Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο:
2
Πάτροκλος δ᾽ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
3
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,
4
ἥ τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
5
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,
6
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
7
τίπτε δεδάκρυσαι Πατρόκλεες , ἠΰτε κούρη
8
νηπίη , ἥ θ᾽ ἅμα μητρὶ θέουσ᾽ ἀνελέσθαι ἀνώγει
9
εἱανοῦ ἁπτομένη , καί τ᾽ ἐσσυμένην κατερύκει,
10
δακρυόεσσα δέ μιν ποτιδέρκεται , ὄφρ᾽ ἀνέληται:
11
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.
12
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι , ἢ ἐμοὶ αὐτῷ,
13
ἦέ τιν᾽ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;
14
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,
15
ζώει δ᾽ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;
16
τῶν κε μάλ᾽ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
17
ἦε σύ γ᾽ Ἀργείων ὀλοφύρεαι , ὡς ὀλέκονται
18
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;
19
ἐξαύδα , μὴ κεῦθε νόῳ , ἵνα εἴδομεν ἄμφω.
20
τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ:
21
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ᾽ Ἀχαιῶν
22
μὴ νεμέσα : τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
23
οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ἦσαν ἄριστοι,
24
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
25
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
26
οὔτασται δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἠδ᾽ Ἀγαμέμνων,
27
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.
28
τοὺς μέν τ᾽ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται
29
ἕλκε᾽ ἀκειόμενοι : σὺ δ᾽ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.
30
μὴ ἐμέ γ᾽ οὖν οὗτός γε λάβοι χόλος , ὃν σὺ φυλάσσεις
31
αἰναρέτη : τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ
32
αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;
33
νηλεές , οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
34
οὐδὲ Θέτις μήτηρ : γλαυκὴ δέ σε τίκτε θάλασσα
35
πέτραι τ᾽ ἠλίβατοι , ὅτι τοι νόος ἐστὶν ἀπηνής.
36
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις
37
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
38
ἀλλ᾽ ἐμέ περ πρόες ὦχ᾽ , ἃμα δ᾽ ἄλλον λαὸν ὄπασσον
39
Μυρμιδόνων , ἤν πού τι φόως Δαναοῖσι γένωμαι.
40
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι,
41
αἴ κ᾽ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
42
Τρῶες , ἀναπνεύσωσι δ᾽ Ἀρήϊοι υἷες Ἀχαιῶν
43
τειρόμενοι : ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.
44
ῥεῖα δέ κ᾽ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
45
ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
46
ὣς φάτο λισσόμενος μέγα νήπιος : ἦ γὰρ ἔμελλεν
47
οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
48
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
49
ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες:
50
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
51
οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ:
52
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
53
ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
54
καὶ γέρας ἂψ ἀφελέσθαι , ὅ τε κράτεϊ προβεβήκῃ:
55
αἰνὸν ἄχος τό μοί ἐστιν , ἐπεὶ πάθον ἄλγεα θυμῷ.
56
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
57
δουρὶ δ᾽ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
58
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
59
Ἀτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην.
60
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν : οὐδ᾽ ἄρα πως ἦν
61
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν : ἤτοι ἔφην γε
62
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν , ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ
63
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.
64
τύνη δ᾽ ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,
65
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι,
66
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
67
νηυσὶν ἐπικρατέως , οἳ δὲ ῥηγμῖνι θαλάσσης
68
κεκλίαται , χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
69
Ἀργεῖοι , Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
70
θάρσυνος : οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον
71
ἐγγύθι λαμπομένης : τάχα κεν φεύγοντες ἐναύλους
72
πλήσειαν νεκύων , εἴ μοι κρείων Ἀγαμέμνων
73
ἤπια εἰδείη : νῦν δὲ στρατὸν ἀμφιμάχονται.
74
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι
75
μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι:
76
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος
77
ἐχθρῆς ἐκ κεφαλῆς : ἀλλ᾽ Ἕκτορος ἀνδροφόνοιο
78
Τρωσὶ κελεύοντος περιάγνυται , οἳ δ᾽ ἀλαλητῷ
79
πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.
80
ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
81
ἔμπεσ᾽ ἐπικρατέως , μὴ δὴ πυρὸς αἰθομένοιο
82
νῆας ἐνιπρήσωσι , φίλον δ᾽ ἀπὸ νόστον ἕλωνται.
83
πείθεο δ᾽ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
84
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
85
πρὸς πάντων Δαναῶν , ἀτὰρ οἳ περικαλλέα κούρην
86
ἂψ ἀπονάσσωσιν , ποτὶ δ᾽ ἀγλαὰ δῶρα πόρωσιν.
87
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν : εἰ δέ κεν αὖ τοι
88
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
89
μὴ σύ γ᾽ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
90
Τρωσὶ φιλοπτολέμοισιν : ἀτιμότερον δέ με θήσεις:
91
μὴ δ᾽ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
92
Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
93
μή τις ἀπ᾽ Οὐλύμποιο θεῶν αἰειγενετάων
94
ἐμβήῃ : μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων:
95
ἀλλὰ πάλιν τρωπᾶσθαι , ἐπὴν φάος ἐν νήεσσι
96
θήῃς , τοὺς δ᾽ ἔτ᾽ ἐᾶν πεδίον κάτα δηριάασθαι.
97
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
98
μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
99
μήτέ τις Ἀργείων , νῶϊν δ᾽ ἐκδῦμεν ὄλεθρον,
100
ὄφρ᾽ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.
101
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
102
Αἴας δ᾽ οὐκ ἔτ᾽ ἔμιμνε : βιάζετο γὰρ βελέεσσι:
103
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
104
βάλλοντες : δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
105
πήληξ βαλλομένη καναχὴν ἔχε , βάλλετο δ᾽ αἰεὶ
106
κὰπ φάλαρ᾽ εὐποίηθ᾽ : ὃ δ᾽ ἀριστερὸν ὦμον ἔκαμνεν
107
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον : οὐδὲ δύναντο
108
ἀμφ᾽ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
109
αἰεὶ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι , κὰδ δέ οἱ ἱδρὼς
110
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν , οὐδέ πῃ εἶχεν
111
ἀμπνεῦσαι : πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
112
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι,
113
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
114
Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
115
πλῆξ᾽ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
116
ἀντικρὺ δ᾽ ἀπάραξε : τὸ μὲν Τελαμώνιος Αἴας
117
πῆλ᾽ αὔτως ἐν χειρὶ κόλον δόρυ , τῆλε δ᾽ ἀπ᾽ αὐτοῦ
118
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
119
γνῶ δ᾽ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
120
ἔργα θεῶν , ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε
121
Ζεὺς ὑψιβρεμέτης , Τρώεσσι δὲ βούλετο νίκην:
122
χάζετο δ᾽ ἐκ βελέων . τοὶ δ᾽ ἔμβαλον ἀκάματον πῦρ
123
νηῒ θοῇ : τῆς δ᾽ αἶψα κατ᾽ ἀσβέστη κέχυτο φλόξ.
124
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν : αὐτὰρ Ἀχιλλεὺς
125
μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν:
126
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε:
127
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν:
128
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται:
129
δύσεο τεύχεα θᾶσσον , ἐγὼ δέ κε λαὸν ἀγείρω.
130
ὣς φάτο , Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ.
131
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
132
καλάς , ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:
133
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
134
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.
135
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον
136
χάλκεον , αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε:
137
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
138
ἵππουριν : δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
139
εἵλετο δ᾽ ἄλκιμα δοῦρε , τά οἱ παλάμηφιν ἀρήρει.
140
ἔγχος δ᾽ οὐχ ἕλετ᾽ οἶον ἀμύμονος Αἰακίδαο
141
βριθὺ μέγα στιβαρόν : τὸ μὲν οὐ δύνατ᾽ ἄλλος Ἀχαιῶν
142
πάλλειν , ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς
143
Πηλιάδα μελίην , τὴν πατρὶ φίλῳ πόρε Χείρων
144
Πηλίου ἐκ κορυφῆς , φόνον ἔμμεναι ἡρώεσσιν.
145
ἵππους δ᾽ Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε,
146
τὸν μετ᾽ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,
147
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.
148
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
149
Ξάνθον καὶ Βαλίον , τὼ ἅμα πνοιῇσι πετέσθην,
150
τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
151
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
152
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,
153
τόν ῥά ποτ᾽ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ᾽ Ἀχιλλεύς,
154
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ᾽ ἵπποις ἀθανάτοισι.
155
Μυρμιδόνας δ᾽ ἄρ᾽ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
156
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν : οἳ δὲ λύκοι ὣς
157
ὠμοφάγοι , τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,
158
οἵ τ᾽ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
159
δάπτουσιν : πᾶσιν δὲ παρήϊον αἵματι φοινόν:
160
καί τ᾽ ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου
161
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
162
ἄκρον ἐρευγόμενοι φόνον αἵματος : ἐν δέ τε θυμὸς
163
στήθεσιν ἄτρομός ἐστι , περιστένεται δέ τε γαστήρ:
164
τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
165
ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
166
ῥώοντ᾽ : ἐν δ᾽ ἄρα τοῖσιν ἀρήϊος ἵστατ᾽ Ἀχιλλεύς,
167
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.
168
πεντήκοντ᾽ ἦσαν νῆες θοαί , ᾗσιν Ἀχιλλεὺς
169
ἐς Τροίην ἡγεῖτο Διῒ φίλος : ἐν δὲ ἑκάστῃ
170
πεντήκοντ᾽ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι:
171
πέντε δ᾽ ἄρ᾽ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει
172
σημαίνειν : αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.
173
τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ
174
υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο:
175
ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη
176
Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,
177
αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,
178
ὅς ῥ᾽ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.
179
τῆς δ᾽ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε
180
παρθένιος , τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
181
Φύλαντος θυγάτηρ : τῆς δὲ κρατὺς ἀργεϊφόντης
182
ἠράσατ᾽ , ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν
183
ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
184
αὐτίκα δ᾽ εἰς ὑπερῷ᾽ ἀναβὰς παρελέξατο λάθρῃ
185
Ἑρμείας ἀκάκητα , πόρεν δέ οἱ ἀγλαὸν υἱὸν
186
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
187
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
188
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,
189
τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
190
ἠγάγετο πρὸς δώματ᾽ , ἐπεὶ πόρε μυρία ἕδνα,
191
τὸν δ᾽ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ᾽ ἀτίταλλεν
192
ἀμφαγαπαζόμενος ὡς εἴ θ᾽ ἑὸν υἱὸν ἐόντα.
193
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε
194
Μαιμαλίδης , ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
195
ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον.
196
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,
197
πέμπτης δ᾽ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.
198
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ᾽ ἡγεμόνεσσιν Ἀχιλλεὺς
199
στῆσεν ἐῢ κρίνας , κρατερὸν δ᾽ ἐπὶ μῦθον ἔτελλε:
200
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
201
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
202
πάνθ᾽ ὑπὸ μηνιθμόν , καί μ᾽ ᾐτιάασθε ἕκαστος:
203
σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ᾽ ἔτρεφε μήτηρ,
204
νηλεές , ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους:
205
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν
206
αὖτις , ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.
207
ταῦτά μ᾽ ἀγειρόμενοι θάμ᾽ ἐβάζετε : νῦν δὲ πέφανται
208
φυλόπιδος μέγα ἔργον , ἕης τὸ πρίν γ᾽ ἐράασθε.
209
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.
210
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
211
μᾶλλον δὲ στίχες ἄρθεν , ἐπεὶ βασιλῆος ἄκουσαν.
212
ὡς δ᾽ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
213
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,
214
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.
215
ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε , κόρυς κόρυν , ἀνέρα δ᾽ ἀνήρ:
216
ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
217
νευόντων , ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.
218
πάντων δὲ προπάροιθε δύ᾽ ἀνέρε θωρήσσοντο
219
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες
220
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν . αὐτὰρ Ἀχιλλεὺς
221
βῆ ῥ᾽ ἴμεν ἐς κλισίην , χηλοῦ δ᾽ ἀπὸ πῶμ᾽ ἀνέῳγε
222
καλῆς δαιδαλέης , τήν οἱ Θέτις ἀργυρόπεζα
223
θῆκ᾽ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
224
χλαινάων τ᾽ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
225
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον , οὐδέ τις ἄλλος
226
οὔτ᾽ ἀνδρῶν πίνεσκεν ἀπ᾽ αὐτοῦ αἴθοπα οἶνον,
227
οὔτέ τεῳ σπένδεσκε θεῶν , ὅτε μὴ Διὶ πατρί.
228
τό ῥα τότ᾽ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
229
πρῶτον , ἔπειτα δ᾽ ἔνιψ᾽ ὕδατος καλῇσι ῥοῇσι,
230
νίψατο δ᾽ αὐτὸς χεῖρας , ἀφύσσατο δ᾽ αἴθοπα οἶνον.
231
εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ , λεῖβε δὲ οἶνον
232
οὐρανὸν εἰσανιδών : Δία δ᾽ οὐ λάθε τερπικέραυνον:
233
Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
234
Δωδώνης μεδέων δυσχειμέρου , ἀμφὶ δὲ Σελλοὶ
235
σοὶ ναίουσ᾽ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
236
ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
237
τίμησας μὲν ἐμέ , μέγα δ᾽ ἴψαο λαὸν Ἀχαιῶν,
238
ἠδ᾽ ἔτι καὶ νῦν μοι τόδ᾽ ἐπικρήηνον ἐέλδωρ:
239
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
240
ἀλλ᾽ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι
241
μάρνασθαι : τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,
242
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν , ὄφρα καὶ Ἕκτωρ
243
εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν
244
ἡμέτερος θεράπων , ἦ οἱ τότε χεῖρες ἄαπτοι
245
μαίνονθ᾽ , ὁππότ᾽ ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος.
246
αὐτὰρ ἐπεί κ᾽ ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,
247
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο
248
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.
249
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε μητίετα Ζεύς.
250
τῷ δ᾽ ἕτερον μὲν ἔδωκε πατήρ , ἕτερον δ᾽ ἀνένευσε:
251
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε
252
δῶκε , σόον δ᾽ ἀνένευσε μάχης ἐξαπονέεσθαι.
253
ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ
254
ἂψ κλισίην εἰσῆλθε , δέπας δ᾽ ἀπέθηκ᾽ ἐνὶ χηλῷ,
255
στῆ δὲ πάροιθ᾽ ἐλθὼν κλισίης , ἔτι δ᾽ ἤθελε θυμῷ
256
εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.
257
οἳ δ᾽ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες
258
ἔστιχον , ὄφρ᾽ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.
259
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο
260
εἰνοδίοις , οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες
261
αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί᾽ ἔχοντας
262
νηπίαχοι : ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.
263
τοὺς δ᾽ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης
264
κινήσῃ ἀέκων , οἳ δ᾽ ἄλκιμον ἦτορ ἔχοντες
265
πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι.
266
τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες
267
ἐκ νηῶν ἐχέοντο : βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
268
Πάτροκλος δ᾽ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας:
269
Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος
270
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς,
271
ὡς ἂν Πηλεΐδην τιμήσομεν , ὃς μέγ᾽ ἄριστος
272
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,
273
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
274
ἣν ἄτην , ὅ τ᾽ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
275
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου,
276
ἐν δ᾽ ἔπεσον Τρώεσσιν ἀολλέες : ἀμφὶ δὲ νῆες
277
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν.
278
Τρῶες δ᾽ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν
279
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,
280
πᾶσιν ὀρίνθη θυμός , ἐκίνηθεν δὲ φάλαγγες
281
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα
282
μηνιθμὸν μὲν ἀπορρῖψαι , φιλότητα δ᾽ ἑλέσθαι:
283
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
284
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ
285
ἀντικρὺ κατὰ μέσσον , ὅθι πλεῖστοι κλονέοντο,
286
νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,
287
καὶ βάλε Πυραίχμην , ὃς Παίονας ἱπποκορυστὰς
288
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ᾽ Ἀξιοῦ εὐρὺ ῥέοντος:
289
τὸν βάλε δεξιὸν ὦμον : ὃ δ᾽ ὕπτιος ἐν κονίῃσι
290
κάππεσεν οἰμώξας , ἕταροι δέ μιν ἀμφεφόβηθεν
291
Παίονες : ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν
292
ἡγεμόνα κτείνας , ὃς ἀριστεύεσκε μάχεσθαι.
293
ἐκ νηῶν δ᾽ ἔλασεν , κατὰ δ᾽ ἔσβεσεν αἰθόμενον πῦρ.
294
ἡμιδαὴς δ᾽ ἄρα νηῦς λίπετ᾽ αὐτόθι : τοὶ δὲ φόβηθεν
295
Τρῶες θεσπεσίῳ ὁμάδῳ : Δαναοὶ δ᾽ ἐπέχυντο
296
νῆας ἀνὰ γλαφυράς : ὅμαδος δ᾽ ἀλίαστος ἐτύχθη.
297
ὡς δ᾽ ὅτ᾽ ἀφ᾽ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
298
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,
299
ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
300
καὶ νάπαι , οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,
301
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ
302
τυτθὸν ἀνέπνευσαν , πολέμου δ᾽ οὐ γίγνετ᾽ ἐρωή:
303
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
304
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,
305
ἀλλ᾽ ἔτ᾽ ἄρ᾽ ἀνθίσταντο , νεῶν δ᾽ ὑπόεικον ἀνάγκῃ.
306
ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης
307
ἡγεμόνων . πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
308
αὐτίκ᾽ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
309
ἔγχεϊ ὀξυόεντι , διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
310
ῥῆξεν δ᾽ ὀστέον ἔγχος , ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ
311
κάππεσ᾽ : ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα
312
στέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα , λῦσε δὲ γυῖα.
313
Φυλεΐδης δ᾽ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
314
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος , ἔνθα πάχιστος
315
μυὼν ἀνθρώπου πέλεται : περὶ δ᾽ ἔγχεος αἰχμῇ
316
νεῦρα διεσχίσθη : τὸν δὲ σκότος ὄσσε κάλυψε.
317
Νεστορίδαι δ᾽ ὃ μὲν οὔτασ᾽ Ἀτύμνιον ὀξέϊ δουρὶ
318
Ἀντίλοχος , λαπάρης δὲ διήλασε χάλκεον ἔγχος:
319
ἤριπε δὲ προπάροιθε . Μάρις δ᾽ αὐτοσχεδὰ δουρὶ
320
Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
321
στὰς πρόσθεν νέκυος : τοῦ δ᾽ ἀντίθεος Θρασυμήδης
322
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι , οὐδ᾽ ἀφάμαρτεν,
323
ὦμον ἄφαρ : πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
324
δρύψ᾽ ἀπὸ μυώνων , ἀπὸ δ᾽ ὀστέον ἄχρις ἄραξε:
325
δούπησεν δὲ πεσών , κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
326
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε
327
βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι
328
υἷες ἀκοντισταὶ Ἀμισωδάρου , ὅς ῥα Χίμαιραν
329
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.
330
Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας
331
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον : ἀλλά οἱ αὖθι
332
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.
333
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι : τὸν δὲ κατ᾽ ὄσσε
334
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
335
Πηνέλεως δὲ Λύκων τε συνέδραμον : ἔγχεσι μὲν γὰρ
336
ἤμβροτον ἀλλήλων , μέλεον δ᾽ ἠκόντισαν ἄμφω:
337
τὼ δ᾽ αὖτις ξιφέεσσι συνέδραμον . ἔνθα Λύκων μὲν
338
ἱπποκόμου κόρυθος φάλον ἤλασεν , ἀμφὶ δὲ καυλὸν
339
φάσγανον ἐρραίσθη : ὃ δ᾽ ὑπ᾽ οὔατος αὐχένα θεῖνε
340
Πηνέλεως , πᾶν δ᾽ εἴσω ἔδυ ξίφος , ἔσχεθε δ᾽ οἶον
341
δέρμα , παρηέρθη δὲ κάρη , ὑπέλυντο δὲ γυῖα.
342
Μηριόνης δ᾽ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
343
νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον:
344
ἤριπε δ᾽ ἐξ ὀχέων , κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς.
345
Ἰδομενεὺς δ᾽ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
346
νύξε : τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
347
νέρθεν ὑπ᾽ ἐγκεφάλοιο , κέασσε δ᾽ ἄρ᾽ ὀστέα λευκά:
348
ἐκ δ᾽ ἐτίναχθεν ὀδόντες , ἐνέπλησθεν δέ οἱ ἄμφω
349
αἵματος ὀφθαλμοί : τὸ δ᾽ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
350
πρῆσε χανών : θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
351
οὗτοι ἄρ᾽ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
352
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
353
σίνται ὑπ᾽ ἐκ μήλων αἱρεύμενοι , αἵ τ᾽ ἐν ὄρεσσι
354
ποιμένος ἀφραδίῃσι διέτμαγεν : οἳ δὲ ἰδόντες
355
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας:
356
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον : οἳ δὲ φόβοιο
357
δυσκελάδου μνήσαντο , λάθοντο δὲ θούριδος ἀλκῆς.
358
Αἴας δ᾽ ὃ μέγας αἰὲν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῇ
359
ἵετ᾽ ἀκοντίσσαι : ὃ δὲ ἰδρείῃ πολέμοιο
360
ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
361
σκέπτετ᾽ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.
362
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην:
363
ἀλλὰ καὶ ὧς ἀνέμιμνε , σάω δ᾽ ἐρίηρας ἑταίρους.
364
ὡς δ᾽ ὅτ᾽ ἀπ᾽ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω
365
αἰθέρος ἐκ δίης , ὅτε τε Ζεὺς λαίλαπα τείνῃ,
366
ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,
367
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν . Ἕκτορα δ᾽ ἵπποι
368
ἔκφερον ὠκύποδες σὺν τεύχεσι , λεῖπε δὲ λαὸν
369
Τρωϊκόν , οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.
370
πολλοὶ δ᾽ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι
371
ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ᾽ ἀνάκτων,
372
Πάτροκλος δ᾽ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων
373
Τρωσὶ κακὰ φρονέων : οἳ δὲ ἰαχῇ τε φόβῳ τε
374
πάσας πλῆσαν ὁδούς , ἐπεὶ ἂρ τμάγεν : ὕψι δ᾽ ἀέλλη
375
σκίδναθ᾽ ὑπὸ νεφέων , τανύοντο δὲ μώνυχες ἵπποι
376
ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
377
Πάτροκλος δ᾽ ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,
378
τῇ ῥ᾽ ἔχ᾽ ὁμοκλήσας : ὑπὸ δ᾽ ἄξοσι φῶτες ἔπιπτον
379
πρηνέες ἐξ ὀχέων , δίφροι δ᾽ ἀνακυμβαλίαζον.
380
ἀντικρὺ δ᾽ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι
381
ἄμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,
382
πρόσσω ἱέμενοι , ἐπὶ δ᾽ Ἕκτορι κέκλετο θυμός:
383
ἵετο γὰρ βαλέειν : τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι.
384
ὡς δ᾽ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
385
ἤματ᾽ ὀπωρινῷ , ὅτε λαβρότατον χέει ὕδωρ
386
Ζεύς , ὅτε δή ῥ᾽ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,
387
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,
388
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες:
389
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,
390
πολλὰς δὲ κλιτῦς τότ᾽ ἀποτμήγουσι χαράδραι,
391
ἐς δ᾽ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
392
ἐξ ὀρέων ἐπικάρ , μινύθει δέ τε ἔργ᾽ ἀνθρώπων:
393
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
394
Πάτροκλος δ᾽ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
395
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές , οὐδὲ πόληος
396
εἴα ἱεμένους ἐπιβαινέμεν , ἀλλὰ μεσηγὺ
397
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
398
κτεῖνε μεταΐσσων , πολέων δ᾽ ἀπετίνυτο ποινήν.
399
ἔνθ᾽ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
400
στέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα , λῦσε δὲ γυῖα:
401
δούπησεν δὲ πεσών : ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν
402
δεύτερον ὁρμηθείς : ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
403
ἧστο ἀλείς : ἐκ γὰρ πλήγη φρένας , ἐκ δ᾽ ἄρα χειρῶν
404
ἡνία ἠΐχθησαν : ὃ δ᾽ ἔγχεϊ νύξε παραστὰς
405
γναθμὸν δεξιτερόν , διὰ δ᾽ αὐτοῦ πεῖρεν ὀδόντων,
406
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος , ὡς ὅτε τις φὼς
407
πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
408
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ:
409
ὣς ἕλκ᾽ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
410
κὰδ δ᾽ ἄρ᾽ ἐπὶ στόμ᾽ ἔωσε : πεσόντα δέ μιν λίπε θυμός.
411
αὐτὰρ ἔπειτ᾽ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
412
μέσσην κὰκ κεφαλήν : ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθη
413
ἐν κόρυθι βριαρῇ : ὃ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ
414
κάππεσεν , ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
415
αὐτὰρ ἔπειτ᾽ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
416
Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
417
Ἰφέα τ᾽ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
418
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
419
Σαρπηδὼν δ᾽ ὡς οὖν ἴδ᾽ ἀμιτροχίτωνας ἑταίρους
420
χέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,
421
κέκλετ᾽ ἄρ᾽ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν:
422
αἰδὼς ὦ Λύκιοι : πόσε φεύγετε ; νῦν θοοὶ ἔστε.
423
ἀντήσω γὰρ ἐγὼ τοῦδ᾽ ἀνέρος , ὄφρα δαείω
424
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
425
Τρῶας , ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν.
426
ἦ ῥα , καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
427
Πάτροκλος δ᾽ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
428
οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
429
πέτρῃ ἐφ᾽ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
430
ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
431
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
432
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε:
433
ὤ μοι ἐγών , ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
434
μοῖρ᾽ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
435
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
436
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
437
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
438
ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
439
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
440
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
441
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
442
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
443
ἔρδ᾽ : ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
444
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
445
αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
446
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
447
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης:
448
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
449
υἱέες ἀθανάτων , τοῖσιν κότον αἰνὸν ἐνήσεις.
450
ἀλλ᾽ εἴ τοι φίλος ἐστί , τεὸν δ᾽ ὀλοφύρεται ἦτορ,
451
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ
452
χέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι:
453
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,
454
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
455
εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται,
456
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
457
τύμβῳ τε στήλῃ τε : τὸ γὰρ γέρας ἐστὶ θανόντων.
458
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
459
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε
460
παῖδα φίλον τιμῶν , τόν οἱ Πάτροκλος ἔμελλε
461
φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
462
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
463
ἔνθ᾽ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,
464
ὅς ῥ᾽ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
465
τὸν βάλε νείαιραν κατὰ γαστέρα , λῦσε δὲ γυῖα.
466
Σαρπηδὼν δ᾽ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
467
δεύτερον ὁρμηθείς , ὃ δὲ Πήδασον οὔτασεν ἵππον
468
ἔγχεϊ δεξιὸν ὦμον : ὃ δ᾽ ἔβραχε θυμὸν ἀΐσθων,
469
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών , ἀπὸ δ᾽ ἔπτατο θυμός.
470
τὼ δὲ διαστήτην , κρίκε δὲ ζυγόν , ἡνία δέ σφι
471
σύγχυτ᾽ , ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.
472
τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ:
473
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
474
ἀΐξας ἀπέκοψε παρήορον οὐδ᾽ ἐμάτησε:
475
τὼ δ᾽ ἰθυνθήτην , ἐν δὲ ῥυτῆρσι τάνυσθεν:
476
τὼ δ᾽ αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.
477
ἔνθ᾽ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,
478
Πατρόκλου δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴ
479
ἔγχεος , οὐδ᾽ ἔβαλ᾽ αὐτόν : ὃ δ᾽ ὕστερος ὄρνυτο χαλκῷ
480
Πάτροκλος : τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
481
ἀλλ᾽ ἔβαλ᾽ ἔνθ᾽ ἄρα τε φρένες ἔρχαται ἀμφ᾽ ἁδινὸν κῆρ.
482
ἤριπε δ᾽ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
483
ἠὲ πίτυς βλωθρή , τήν τ᾽ οὔρεσι τέκτονες ἄνδρες
484
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι:
485
ὣς ὃ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
486
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
487
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
488
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
489
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
490
ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
491
κτεινόμενος μενέαινε , φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον:
492
Γλαῦκε πέπον πολεμιστὰ μετ᾽ ἀνδράσι νῦν σε μάλα χρὴ
493
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:
494
νῦν τοι ἐελδέσθω πόλεμος κακός , εἰ θοός ἐσσι.
495
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
496
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι:
497
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
498
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
499
ἔσσομαι ἤματα πάντα διαμπερές , εἴ κέ μ᾽ Ἀχαιοὶ
500
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
501
ἀλλ᾽ ἔχεο κρατερῶς , ὄτρυνε δὲ λαὸν ἅπαντα.
502
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν
503
ὀφθαλμοὺς ῥῖνάς θ᾽ : ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
504
ἐκ χροὸς ἕλκε δόρυ , προτὶ δὲ φρένες αὐτῷ ἕποντο:
505
τοῖο δ᾽ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ᾽ αἰχμήν.
506
Μυρμιδόνες δ᾽ αὐτοῦ σχέθον ἵππους φυσιόωντας
507
ἱεμένους φοβέεσθαι , ἐπεὶ λίπον ἅρματ᾽ ἀνάκτων.
508
Γλαύκῳ δ᾽ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι:
509
ὠρίνθη δέ οἱ ἦτορ ὅ τ᾽ οὐ δύνατο προσαμῦναι.
510
χειρὶ δ᾽ ἑλὼν ἐπίεζε βραχίονα : τεῖρε γὰρ αὐτὸν
511
ἕλκος , ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ
512
τείχεος ὑψηλοῖο , ἀρὴν ἑτάροισιν ἀμύνων.
513
εὐχόμενος δ᾽ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι:
514
κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ
515
εἲς ἢ ἐνὶ Τροίῃ : δύνασαι δὲ σὺ πάντοσ᾽ ἀκούειν
516
ἀνέρι κηδομένῳ , ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.
517
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν , ἀμφὶ δέ μοι χεὶρ
518
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται , οὐδέ μοι αἷμα
519
τερσῆναι δύναται , βαρύθει δέ μοι ὦμος ὑπ᾽ αὐτοῦ:
520
ἔγχος δ᾽ οὐ δύναμαι σχεῖν ἔμπεδον , οὐδὲ μάχεσθαι
521
ἐλθὼν δυσμενέεσσιν . ἀνὴρ δ᾽ ὤριστος ὄλωλε
522
Σαρπηδὼν Διὸς υἱός : ὃ δ᾽ οὐ οὗ παιδὸς ἀμύνει.
523
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,
524
κοίμησον δ᾽ ὀδύνας , δὸς δὲ κράτος , ὄφρ᾽ ἑτάροισι
525
κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,
526
αὐτός τ᾽ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
527
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε Φοῖβος Ἀπόλλων.
528
αὐτίκα παῦσ᾽ ὀδύνας ἀπὸ δ᾽ ἕλκεος ἀργαλέοιο
529
αἷμα μέλαν τέρσηνε , μένος δέ οἱ ἔμβαλε θυμῷ.
530
Γλαῦκος δ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε
531
ὅττί οἱ ὦκ᾽ ἤκουσε μέγας θεὸς εὐξαμένοιο.
532
πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
533
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι:
534
αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων
535
Πουλυδάμαντ᾽ ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον,
536
βῆ δὲ μετ᾽ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,
537
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
538
Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,
539
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
540
θυμὸν ἀποφθινύθουσι : σὺ δ᾽ οὐκ ἐθέλεις ἐπαμύνειν.
541
κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
542
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ:
543
τὸν δ᾽ ὑπὸ Πατρόκλῳ δάμασ᾽ ἔγχεϊ χάλκεος Ἄρης.
544
ἀλλὰ φίλοι πάρστητε , νεμεσσήθητε δὲ θυμῷ,
545
μὴ ἀπὸ τεύχε᾽ ἕλωνται , ἀεικίσσωσι δὲ νεκρὸν
546
Μυρμιδόνες , Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
547
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
548
ὣς ἔφατο , Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
549
ἄσχετον , οὐκ ἐπιεικτόν , ἐπεί σφισιν ἕρμα πόληος
550
ἔσκε καὶ ἀλλοδαπός περ ἐών : πολέες γὰρ ἅμ᾽ αὐτῷ
551
λαοὶ ἕποντ᾽ , ἐν δ᾽ αὐτὸς ἀριστεύεσκε μάχεσθαι:
552
βὰν δ᾽ ἰθὺς Δαναῶν λελιημένοι : ἦρχε δ᾽ ἄρά σφιν
553
Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺς
554
ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ:
555
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ:
556
Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
557
οἷοί περ πάρος ἦτε μετ᾽ ἀνδράσιν ἢ καὶ ἀρείους.
558
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
559
Σαρπηδών : ἀλλ᾽ εἴ μιν ἀεικισσαίμεθ᾽ ἑλόντες,
560
τεύχεά τ᾽ ὤμοιιν ἀφελοίμεθα , καί τιν᾽ ἑταίρων
561
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
562
ὣς ἔφαθ᾽ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
563
οἳ δ᾽ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
564
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
565
σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
566
δεινὸν ἀΰσαντες : μέγα δ᾽ ἔβραχε τεύχεα φωτῶν.
567
Ζεὺς δ᾽ ἐπὶ νύκτ᾽ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
568
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
569
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς:
570
βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
571
υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
572
ὅς ῥ᾽ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
573
τὸ πρίν : ἀτὰρ τότε γ᾽ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
574
ἐς Πηλῆ᾽ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν:
575
οἳ δ᾽ ἅμ᾽ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
576
Ἴλιον εἰς εὔπωλον , ἵνα Τρώεσσι μάχοιτο.
577
τόν ῥα τόθ᾽ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
578
χερμαδίῳ κεφαλήν : ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθη
579
ἐν κόρυθι βριαρῇ : ὃ δ᾽ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
580
κάππεσεν , ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
581
Πατρόκλῳ δ᾽ ἄρ᾽ ἄχος γένετο φθιμένου ἑτάροιο,
582
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς
583
ὠκέϊ , ὅς τ᾽ ἐφόβησε κολοιούς τε ψῆράς τε:
584
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε
585
ἔσσυο καὶ Τρώων , κεχόλωσο δὲ κῆρ ἑτάροιο.
586
καί ῥ᾽ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν
587
αὐχένα χερμαδίῳ , ῥῆξεν δ᾽ ἀπὸ τοῖο τένοντας.
588
χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.
589
ὅσση δ᾽ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,
590
ἥν ῥά τ᾽ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ
591
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,
592
τόσσον ἐχώρησαν Τρῶες , ὤσαντο δ᾽ Ἀχαιοί.
593
Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
594
ἐτράπετ᾽ , ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον
595
Χάλκωνος φίλον υἱόν , ὃς Ἑλλάδι οἰκία ναίων
596
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.
597
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ
598
στρεφθεὶς ἐξαπίνης , ὅτε μιν κατέμαρπτε διώκων:
599
δούπησεν δὲ πεσών : πυκινὸν δ᾽ ἄχος ἔλλαβ᾽ Ἀχαιούς,
600
ὡς ἔπεσ᾽ ἐσθλὸς ἀνήρ : μέγα δὲ Τρῶες κεχάροντο,
601
στὰν δ᾽ ἀμφ᾽ αὐτὸν ἰόντες ἀολλέες : οὐδ᾽ ἄρ᾽ Ἀχαιοὶ
602
ἀλκῆς ἐξελάθοντο , μένος δ᾽ ἰθὺς φέρον αὐτῶν.
603
ἔνθ᾽ αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν
604
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος , ὃς Διὸς ἱρεὺς
605
Ἰδαίου ἐτέτυκτο , θεὸς δ᾽ ὣς τίετο δήμῳ.
606
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος : ὦκα δὲ θυμὸς
607
ᾤχετ᾽ ἀπὸ μελέων , στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.
608
Αἰνείας δ᾽ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν:
609
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.
610
ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος:
611
πρόσσω γὰρ κατέκυψε , τὸ δ᾽ ἐξόπιθεν δόρυ μακρὸν
612
οὔδει ἐνισκίμφθη , ἐπὶ δ᾽ οὐρίαχος πελεμίχθη
613
ἔγχεος : ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης.
614
αἰχμὴ δ᾽ Αἰνείαο κραδαινομένη κατὰ γαίης
615
ᾤχετ᾽ , ἐπεί ῥ᾽ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
616
Αἰνείας δ᾽ ἄρα θυμὸν ἐχώσατο φώνησέν τε:
617
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
618
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές , εἴ σ᾽ ἔβαλόν περ.
619
τὸν δ᾽ αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα:
620
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα
621
πάντων ἀνθρώπων σβέσσαι μένος , ὅς κέ σευ ἄντα
622
ἔλθῃ ἀμυνόμενος : θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.
623
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,
624
αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς
625
εὖχος ἐμοὶ δοίης , ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.
626
ὣς φάτο , τὸν δ᾽ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός:
627
Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;
628
ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι
629
νεκροῦ χωρήσουσι : πάρος τινὰ γαῖα καθέξει.
630
ἐν γὰρ χερσὶ τέλος πολέμου , ἐπέων δ᾽ ἐνὶ βουλῇ:
631
τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν , ἀλλὰ μάχεσθαι.
632
ὣς εἰπὼν ὃ μὲν ἦρχ᾽ , ὃ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς.
633
τῶν δ᾽ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
634
οὔρεος ἐν βήσσῃς , ἕκαθεν δέ τε γίγνετ᾽ ἀκουή,
635
ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης
636
χαλκοῦ τε ῥινοῦ τε βοῶν τ᾽ εὐποιητάων,
637
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.
638
οὐδ᾽ ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον
639
ἔγνω , ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν
640
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους.
641
οἳ δ᾽ αἰεὶ περὶ νεκρὸν ὁμίλεον , ὡς ὅτε μυῖαι
642
σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας
643
ὥρῃ ἐν εἰαρινῇ , ὅτε τε γλάγος ἄγγεα δεύει:
644
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον , οὐδέ ποτε Ζεὺς
645
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ,
646
ἀλλὰ κατ᾽ αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,
647
πολλὰ μάλ᾽ ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,
648
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ
649
αὐτοῦ ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
650
χαλκῷ δῃώσῃ , ἀπό τ᾽ ὤμων τεύχε᾽ ἕληται,
651
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.
652
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
653
ὄφρ᾽ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος
654
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν
655
ὤσαιτο προτὶ ἄστυ , πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.
656
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν:
657
ἐς δίφρον δ᾽ ἀναβὰς φύγαδ᾽ ἔτραπε , κέκλετο δ᾽ ἄλλους
658
Τρῶας φευγέμεναι : γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.
659
ἔνθ᾽ οὐδ᾽ ἴφθιμοι Λύκιοι μένον , ἀλλὰ φόβηθεν
660
πάντες , ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ
661
κείμενον ἐν νεκύων ἀγύρει : πολέες γὰρ ἐπ᾽ αὐτῷ
662
κάππεσον , εὖτ᾽ ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.
663
οἳ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμοιιν Σαρπηδόνος ἔντε᾽ ἕλοντο
664
χάλκεα μαρμαίροντα , τὰ μὲν κοίλας ἐπὶ νῆας
665
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός.
666
καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς:
667
εἰ δ᾽ ἄγε νῦν φίλε Φοῖβε , κελαινεφὲς αἷμα κάθηρον
668
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα , καί μιν ἔπειτα
669
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι
670
χρῖσόν τ᾽ ἀμβροσίῃ , περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσον:
671
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι
672
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν , οἵ ῥά μιν ὦκα
673
θήσουσ᾽ ἐν Λυκίης εὐρείης πίονι δήμῳ,
674
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε
675
τύμβῳ τε στήλῃ τε : τὸ γὰρ γέρας ἐστὶ θανόντων.
676
ὣς ἔφατ᾽ , οὐδ᾽ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.
677
βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,
678
αὐτίκα δ᾽ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας
679
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι
680
χρῖσέν τ᾽ ἀμβροσίῃ , περὶ δ᾽ ἄμβροτα εἵματα ἕσσε:
681
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
682
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν , οἵ ῥά μιν ὦκα
683
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.
684
Πάτροκλος δ᾽ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας
685
Τρῶας καὶ Λυκίους μετεκίαθε , καὶ μέγ᾽ ἀάσθη
686
νήπιος : εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν
687
ἦ τ᾽ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.
688
ἀλλ᾽ αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν:
689
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
690
ῥηϊδίως , ὅτε δ᾽ αὐτὸς ἐποτρύνῃσι μάχεσθαι:
691
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
692
ἔνθα τίνα πρῶτον τίνα δ᾽ ὕστατον ἐξενάριξας
693
Πατρόκλεις , ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
694
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
695
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
696
αὐτὰρ ἔπειτ᾽ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην:
697
τοὺς ἕλεν : οἳ δ᾽ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
698
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
699
Πατρόκλου ὑπὸ χερσί , περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
700
εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
701
ἔστη τῷ ὀλοὰ φρονέων , Τρώεσσι δ᾽ ἀρήγων.
702
τρὶς μὲν ἐπ᾽ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
703
Πάτροκλος , τρὶς δ᾽ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
704
χείρεσσ᾽ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
705
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
706
δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
707
χάζεο διογενὲς Πατρόκλεες : οὔ νύ τοι αἶσα
708
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
709
οὐδ᾽ ὑπ᾽ Ἀχιλλῆος , ὅς περ σέο πολλὸν ἀμείνων.
710
ὣς φάτο , Πάτροκλος δ᾽ ἀνεχάζετο πολλὸν ὀπίσσω
711
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
712
Ἕκτωρ δ᾽ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους:
713
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
714
ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
715
ταῦτ᾽ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
716
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
717
Ἀσίῳ , ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
718
αὐτοκασίγνητος Ἑκάβης , υἱὸς δὲ Δύμαντος,
719
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο:
720
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων:
721
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι ; οὐδέ τί σε χρή.
722
αἴθ᾽ ὅσον ἥσσων εἰμί , τόσον σέο φέρτερος εἴην:
723
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
724
ἀλλ᾽ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
725
αἴ κέν πώς μιν ἕλῃς , δώῃ δέ τοι εὖχος Ἀπόλλων.
726
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
727
Κεβριόνῃ δ᾽ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
728
ἵππους ἐς πόλεμον πεπληγέμεν . αὐτὰρ Ἀπόλλων
729
δύσεθ᾽ ὅμιλον ἰών , ἐν δὲ κλόνον Ἀργείοισιν
730
ἧκε κακόν , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
731
Ἕκτωρ δ᾽ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ᾽ ἐνάριζεν:
732
αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
733
Πάτροκλος δ᾽ ἑτέρωθεν ἀφ᾽ ἵππων ἆλτο χαμᾶζε
734
σκαιῇ ἔγχος ἔχων : ἑτέρηφι δὲ λάζετο πέτρον
735
μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
736
ἧκε δ᾽ ἐρεισάμενος , οὐδὲ δὴν χάζετο φωτός,
737
οὐδ᾽ ἁλίωσε βέλος , βάλε δ᾽ Ἕκτορος ἡνιοχῆα
738
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
739
ἵππων ἡνί᾽ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
740
ἀμφοτέρας δ᾽ ὀφρῦς σύνελεν λίθος , οὐδέ οἱ ἔσχεν
741
ὀστέον , ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
742
αὐτοῦ πρόσθε ποδῶν : ὃ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
743
κάππεσ᾽ ἀπ᾽ εὐεργέος δίφρου , λίπε δ᾽ ὀστέα θυμός.
744
τὸν δ᾽ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ:
745
ὢ πόποι ἦ μάλ᾽ ἐλαφρὸς ἀνήρ , ὡς ῥεῖα κυβιστᾷ.
746
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
747
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
748
νηὸς ἀποθρῴσκων , εἰ καὶ δυσπέμφελος εἴη,
749
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
750
ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
751
ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
752
οἶμα λέοντος ἔχων , ὅς τε σταθμοὺς κεραΐζων
753
ἔβλητο πρὸς στῆθος , ἑή τέ μιν ὤλεσεν ἀλκή:
754
ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
755
Ἕκτωρ δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀφ᾽ ἵππων ἆλτο χαμᾶζε.
756
τὼ περὶ Κεβριόναο λέονθ᾽ ὣς δηρινθήτην,
757
ὥ τ᾽ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
758
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον:
759
ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
760
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
761
ἵεντ᾽ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
762
Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει:
763
Πάτροκλος δ᾽ ἑτέρωθεν ἔχεν ποδός : οἳ δὲ δὴ ἄλλοι
764
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
765
ὡς δ᾽ Εὖρός τε Νότος τ᾽ ἐριδαίνετον ἀλλήλοιιν
766
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
767
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,
768
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
769
ἠχῇ θεσπεσίῃ , πάταγος δέ τε ἀγνυμενάων,
770
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾽ ἀλλήλοισι θορόντες
771
δῄουν , οὐδ᾽ ἕτεροι μνώοντ᾽ ὀλοοῖο φόβοιο.
772
πολλὰ δὲ Κεβριόνην ἀμφ᾽ ὀξέα δοῦρα πεπήγει
773
ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,
774
πολλὰ δὲ χερμάδια μεγάλ᾽ ἀσπίδας ἐστυφέλιξαν
775
μαρναμένων ἀμφ᾽ αὐτόν : ὃ δ᾽ ἐν στροφάλιγγι κονίης
776
κεῖτο μέγας μεγαλωστί , λελασμένος ἱπποσυνάων.
777
ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
778
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο , πῖπτε δὲ λαός:
779
ἦμος δ᾽ Ἠέλιος μετενίσετο βουλυτὸν δέ,
780
καὶ τότε δή ῥ᾽ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν.
781
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν
782
Τρώων ἐξ ἐνοπῆς , καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο,
783
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.
784
τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ
785
σμερδαλέα ἰάχων , τρὶς δ᾽ ἐννέα φῶτας ἔπεφνεν.
786
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
787
ἔνθ᾽ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή:
788
ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ
789
δεινός : ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,
790
ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε:
791
στῆ δ᾽ ὄπιθεν , πλῆξεν δὲ μετάφρενον εὐρέε τ᾽ ὤμω
792
χειρὶ καταπρηνεῖ , στρεφεδίνηθεν δέ οἱ ὄσσε.
793
τοῦ δ᾽ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων:
794
ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ᾽ ἵππων
795
αὐλῶπις τρυφάλεια , μιάνθησαν δὲ ἔθειραι
796
αἵματι καὶ κονίῃσι : πάρος γε μὲν οὐ θέμις ἦεν
797
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,
798
ἀλλ᾽ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον
799
ῥύετ᾽ Ἀχιλλῆος : τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν
800
ᾗ κεφαλῇ φορέειν , σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος.
801
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος
802
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον : αὐτὰρ ἀπ᾽ ὤμων
803
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.
804
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.
805
τὸν δ᾽ ἄτη φρένας εἷλε , λύθεν δ᾽ ὑπὸ φαίδιμα γυῖα,
806
στῆ δὲ ταφών : ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ
807
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ
808
Πανθοΐδης Εὔφορβος , ὃς ἡλικίην ἐκέκαστο
809
ἔγχεΐ θ᾽ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι:
810
καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ᾽ ἵππων
811
πρῶτ᾽ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο:
812
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
813
οὐδὲ δάμασσ᾽ : ὃ μὲν αὖτις ἀνέδραμε , μίκτο δ᾽ ὁμίλῳ,
814
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον , οὐδ᾽ ὑπέμεινε
815
Πάτροκλον γυμνόν περ ἐόντ᾽ ἐν δηϊοτῆτι.
816
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
817
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.
818
Ἕκτωρ δ᾽ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
819
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
820
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας , οὖτα δὲ δουρὶ
821
νείατον ἐς κενεῶνα , διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
822
δούπησεν δὲ πεσών , μέγα δ᾽ ἤκαχε λαὸν Ἀχαιῶν:
823
ὡς δ᾽ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
824
ὥ τ᾽ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825
πίδακος ἀμφ᾽ ὀλίγης : ἐθέλουσι δὲ πιέμεν ἄμφω:
826
πολλὰ δέ τ᾽ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν:
827
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
828
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
829
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα:
830
Πάτροκλ᾽ ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
831
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
832
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
833
νήπιε : τάων δὲ πρόσθ᾽ Ἕκτορος ὠκέες ἵπποι
834
ποσσὶν ὀρωρέχαται πολεμίζειν : ἔγχεϊ δ᾽ αὐτὸς
835
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω , ὅ σφιν ἀμύνω
836
ἦμαρ ἀναγκαῖον : σὲ δέ τ᾽ ἐνθάδε γῦπες ἔδονται.
837
ἆ δείλ᾽ , οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
838
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ᾽ ἰόντι:
839
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
840
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο
841
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
842
ὥς πού σε προσέφη , σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
843
τὸν δ᾽ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ:
844
ἤδη νῦν Ἕκτορ μεγάλ᾽ εὔχεο : σοὶ γὰρ ἔδωκε
845
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων , οἵ με δάμασσαν
846
ῥηιδίως : αὐτοὶ γὰρ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο.
847
τοιοῦτοι δ᾽ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
848
πάντές κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
849
ἀλλά με μοῖρ᾽ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
850
ἀνδρῶν δ᾽ Εὔφορβος : σὺ δέ με τρίτος ἐξεναρίζεις.
851
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
852
οὔ θην οὐδ᾽ αὐτὸς δηρὸν βέῃ , ἀλλά τοι ἤδη
853
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
854
χερσὶ δαμέντ᾽ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
855
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε:
856
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
857
ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.
858
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ:
859
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
860
τίς δ᾽ οἶδ᾽ εἴ κ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
861
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
862
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
863
εἴρυσε λὰξ προσβάς , τὸν δ᾽ ὕπτιον ὦσ᾽ ἀπὸ δουρός.
864
αὐτίκα δὲ ξὺν δουρὶ μετ᾽ Αὐτομέδοντα βεβήκει
865
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο:
866
ἵετο γὰρ βαλέειν : τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι
867
ἄμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.