ᾽ Ἀγαμέμνων:
22
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος:
23
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο:
24
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
25
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε:
26
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα : Διὸς δέ τοι ἄγγελός εἰμι,
27
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
28
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
29
πανσυδίῃ : νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
30
Τρώων : οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
31
ἀθάνατοι φράζονται : ἐπέγναμψεν γὰρ ἅπαντας
32
Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
33
ἐκ Διός : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί , μηδέ σε λήθη
34
αἱρείτω εὖτ᾽ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
35
ὣς ἄρα φωνήσας ἀπεβήσετο , τὸν δὲ λίπ᾽ αὐτοῦ
36
τὰ φρονέοντ᾽ ἀνὰ θυμὸν ἅ ῥ᾽ οὐ τελέεσθαι ἔμελλον:
37
φῆ γὰρ ὅ γ᾽ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
38
νήπιος , οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα:
39
θήσειν γὰρ ἔτ᾽ ἔμελλεν ἐπ᾽ ἄλγεά τε στοναχάς τε
40
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
41
ἔγρετο δ᾽ ἐξ ὕπνου , θείη δέ μιν ἀμφέχυτ᾽ ὀμφή:
42
ἕζετο δ᾽ ὀρθωθείς , μαλακὸν δ᾽ ἔνδυνε χιτῶνα
43
καλὸν νηγάτεον , περὶ δὲ μέγα βάλλετο φᾶρος:
44
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
45
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον:
46
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
47
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων:
48
ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
49
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν:
50
αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
51
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς:
52
οἳ μὲν ἐκήρυσσον , τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα:
53
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
54
Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος:
55
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:
56
κλῦτε φίλοι : θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
57
ἀμβροσίην διὰ νύκτα : μάλιστα δὲ Νέστορι δίῳ
58
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐῴκει:
59
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν:
60
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο:
61
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
62
ᾧ λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε:
63
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα : Διὸς δέ τοι ἄγγελός εἰμι,
64
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει:
65
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
66
πανσυδίῃ : νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
67
Τρώων : οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
68
ἀθάνατοι φράζονται : ἐπέγναμψεν γὰρ ἅπαντας
69
Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
70
ἐκ Διός : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν : ὣς ὃ μὲν εἰπὼν
71
ᾤχετ᾽ ἀποπτάμενος , ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
72
ἀλλ᾽ ἄγετ᾽ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν:
73
πρῶτα δ᾽ ἐγὼν ἔπεσιν πειρήσομαι , ἣ θέμις ἐστί,
74
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω:
75
ὑμεῖς δ᾽ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
76
ἤτοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο , τοῖσι δ᾽ ἀνέστη
77
Νέστωρ , ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
78
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
79
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
80
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
81
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:
82
νῦν δ᾽ ἴδεν ὃς μέγ᾽ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι:
83
ἀλλ᾽ ἄγετ᾽ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
84
ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
85
οἳ δ᾽ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
86
σκηπτοῦχοι βασιλῆες : ἐπεσσεύοντο δὲ λαοί.
87
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
88
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
89
βοτρυδὸν δὲ πέτονται ἐπ᾽ ἄνθεσιν εἰαρινοῖσιν:
90
αἳ μέν τ᾽ ἔνθα ἅλις πεποτήαται , αἳ δέ τε ἔνθα:
91
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
92
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
93
ἰλαδὸν εἰς ἀγορήν : μετὰ δέ σφισιν ὄσσα δεδήει
94
ὀτρύνουσ᾽ ἰέναι Διὸς ἄγγελος : οἳ δ᾽ ἀγέροντο.
95
τετρήχει δ᾽ ἀγορή , ὑπὸ δὲ στεναχίζετο γαῖα
96
λαῶν ἱζόντων , ὅμαδος δ᾽ ἦν : ἐννέα δέ σφεας
97
κήρυκες βοόωντες ἐρήτυον , εἴ ποτ᾽ ἀϋτῆς
98
σχοίατ᾽ , ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
99
σπουδῇ δ᾽ ἕζετο λαός , ἐρήτυθεν δὲ καθ᾽ ἕδρας
100
παυσάμενοι κλαγγῆς : ἀνὰ δὲ κρείων Ἀγαμέμνων
101
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
102
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
103
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ:
104
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
105
αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ᾽ Ἀτρέϊ ποιμένι λαῶν,
106
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
107
αὐτὰρ ὃ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε φορῆναι,
108
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
109
τῷ ὅ γ᾽ ἐρεισάμενος ἔπε᾽ Ἀργείοισι μετηύδα:
110
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
111
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
112
σχέτλιος , ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
113
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
114
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο , καί με κελεύει
115
δυσκλέα Ἄργος ἱκέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν.
116
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
117
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
118
ἠδ᾽ ἔτι καὶ λύσει : τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
119
αἰσχρὸν γὰρ τόδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
120
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
121
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι
122
ἀνδράσι παυροτέροισι , τέλος δ᾽ οὔ πώ τι πέφανται:
123
εἴ περ γάρ κ᾽ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε
124
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,
125
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,
126
ἡμεῖς δ᾽ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,
127
Τρώων δ᾽ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,
128
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.
129
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν
130
Τρώων , οἳ ναίουσι κατὰ πτόλιν : ἀλλ᾽ ἐπίκουροι
131
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,
132
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ᾽ ἐθέλοντα
133
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.
134
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,
135
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται:
136
αἳ δέ που ἡμέτεραί τ᾽ ἄλοχοι καὶ νήπια τέκνα
137
εἵατ᾽ ἐνὶ μεγάροις ποτιδέγμεναι : ἄμμι δὲ ἔργον
138
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ᾽ ἱκόμεσθα.
139
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
140
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
141
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
142
ὣς φάτο , τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε
143
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν:
144
κινήθη δ᾽ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης
145
πόντου Ἰκαρίοιο , τὰ μέν τ᾽ Εὖρός τε Νότος τε
146
ὤρορ᾽ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.
147
ὡς δ᾽ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν
148
λάβρος ἐπαιγίζων , ἐπί τ᾽ ἠμύει ἀσταχύεσσιν,
149
ὣς τῶν πᾶσ᾽ ἀγορὴ κινήθη : τοὶ δ᾽ ἀλαλητῷ
150
νῆας ἔπ᾽ ἐσσεύοντο , ποδῶν δ᾽ ὑπένερθε κονίη
151
ἵστατ᾽ ἀειρομένη : τοὶ δ᾽ ἀλλήλοισι κέλευον
152
ἅπτεσθαι νηῶν ἠδ᾽ ἑλκέμεν εἰς ἅλα δῖαν,
153
οὐρούς τ᾽ ἐξεκάθαιρον : ἀϋτὴ δ᾽ οὐρανὸν ἷκεν
154
οἴκαδε ἱεμένων : ὑπὸ δ᾽ ᾕρεον ἕρματα νηῶν.
155
ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη
156
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν:
157
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
158
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
159
Ἀργεῖοι φεύξονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
160
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν
161
Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
162
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης:
163
ἀλλ᾽ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων:
164
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
165
μηδὲ ἔα νῆας ἅλα δ᾽ ἑλκέμεν ἀμφιελίσσας.
166
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,
167
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα:
168
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
169
εὗρεν ἔπειτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
170
ἑσταότ᾽ : οὐδ᾽ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης
171
ἅπτετ᾽ , ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν:
172
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη:
173
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ,
174
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
175
φεύξεσθ᾽ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,
176
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε
177
Ἀργείην Ἑλένην , ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν
178
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;
179
ἀλλ᾽ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν , μηδ᾽ ἔτ᾽ ἐρώει,
180
σοῖς δ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,
181
μηδὲ ἔα νῆας ἅλα δ᾽ ἑλκέμεν ἀμφιελίσσας.
182
ὣς φάθ᾽ , ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
183
βῆ δὲ θέειν , ἀπὸ δὲ χλαῖναν βάλε : τὴν δὲ κόμισσε
184
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει:
185
αὐτὸς δ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
186
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί:
187
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
188
ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
189
τὸν δ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς:
190
δαιμόνι᾽ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
191
ἀλλ᾽ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς:
192
οὐ γάρ πω σάφα οἶσθ᾽ οἷος νόος Ἀτρεΐωνος:
193
νῦν μὲν πειρᾶται , τάχα δ᾽ ἴψεται υἷας Ἀχαιῶν.
194
ἐν βουλῇ δ᾽ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
195
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν:
196
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
197
τιμὴ δ᾽ ἐκ Διός ἐστι , φιλεῖ δέ ἑ μητίετα Ζεύς.
198
ὃν δ᾽ αὖ δήμου τ᾽ ἄνδρα ἴδοι βοόωντά τ᾽ ἐφεύροι,
199
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ:
200
δαιμόνι᾽ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
201
οἳ σέο φέρτεροί εἰσι , σὺ δ᾽ ἀπτόλεμος καὶ ἄναλκις
202
οὔτέ ποτ᾽ ἐν πολέμῳ ἐναρίθμιος οὔτ᾽ ἐνὶ βουλῇ:
203
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾽ Ἀχαιοί:
204
οὐκ ἀγαθὸν πολυκοιρανίη : εἷς κοίρανος ἔστω,
205
εἷς βασιλεύς , ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
206
σκῆπτρόν τ᾽ ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσι.
207
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν : οἳ δ᾽ ἀγορὴν δὲ
208
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
209
ἠχῇ , ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
210
αἰγιαλῷ μεγάλῳ βρέμεται , σμαραγεῖ δέ τε πόντος.
211
ἄλλοι μέν ῥ᾽ ἕζοντο , ἐρήτυθεν δὲ καθ᾽ ἕδρας:
212
Θερσίτης δ᾽ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
213
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
214
μάψ , ἀτὰρ οὐ κατὰ κόσμον , ἐριζέμεναι βασιλεῦσιν,
215
ἀλλ᾽ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
216
ἔμμεναι : αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε:
217
φολκὸς ἔην , χωλὸς δ᾽ ἕτερον πόδα : τὼ δέ οἱ ὤμω
218
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε : αὐτὰρ ὕπερθε
219
φοξὸς ἔην κεφαλήν , ψεδνὴ δ᾽ ἐπενήνοθε λάχνη.
220
ἔχθιστος δ᾽ Ἀχιλῆϊ μάλιστ᾽ ἦν ἠδ᾽ Ὀδυσῆϊ:
221
τὼ γὰρ νεικείεσκε : τότ᾽ αὖτ᾽ Ἀγαμέμνονι δίῳ
222
ὀξέα κεκλήγων λέγ᾽ ὀνείδεα : τῷ δ᾽ ἄρ᾽ Ἀχαιοὶ
223
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ᾽ ἐνὶ θυμῷ.
224
αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ:
225
Ἀτρεΐδη τέο δ᾽ αὖτ᾽ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
226
πλεῖαί τοι χαλκοῦ κλισίαι , πολλαὶ δὲ γυναῖκες
227
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι , ἅς τοι Ἀχαιοὶ
228
πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν.
229
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι , ὅν κέ τις οἴσει
230
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
231
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,
232
ἠὲ γυναῖκα νέην , ἵνα μίσγεαι ἐν φιλότητι,
233
ἥν τ᾽ αὐτὸς ἀπονόσφι κατίσχεαι ; οὐ μὲν ἔοικεν
234
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
235
ὦ πέπονες κάκ᾽ ἐλέγχε᾽ Ἀχαιΐδες οὐκέτ᾽ Ἀχαιοὶ
236
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα , τόνδε δ᾽ ἐῶμεν
237
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν , ὄφρα ἴδηται
238
ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί:
239
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ᾽ ἀμείνονα φῶτα
240
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
241
ἀλλὰ μάλ᾽ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν , ἀλλὰ μεθήμων:
242
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο:
243
ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,
244
Θερσίτης : τῷ δ᾽ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,
245
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ:
246
Θερσῖτ᾽ ἀκριτόμυθε , λιγύς περ ἐὼν ἀγορητής,
247
ἴσχεο , μηδ᾽ ἔθελ᾽ οἶος ἐριζέμεναι βασιλεῦσιν:
248
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον
249
ἔμμεναι , ὅσσοι ἅμ᾽ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.
250
τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ᾽ ἔχων ἀγορεύοις,
251
καί σφιν ὀνείδεά τε προφέροις , νόστόν τε φυλάσσοις.
252
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,
253
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.
254
τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν
255
ἧσαι ὀνειδίζων , ὅτι οἱ μάλα πολλὰ διδοῦσιν
256
ἥρωες Δαναοί : σὺ δὲ κερτομέων ἀγορεύεις.
257
ἀλλ᾽ ἔκ τοι ἐρέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
258
εἴ κ᾽ ἔτι σ᾽ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,
259
μηκέτ᾽ ἔπειτ᾽ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,
260
μηδ᾽ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,
261
εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,
262
χλαῖνάν τ᾽ ἠδὲ χιτῶνα , τά τ᾽ αἰδῶ ἀμφικαλύπτει,
263
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω
264
πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.
265
ὣς ἄρ᾽ ἔφη , σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω
266
πλῆξεν : ὃ δ᾽ ἰδνώθη , θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ:
267
σμῶδιξ δ᾽ αἱματόεσσα μεταφρένου ἐξυπανέστη
268
σκήπτρου ὕπο χρυσέου : ὃ δ᾽ ἄρ᾽ ἕζετο τάρβησέν τε,
269
ἀλγήσας δ᾽ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.
270
οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν:
271
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
272
ὢ πόποι ἦ δὴ μυρί᾽ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
273
βουλάς τ᾽ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων:
274
νῦν δὲ τόδε μέγ᾽ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
275
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ᾽ ἀγοράων.
276
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
277
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
278
ὣς φάσαν ἣ πληθύς : ἀνὰ δ᾽ ὃ πτολίπορθος Ὀδυσσεὺς
279
ἔστη σκῆπτρον ἔχων : παρὰ δὲ γλαυκῶπις Ἀθήνη
280
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
281
ὡς ἅμα θ᾽ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
282
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν:
283
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
284
Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
285
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
286
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
287
ἐνθάδ᾽ ἔτι στείχοντες ἀπ᾽ Ἄργεος ἱπποβότοιο
288
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.
289
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
290
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
291
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:
292
καὶ γάρ τίς θ᾽ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
293
ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ , ὅν περ ἄελλαι
294
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα:
295
ἡμῖν δ᾽ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
296
ἐνθάδε μιμνόντεσσι : τὼ οὐ νεμεσίζομ᾽ Ἀχαιοὺς
297
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν : ἀλλὰ καὶ ἔμπης
298
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
299
τλῆτε φίλοι , καὶ μείνατ᾽ ἐπὶ χρόνον ὄφρα δαῶμεν
300
ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.
301
εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν , ἐστὲ δὲ πάντες
302
μάρτυροι , οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι:
303
χθιζά τε καὶ πρωΐζ᾽ ὅτ᾽ ἐς Αὐλίδα νῆες Ἀχαιῶν
304
ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,
305
ἡμεῖς δ᾽ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς
306
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας
307
καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ:
308
ἔνθ᾽ ἐφάνη μέγα σῆμα : δράκων ἐπὶ νῶτα δαφοινὸς
309
σμερδαλέος , τόν ῥ᾽ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,
310
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.
311
ἔνθα δ᾽ ἔσαν στρουθοῖο νεοσσοί , νήπια τέκνα,
312
ὄζῳ ἐπ᾽ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες
313
ὀκτώ , ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα:
314
ἔνθ᾽ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας:
315
μήτηρ δ᾽ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα:
316
τὴν δ᾽ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.
317
αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,
318
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε:
319
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω:
320
ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.
321
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ᾽ ἑκατόμβας,
322
Κάλχας δ᾽ αὐτίκ᾽ ἔπειτα θεοπροπέων ἀγόρευε:
323
τίπτ᾽ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;
324
ἡμῖν μὲν τόδ᾽ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς
325
ὄψιμον ὀψιτέλεστον , ὅου κλέος οὔ ποτ᾽ ὀλεῖται.
326
ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν
327
ὀκτώ , ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,
328
ὣς ἡμεῖς τοσσαῦτ᾽ ἔτεα πτολεμίξομεν αὖθι,
329
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.
330
κεῖνος τὼς ἀγόρευε : τὰ δὴ νῦν πάντα τελεῖται.
331
ἀλλ᾽ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
332
αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
333
ὣς ἔφατ᾽ , Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον , ἀμφὶ δὲ νῆες
334
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν,
335
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο:
336
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
337
ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
338
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
339
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ᾽ ἀνδρῶν
341
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαί , ᾗς ἐπέπιθμεν:
342
αὔτως γὰρ ἐπέεσσ᾽ ἐριδαίνομεν , οὐδέ τι μῆχος
343
εὑρέμεναι δυνάμεσθα , πολὺν χρόνον ἐνθάδ᾽ ἐόντες.
344
Ἀτρεΐδη σὺ δ᾽ ἔθ᾽ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345
ἄρχευ᾽ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
346
τούσδε δ᾽ ἔα φθινύθειν ἕνα καὶ δύο , τοί κεν Ἀχαιῶν
347
νόσφιν βουλεύωσ᾽ : ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτῶν:
348
πρὶν Ἄργος δ᾽ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
349
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
350
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
351
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
352
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
353
ἀστράπτων ἐπιδέξι᾽ ἐναίσιμα σήματα φαίνων.
354
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
355
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
356
τίσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
357
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
358
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
359
ὄφρα πρόσθ᾽ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
360
ἀλλὰ ἄναξ αὐτός τ᾽ εὖ μήδεο πείθεό τ᾽ ἄλλῳ:
361
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω:
362
κρῖν᾽ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
363
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ , φῦλα δὲ φύλοις.
364
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
365
γνώσῃ ἔπειθ᾽ ὅς θ᾽ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
366
ἠδ᾽ ὅς κ᾽ ἐσθλὸς ἔῃσι : κατὰ σφέας γὰρ μαχέονται.
367
γνώσεαι δ᾽ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
368
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
369
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
370
ἦ μὰν αὖτ᾽ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
371
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
372
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν:
373
τώ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
374
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
375
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν,
376
ὅς με μετ᾽ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
377
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ᾽ εἵνεκα κούρης
378
ἀντιβίοις ἐπέεσσιν , ἐγὼ δ᾽ ἦρχον χαλεπαίνων:
379
εἰ δέ ποτ᾽ ἔς γε μίαν βουλεύσομεν , οὐκέτ᾽ ἔπειτα
380
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ᾽ ἠβαιόν.
381
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
382
εὖ μέν τις δόρυ θηξάσθω , εὖ δ᾽ ἀσπίδα θέσθω,
383
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
384
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
385
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ᾽ Ἄρηϊ.
386
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ᾽ ἠβαιὸν
387
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
388
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
389
ἀσπίδος ἀμφιβρότης , περὶ δ᾽ ἔγχεϊ χεῖρα καμεῖται:
390
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.
391
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
392
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν , οὔ οἱ ἔπειτα
393
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ᾽ οἰωνούς.
394
ὣς ἔφατ᾽ , Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον ὡς ὅτε κῦμα
395
ἀκτῇ ἐφ᾽ ὑψηλῇ , ὅτε κινήσῃ Νότος ἐλθών,
396
προβλῆτι σκοπέλῳ : τὸν δ᾽ οὔ ποτε κύματα λείπει
397
παντοίων ἀνέμων , ὅτ᾽ ἂν ἔνθ᾽ ἢ ἔνθα γένωνται.
398
ἀνστάντες δ᾽ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
399
κάπνισσάν τε κατὰ κλισίας , καὶ δεῖπνον ἕλοντο.
400
ἄλλος δ᾽ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
401
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
402
αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
403
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
404
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
405
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
406
αὐτὰρ ἔπειτ᾽ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
407
ἕκτον δ᾽ αὖτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
408
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος:
409
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
410
βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο:
411
τοῖσιν δ᾽ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων:
412
Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
413
μὴ πρὶν ἐπ᾽ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
414
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
415
αἰθαλόεν , πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
416
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
417
χαλκῷ ῥωγαλέον : πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
418
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
419
ὣς ἔφατ᾽ , οὐδ᾽ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
420
ἀλλ᾽ ὅ γε δέκτο μὲν ἱρά , πόνον δ᾽ ἀμέγαρτον ὄφελλεν.
421
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
422
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
423
μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
424
δίπτυχα ποιήσαντες , ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
425
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
426
σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
427
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
428
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
429
ὤπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα.
430
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
431
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
432
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
433
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
434
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
435
μηκέτι νῦν δήθ᾽ αὖθι λεγώμεθα , μηδ᾽ ἔτι δηρὸν
436
ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.
437
ἀλλ᾽ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
438
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
439
ἡμεῖς δ᾽ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
440
ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
441
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
442
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
443
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς:
444
οἳ μὲν ἐκήρυσσον , τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
445
οἳ δ᾽ ἀμφ᾽ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
446
θῦνον κρίνοντες , μετὰ δὲ γλαυκῶπις Ἀθήνη
447
αἰγίδ᾽ ἔχουσ᾽ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
448
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
449
πάντες ἐϋπλεκέες , ἑκατόμβοιος δὲ ἕκαστος:
450
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν
451
ὀτρύνουσ᾽ ἰέναι : ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ
452
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
453
τοῖσι δ᾽ ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
454
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
455
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην
456
οὔρεος ἐν κορυφῇς , ἕκαθεν δέ τε φαίνεται αὐγή,
457
ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο
458
αἴγλη παμφανόωσα δι᾽ αἰθέρος οὐρανὸν ἷκε.
459
τῶν δ᾽ ὥς τ᾽ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ
460
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων
461
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα
462
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι
463
κλαγγηδὸν προκαθιζόντων , σμαραγεῖ δέ τε λειμών,
464
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
465
ἐς πεδίον προχέοντο Σκαμάνδριον : αὐτὰρ ὑπὸ χθὼν
466
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.
467
ἔσταν δ᾽ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι
468
μυρίοι , ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.
469
ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ
470
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν
471
ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,
472
τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ
473
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.
474
τοὺς δ᾽ ὥς τ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν αἰπόλοι ἄνδρες
475
ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,
476
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα
477
ὑσμίνην δ᾽ ἰέναι , μετὰ δὲ κρείων Ἀγαμέμνων
478
ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
479
Ἄρεϊ δὲ ζώνην , στέρνον δὲ Ποσειδάωνι.
480
ἠΰτε βοῦς ἀγέληφι μέγ᾽ ἔξοχος ἔπλετο πάντων
481
ταῦρος : ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι:
482
τοῖον ἄρ᾽ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ
483
ἐκπρεπέ᾽ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.
484
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι:
485
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,
486
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν:
487
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν:
488
πληθὺν δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
489
οὐδ᾽ εἴ μοι δέκα μὲν γλῶσσαι , δέκα δὲ στόματ᾽ εἶεν,
490
φωνὴ δ᾽ ἄρρηκτος , χάλκεον δέ μοι ἦτορ ἐνείη,
491
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο
492
θυγατέρες μνησαίαθ᾽ ὅσοι ὑπὸ Ἴλιον ἦλθον:
493
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.
494
Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον
495
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,
496
οἵ θ᾽ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν
497
Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ᾽ Ἐτεωνόν,
498
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,
499
οἵ τ᾽ ἀμφ᾽ Ἅρμ᾽ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,
500
οἵ τ᾽ Ἐλεῶν᾽ εἶχον ἠδ᾽ Ὕλην καὶ Πετεῶνα,
501
Ὠκαλέην Μεδεῶνά τ᾽ ἐϋκτίμενον πτολίεθρον,
502
Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,
503
οἵ τε Κορώνειαν καὶ ποιήενθ᾽ Ἁλίαρτον,
504
οἵ τε Πλάταιαν ἔχον ἠδ᾽ οἳ Γλισᾶντ᾽ ἐνέμοντο,
505
οἵ θ᾽ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,
506
Ὀγχηστόν θ᾽ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,
507
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον , οἵ τε Μίδειαν
508
Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ᾽ ἐσχατόωσαν:
509
τῶν μὲν πεντήκοντα νέες κίον , ἐν δὲ ἑκάστῃ
510
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.
511
οἳ δ᾽ Ἀσπληδόνα ναῖον ἰδ᾽ Ὀρχομενὸν Μινύειον,
512
τῶν ἦρχ᾽ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος
513
οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,
514
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα
515
Ἄρηϊ κρατερῷ : ὃ δέ οἱ παρελέξατο λάθρῃ:
516
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
517
αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον
518
υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,
519
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν
520
Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,
521
οἵ τ᾽ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,
522
οἵ τ᾽ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,
523
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο:
524
τοῖς δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
525
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,
526
Βοιωτῶν δ᾽ ἔμπλην ἐπ᾽ ἀριστερὰ θωρήσσοντο.
527
Λοκρῶν δ᾽ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
528
μείων , οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
529
ἀλλὰ πολὺ μείων : ὀλίγος μὲν ἔην λινοθώρηξ,
530
ἐγχείῃ δ᾽ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς:
531
οἳ Κῦνόν τ᾽ ἐνέμοντ᾽ Ὀπόεντά τε Καλλίαρόν τε
532
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
533
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα:
534
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
535
Λοκρῶν , οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.
536
οἳ δ᾽ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
537
Χαλκίδα τ᾽ Εἰρέτριάν τε πολυστάφυλόν θ᾽ Ἱστίαιαν
538
Κήρινθόν τ᾽ ἔφαλον Δίου τ᾽ αἰπὺ πτολίεθρον,
539
οἵ τε Κάρυστον ἔχον ἠδ᾽ οἳ Στύρα ναιετάασκον,
540
τῶν αὖθ᾽ ἡγεμόνευ᾽ Ἐλεφήνωρ ὄζος Ἄρηος
541
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
542
τῷ δ᾽ ἅμ᾽ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
543
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
544
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι:
545
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
546
οἳ δ᾽ ἄρ᾽ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
547
δῆμον Ἐρεχθῆος μεγαλήτορος , ὅν ποτ᾽ Ἀθήνη
548
θρέψε Διὸς θυγάτηρ , τέκε δὲ ζείδωρος ἄρουρα,
549
κὰδ δ᾽ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ:
550
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται
551
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν:
552
τῶν αὖθ᾽ ἡγεμόνευ᾽ υἱὸς Πετεῶο Μενεσθεύς.
553
τῷ δ᾽ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ᾽ ἀνὴρ
554
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας:
555
Νέστωρ οἶος ἔριζεν : ὃ γὰρ προγενέστερος ἦεν:
556
τῷ δ᾽ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.
557
Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
558
στῆσε δ᾽ ἄγων ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες.
559
οἳ δ᾽ Ἄργός τ᾽ εἶχον Τίρυνθά τε τειχιόεσσαν
560
Ἑρμιόνην Ἀσίνην τε , βαθὺν κατὰ κόλπον ἐχούσας,
561
Τροιζῆν᾽ Ἠϊόνας τε καὶ ἀμπελόεντ᾽ Ἐπίδαυρον,
562
οἵ τ᾽ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,
563
τῶν αὖθ᾽ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης
564
καὶ Σθένελος , Καπανῆος ἀγακλειτοῦ φίλος υἱός:
565
τοῖσι δ᾽ ἅμ᾽ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς
566
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος:
567
συμπάντων δ᾽ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης:
568
τοῖσι δ᾽ ἅμ᾽ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
569
οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
570
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,
571
Ὀρνειάς τ᾽ ἐνέμοντο Ἀραιθυρέην τ᾽ ἐρατεινὴν
572
καὶ Σικυῶν᾽ , ὅθ᾽ ἄρ᾽ Ἄδρηστος πρῶτ᾽ ἐμβασίλευεν,
573
οἵ θ᾽ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν
574
Πελλήνην τ᾽ εἶχον ἠδ᾽ Αἴγιον ἀμφενέμοντο
575
Αἰγιαλόν τ᾽ ἀνὰ πάντα καὶ ἀμφ᾽ Ἑλίκην εὐρεῖαν,
576
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων
577
Ἀτρεΐδης : ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
578
λαοὶ ἕποντ᾽ : ἐν δ᾽ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν
579
κυδιόων , πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν
580
οὕνεκ᾽ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.
581
οἳ δ᾽ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,
582
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,
583
Βρυσειάς τ᾽ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,
584
οἵ τ᾽ ἄρ᾽ Ἀμύκλας εἶχον Ἕλος τ᾽ ἔφαλον πτολίεθρον,
585
οἵ τε Λάαν εἶχον ἠδ᾽ Οἴτυλον ἀμφενέμοντο,
586
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος
587
ἑξήκοντα νεῶν : ἀπάτερθε δὲ θωρήσσοντο:
588
ἐν δ᾽ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς
589
ὀτρύνων πόλεμον δέ : μάλιστα δὲ ἵετο θυμῷ
590
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.
591
οἳ δὲ Πύλον τ᾽ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν
592
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ
593
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον
594
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον , ἔνθά τε Μοῦσαι
595
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς
596
Οἰχαλίηθεν ἰόντα παρ᾽ Εὐρύτου Οἰχαλιῆος:
597
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ
598
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο:
599
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν , αὐτὰρ ἀοιδὴν
600
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν:
601
τῶν αὖθ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ:
602
τῷ δ᾽ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
603
οἳ δ᾽ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ
604
Αἰπύτιον παρὰ τύμβον ἵν᾽ ἀνέρες ἀγχιμαχηταί,
605
οἳ Φενεόν τ᾽ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον
606
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην
607
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν
608
Στύμφηλόν τ᾽ εἶχον καὶ Παρρασίην ἐνέμοντο,
609
τῶν ἦρχ᾽ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ
610
ἑξήκοντα νεῶν : πολέες δ᾽ ἐν νηῒ ἑκάστῃ
611
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
612
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
613
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
614
Ἀτρεΐδης , ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
615
οἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον
616
ὅσσον ἐφ᾽ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
617
πέτρη τ᾽ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
618
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν , δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ
619
νῆες ἕποντο θοαί , πολέες δ᾽ ἔμβαινον Ἐπειοί.
620
τῶν μὲν ἄρ᾽ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
621
υἷες ὃ μὲν Κτεάτου , ὃ δ᾽ ἄρ᾽ Εὐρύτου , Ἀκτορίωνε:
622
τῶν δ᾽ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης:
623
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
624
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
625
οἳ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων
626
νήσων , αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
627
τῶν αὖθ᾽ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
628
Φυλεΐδης , ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
629
ὅς ποτε Δουλίχιον δ᾽ ἀπενάσσατο πατρὶ χολωθείς:
630
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
631
αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
632
οἵ ῥ᾽ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
633
καὶ Κροκύλει᾽ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
634
οἵ τε Ζάκυνθον ἔχον ἠδ᾽ οἳ Σάμον ἀμφενέμοντο,
635
οἵ τ᾽ ἤπειρον ἔχον ἠδ᾽ ἀντιπέραι᾽ ἐνέμοντο:
636
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος:
637
τῷ δ᾽ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
638
Αἰτωλῶν δ᾽ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,
639
οἳ Πλευρῶν᾽ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
640
Χαλκίδα τ᾽ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν:
641
οὐ γὰρ ἔτ᾽ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
642
οὐδ᾽ ἄρ᾽ ἔτ᾽ αὐτὸς ἔην , θάνε δὲ ξανθὸς Μελέαγρος:
643
τῷ δ᾽ ἐπὶ πάντ᾽ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι:
644
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
645
Κρητῶν δ᾽ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,
646
οἳ Κνωσόν τ᾽ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
647
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
648
Φαιστόν τε Ῥύτιόν τε , πόλεις εὖ ναιετοώσας,
649
ἄλλοι θ᾽ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
650
τῶν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε
651
Μηριόνης τ᾽ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ:
652
τοῖσι δ᾽ ἅμ᾽ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
653
Τληπόλεμος δ᾽ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
654
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
655
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες
656
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
657
τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
658
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
659
τὴν ἄγετ᾽ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
660
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.
661
Τληπόλεμος δ᾽ ἐπεὶ οὖν τράφ᾽ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
662
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
663
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος:
664
αἶψα δὲ νῆας ἔπηξε , πολὺν δ᾽ ὅ γε λαὸν ἀγείρας
665
βῆ φεύγων ἐπὶ πόντον : ἀπείλησαν γάρ οἱ ἄλλοι
666
υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
667
αὐτὰρ ὅ γ᾽ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων:
668
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν , ἠδὲ φίληθεν
669
ἐκ Διός , ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,
670
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.
671
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας
672
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ᾽ ἄνακτος
673
Νιρεύς , ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε
674
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα:
675
ἀλλ᾽ ἀλαπαδνὸς ἔην , παῦρος δέ οἱ εἵπετο λαός.
676
οἳ δ᾽ ἄρα Νίσυρόν τ᾽ εἶχον Κράπαθόν τε Κάσον τε
677
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,
678
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην
679
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος:
680
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
681
νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,
682
οἵ τ᾽ Ἄλον οἵ τ᾽ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,
683
οἵ τ᾽ εἶχον Φθίην ἠδ᾽ Ἑλλάδα καλλιγύναικα,
684
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
685
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.
686
ἀλλ᾽ οἵ γ᾽ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο:
687
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο:
688
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς
689
κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,
690
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας
691
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,
692
κὰδ δὲ Μύνητ᾽ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,
693
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος:
694
τῆς ὅ γε κεῖτ᾽ ἀχέων , τάχα δ᾽ ἀνστήσεσθαι ἔμελλεν.
695
οἳ δ᾽ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα
696
Δήμητρος τέμενος , Ἴτωνά τε μητέρα μήλων,
697
ἀγχίαλόν τ᾽ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,
698
τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε
699
ζωὸς ἐών : τότε δ᾽ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.
700
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
701
καὶ δόμος ἡμιτελής : τὸν δ᾽ ἔκτανε Δάρδανος ἀνὴρ
702
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.
703
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν , πόθεόν γε μὲν ἀρχόν:
704
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος
705
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο
706
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου
707
ὁπλότερος γενεῇ : ὁ δ᾽ ἅμα πρότερος καὶ ἀρείων
708
ἥρως Πρωτεσίλαος ἀρήϊος : οὐδέ τι λαοὶ
709
δεύονθ᾽ ἡγεμόνος , πόθεόν γε μὲν ἐσθλὸν ἐόντα:
710
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
711
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην
712
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,
713
τῶν ἦρχ᾽ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν
714
Εὔμηλος , τὸν ὑπ᾽ Ἀδμήτῳ τέκε δῖα γυναικῶν
715
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.
716
οἳ δ᾽ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο
717
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,
718
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς
719
ἑπτὰ νεῶν : ἐρέται δ᾽ ἐν ἑκάστῃ πεντήκοντα
720
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.
721
ἀλλ᾽ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ᾽ ἄλγεα πάσχων
722
Λήμνῳ ἐν ἠγαθέῃ , ὅθι μιν λίπον υἷες Ἀχαιῶν
723
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου:
724
ἔνθ᾽ ὅ γε κεῖτ᾽ ἀχέων : τάχα δὲ μνήσεσθαι ἔμελλον
725
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.
726
οὐδὲ μὲν οὐδ᾽ οἳ ἄναρχοι ἔσαν , πόθεόν γε μὲν ἀρχόν:
727
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,
728
τόν ῥ᾽ ἔτεκεν Ῥήνη ὑπ᾽ Ὀϊλῆϊ πτολιπόρθῳ.
729
οἳ δ᾽ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
730
οἵ τ᾽ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,
731
τῶν αὖθ᾽ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
732
ἰητῆρ᾽ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων:
733
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
734
οἳ δ᾽ ἔχον Ὀρμένιον , οἵ τε κρήνην Ὑπέρειαν,
735
οἵ τ᾽ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,
736
τῶν ἦρχ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός:
737
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
738
οἳ δ᾽ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
739
Ὄρθην Ἠλώνην τε πόλιν τ᾽ Ὀλοοσσόνα λευκήν,
740
τῶν αὖθ᾽ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης
741
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς:
742
τόν ῥ᾽ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
743
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
744
τοὺς δ᾽ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν:
745
οὐκ οἶος , ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος
746
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο:
747
τοῖς δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
748
Γουνεὺς δ᾽ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας:
749
τῷ δ᾽ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
750
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί᾽ ἔθεντο,
751
οἵ τ᾽ ἀμφ᾽ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
752
ὅς ῥ᾽ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
753
οὐδ᾽ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
754
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ᾽ ἔλαιον:
755
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.
756
Μαγνήτων δ᾽ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
757
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον
758
ναίεσκον : τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,
759
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
760
οὗτοι ἄρ᾽ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν:
761
τίς τὰρ τῶν ὄχ᾽ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα
762
αὐτῶν ἠδ᾽ ἵππων , οἳ ἅμ᾽ Ἀτρεΐδῃσιν ἕποντο.
763
ἵπποι μὲν μέγ᾽ ἄρισται ἔσαν Φηρητιάδαο,
764
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς
765
ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας:
766
τὰς ἐν Πηρείῃ θρέψ᾽ ἀργυρότοξος Ἀπόλλων
767
ἄμφω θηλείας , φόβον Ἄρηος φορεούσας.
768
ἀνδρῶν αὖ μέγ᾽ ἄριστος ἔην Τελαμώνιος Αἴας
769
ὄφρ᾽ Ἀχιλεὺς μήνιεν : ὃ γὰρ πολὺ φέρτατος ἦεν,
770
ἵπποι θ᾽ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.
771
ἀλλ᾽ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
772
κεῖτ᾽ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν
773
Ἀτρεΐδῃ : λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης
774
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
775
τόξοισίν θ᾽ : ἵπποι δὲ παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος
776
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον
777
ἕστασαν : ἅρματα δ᾽ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων
778
ἐν κλισίῃς : οἳ δ᾽ ἀρχὸν ἀρηΐφιλον ποθέοντες
779
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.
780
οἳ δ᾽ ἄρ᾽ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο:
781
γαῖα δ᾽ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ
782
χωομένῳ ὅτε τ᾽ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ
783
εἰν Ἀρίμοις , ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:
784
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα
785
ἐρχομένων : μάλα δ᾽ ὦκα διέπρησσον πεδίοιο.
786
Τρωσὶν δ᾽ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις
787
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ:
788
οἳ δ᾽ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι
789
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες:
790
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις:
791
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,
792
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς
793
τύμβῳ ἐπ᾽ ἀκροτάτῳ Αἰσυήταο γέροντος,
794
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί:
795
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις:
796
ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,
797
ὥς ποτ᾽ ἐπ᾽ εἰρήνης : πόλεμος δ᾽ ἀλίαστος ὄρωρεν.
798
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,
799
ἀλλ᾽ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα:
800
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
801
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.
802
Ἕκτορ σοὶ δὲ μάλιστ᾽ ἐπιτέλλομαι , ὧδε δὲ ῥέξαι:
803
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,
804
ἄλλη δ᾽ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων:
805
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,
806
τῶν δ᾽ ἐξηγείσθω κοσμησάμενος πολιήτας.
807
ὣς ἔφαθ᾽ , Ἕκτωρ δ᾽ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,
808
αἶψα δ᾽ ἔλυσ᾽ ἀγορήν : ἐπὶ τεύχεα δ᾽ ἐσσεύοντο:
809
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι , ἐκ δ᾽ ἔσσυτο λαὸς
810
πεζοί θ᾽ ἱππῆές τε : πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
811
ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη
812
ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,
813
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,
814
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης:
815
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ᾽ ἐπίκουροι.
816
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ
817
Πριαμίδης : ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι
818
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.
819
Δαρδανίων αὖτ᾽ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
820
Αἰνείας , τὸν ὑπ᾽ Ἀγχίσῃ τέκε δῖ᾽ Ἀφροδίτη
821
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,
822
οὐκ οἶος , ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
823
Ἀρχέλοχός τ᾽ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
824
οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης
825
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
826
Τρῶες , τῶν αὖτ᾽ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς
827
Πάνδαρος , ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.
828
οἳ δ᾽ Ἀδρήστειάν τ᾽ εἶχον καὶ δῆμον Ἀπαισοῦ
829
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,
830
τῶν ἦρχ᾽ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ
831
υἷε δύω Μέροπος Περκωσίου , ὃς περὶ πάντων
832
ᾔδεε μαντοσύνας , οὐδὲ οὓς παῖδας ἔασκε
833
στείχειν ἐς πόλεμον φθισήνορα : τὼ δέ οἱ οὔ τι
834
πειθέσθην : κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
835
οἳ δ᾽ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο
836
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,
837
τῶν αὖθ᾽ Ὑρτακίδης ἦρχ᾽ Ἄσιος ὄρχαμος ἀνδρῶν,
838
Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι
839
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
840
Ἱππόθοος δ᾽ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
841
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον:
842
τῶν ἦρχ᾽ Ἱππόθοός τε Πύλαιός τ᾽ ὄζος Ἄρηος,
843
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.
844
αὐτὰρ Θρήϊκας ἦγ᾽ Ἀκάμας καὶ Πείροος ἥρως
845
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.
846
Εὔφημος δ᾽ ἀρχὸς Κικόνων ἦν αἰχμητάων
847
υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.
848
αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους
849
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρὺ ῥέοντος,
850
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.
851
Παφλαγόνων δ᾽ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
852
ἐξ Ἐνετῶν , ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
853
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
854
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ᾽ ἔναιον
855
Κρῶμνάν τ᾽ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
856
αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
857
τηλόθεν ἐξ Ἀλύβης , ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
858
Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής:
859
ἀλλ᾽ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
860
ἀλλ᾽ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
861
ἐν ποταμῷ , ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
862
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
863
τῆλ᾽ ἐξ Ἀσκανίης : μέμασαν δ᾽ ὑσμῖνι μάχεσθαι.
864
Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
865
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,
866
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
867
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
868
οἳ Μίλητον ἔχον Φθιρῶν τ᾽ ὄρος ἀκριτόφυλλον
869
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ᾽ αἰπεινὰ κάρηνα:
870
τῶν μὲν ἄρ᾽ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,
871
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,
872
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ᾽ ἴεν ἠΰτε κούρη
873
νήπιος , οὐδέ τί οἱ τό γ᾽ ἐπήρκεσε λυγρὸν ὄλεθρον,
874
ἀλλ᾽ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
875
ἐν ποταμῷ , χρυσὸν δ᾽ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.
876
Σαρπηδὼν δ᾽ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων
877
τηλόθεν ἐκ Λυκίης , Ξάνθου ἄπο δινήεντος.