Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
2
φεύγοντες , πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,
3
οἳ μὲν δὴ παρ᾽ ὄχεσφιν ἐρητύοντο μένοντες
4
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι : ἔγρετο δὲ Ζεὺς
5
Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,
6
στῆ δ᾽ ἄρ᾽ ἀναΐξας , ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς
7
τοὺς μὲν ὀρινομένους , τοὺς δὲ κλονέοντας ὄπισθεν
8
Ἀργείους , μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα:
9
Ἕκτορα δ᾽ ἐν πεδίῳ ἴδε κείμενον , ἀμφὶ δ᾽ ἑταῖροι
10
εἵαθ᾽ , ὃ δ᾽ ἀργαλέῳ ἔχετ᾽ ἄσθματι κῆρ ἀπινύσσων
11
αἷμ᾽ ἐμέων , ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ᾽ Ἀχαιῶν.
12
τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,
13
δεινὰ δ᾽ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν:
14
ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη
15
Ἕκτορα δῖον ἔπαυσε μάχης , ἐφόβησε δὲ λαούς.
16
οὐ μὰν οἶδ᾽ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς
17
πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.
18
ἦ οὐ μέμνῃ ὅτε τ᾽ ἐκρέμω ὑψόθεν , ἐκ δὲ ποδοῖιν
19
ἄκμονας ἧκα δύω , περὶ χερσὶ δὲ δεσμὸν ἴηλα
20
χρύσεον ἄρρηκτον ; σὺ δ᾽ ἐν αἰθέρι καὶ νεφέλῃσιν
21
ἐκρέμω : ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
22
λῦσαι δ᾽ οὐκ ἐδύναντο παρασταδόν : ὃν δὲ λάβοιμι
23
ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ᾽ ἂν ἵκηται
24
γῆν ὀλιγηπελέων : ἐμὲ δ᾽ οὐδ᾽ ὧς θυμὸν ἀνίει
25
ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,
26
τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας
27
πέμψας ἐπ᾽ ἀτρύγετον πόντον κακὰ μητιόωσα,
28
καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας.
29
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις
30
Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.
31
τῶν σ᾽ αὖτις μνήσω ἵν᾽ ἀπολλήξῃς ἀπατάων,
32
ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,
33
ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ᾽ ἀπάτησας.
34
ὣς φάτο , ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,
35
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
36
ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
37
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ , ὅς τε μέγιστος
38
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
39
σή θ᾽ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν
40
κουρίδιον , τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι:
41
μὴ δι᾽ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων
42
πημαίνει Τρῶάς τε καὶ Ἕκτορα , τοῖσι δ᾽ ἀρήγει,
43
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,
44
τειρομένους δ᾽ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.
45
αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
46
τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.
47
ὣς φάτο , μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
48
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:
49
εἰ μὲν δὴ σύ γ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη
50
ἶσον ἐμοὶ φρονέουσα μετ᾽ ἀθανάτοισι καθίζοις,
51
τώ κε Ποσειδάων γε , καὶ εἰ μάλα βούλεται ἄλλῃ,
52
αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.
53
ἀλλ᾽ εἰ δή ῥ᾽ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,
54
ἔρχεο νῦν μετὰ φῦλα θεῶν , καὶ δεῦρο κάλεσσον
55
Ἶρίν τ᾽ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,
56
ὄφρ᾽ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
57
ἔλθῃ , καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι
58
παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ᾽ ἱκέσθαι,
59
Ἕκτορα δ᾽ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,
60
αὖτις δ᾽ ἐμπνεύσῃσι μένος , λελάθῃ δ᾽ ὀδυνάων
61
αἳ νῦν μιν τείρουσι κατὰ φρένας , αὐτὰρ Ἀχαιοὺς
62
αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
63
φεύγοντες δ᾽ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
64
Πηλεΐδεω Ἀχιλῆος : ὃ δ᾽ ἀνστήσει ὃν ἑταῖρον
65
Πάτροκλον : τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
66
Ἰλίου προπάροιθε πολέας ὀλέσαντ᾽ αἰζηοὺς
67
τοὺς ἄλλους , μετὰ δ᾽ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
68
τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
69
ἐκ τοῦ δ᾽ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
70
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ᾽ Ἀχαιοὶ
71
Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
72
τὸ πρὶν δ᾽ οὔτ᾽ ἄρ᾽ ἐγὼ παύω χόλον οὔτέ τιν᾽ ἄλλον
73
ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ᾽ ἐάσω
74
πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
75
ὥς οἱ ὑπέστην πρῶτον , ἐμῷ δ᾽ ἐπένευσα κάρητι,
76
ἤματι τῷ ὅτ᾽ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
77
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
78
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
79
βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
80
ὡς δ᾽ ὅτ᾽ ἂν ἀΐξῃ νόος ἀνέρος , ὅς τ᾽ ἐπὶ πολλὴν
81
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
82
ἔνθ᾽ εἴην ἢ ἔνθα , μενοινήῃσί τε πολλά,
83
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη:
84
ἵκετο δ᾽ αἰπὺν Ὄλυμπον , ὁμηγερέεσσι δ᾽ ἐπῆλθεν
85
ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ : οἳ δὲ ἰδόντες
86
πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
87
ἣ δ᾽ ἄλλους μὲν ἔασε , Θέμιστι δὲ καλλιπαρῄῳ
88
δέκτο δέπας : πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
89
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
90
Ἥρη τίπτε βέβηκας ; ἀτυζομένῃ δὲ ἔοικας:
91
ἦ μάλα δή σ᾽ ἐφόβησε Κρόνου πάϊς , ὅς τοι ἀκοίτης.
92
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ λευκώλενος Ἥρη:
93
μή με θεὰ Θέμι ταῦτα διείρεο : οἶσθα καὶ αὐτὴ
94
οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
95
ἀλλὰ σύ γ᾽ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης:
96
ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
97
οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται : οὐδέ τί φημι
98
πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν , οὔτε βροτοῖσιν
99
οὔτε θεοῖς , εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
100
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,
101
ὄχθησαν δ᾽ ἀνὰ δῶμα Διὸς θεοί : ἣ δ᾽ ἐγέλασσε
102
χείλεσιν , οὐδὲ μέτωπον ἐπ᾽ ὀφρύσι κυανέῃσιν
103
ἰάνθη : πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα:
104
νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες:
105
ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες
106
ἢ ἔπει ἠὲ βίῃ : ὃ δ᾽ ἀφήμενος οὐκ ἀλεγίζει
107
οὐδ᾽ ὄθεται : φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι
108
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.
109
τὼ ἔχεθ᾽ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.
110
ἤδη γὰρ νῦν ἔλπομ᾽ Ἄρηΐ γε πῆμα τετύχθαι:
111
υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
112
Ἀσκάλαφος , τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.
113
ὣς ἔφατ᾽ , αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
114
χερσὶ καταπρηνέσσ᾽ , ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα:
115
μὴ νῦν μοι νεμεσήσετ᾽ Ὀλύμπια δώματ᾽ ἔχοντες
116
τίσασθαι φόνον υἷος ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
117
εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
118
κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ᾽ αἵματι καὶ κονίῃσιν.
119
ὣς φάτο , καί ῥ᾽ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε
120
ζευγνύμεν , αὐτὸς δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα.
121
ἔνθά κ᾽ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
122
πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,
123
εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
124
ὦρτο διὲκ προθύρου , λίπε δὲ θρόνον ἔνθα θάασσε,
125
τοῦ δ᾽ ἀπὸ μὲν κεφαλῆς κόρυθ᾽ εἵλετο καὶ σάκος ὤμων,
126
ἔγχος δ᾽ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα
127
χάλκεον : ἣ δ᾽ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα:
128
μαινόμενε φρένας ἠλὲ διέφθορας : ἦ νύ τοι αὔτως
129
οὔατ᾽ ἀκουέμεν ἐστί , νόος δ᾽ ἀπόλωλε καὶ αἰδώς.
130
οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη
131
ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;
132
ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
133
ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,
134
αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;
135
αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
136
λείψει , ὃ δ᾽ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,
137
μάρψει δ᾽ ἑξείης ὅς τ᾽ αἴτιος ὅς τε καὶ οὐκί.
138
τώ σ᾽ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος:
139
ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
140
ἢ πέφατ᾽ , ἢ καὶ ἔπειτα πεφήσεται : ἀργαλέον δὲ
141
πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.
142
ὣς εἰποῦσ᾽ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.
143
Ἥρη δ᾽ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
144
Ἶρίν θ᾽ , ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,
145
καί σφεας φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
146
Ζεὺς σφὼ εἰς Ἴδην κέλετ᾽ ἐλθέμεν ὅττι τάχιστα:
147
αὐτὰρ ἐπὴν ἔλθητε , Διός τ᾽ εἰς ὦπα ἴδησθε,
148
ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.
149
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,
150
ἕζετο δ᾽ εἰνὶ θρόνῳ : τὼ δ᾽ ἀΐξαντε πετέσθην.
151
Ἴδην δ᾽ ἵκανον πολυπίδακα μητέρα θηρῶν,
152
εὗρον δ᾽ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ
153
ἥμενον : ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.
154
τὼ δὲ πάροιθ᾽ ἐλθόντε Διὸς νεφεληγερέταο
155
στήτην : οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,
156
ὅττί οἱ ὦκ᾽ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.
157
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα:
158
βάσκ᾽ ἴθι Ἶρι ταχεῖα , Ποσειδάωνι ἄνακτι
159
πάντα τάδ᾽ ἀγγεῖλαι , μὴ δὲ ψευδάγγελος εἶναι.
160
παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο
161
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
162
εἰ δέ μοι οὐκ ἐπέεσσ᾽ ἐπιπείσεται , ἀλλ᾽ ἀλογήσει,
163
φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
164
μή μ᾽ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ
165
μεῖναι , ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι
166
καὶ γενεῇ πρότερος : τοῦ δ᾽ οὐκ ὄθεται φίλον ἦτορ
167
ἶσον ἐμοὶ φάσθαι , τόν τε στυγέουσι καὶ ἄλλοι.
168
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
169
βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
170
ὡς δ᾽ ὅτ᾽ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα
171
ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
172
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,
173
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον:
174
ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα
175
ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.
176
παυσάμενόν σ᾽ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο
177
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.
178
εἰ δέ οἱ οὐκ ἐπέεσσ᾽ ἐπιπείσεαι , ἀλλ᾽ ἀλογήσεις,
179
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων
180
ἐνθάδ᾽ ἐλεύσεσθαι : σὲ δ᾽ ὑπεξαλέασθαι ἄνωγε
181
χεῖρας , ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι
182
καὶ γενεῇ πρότερος : σὸν δ᾽ οὐκ ὄθεται φίλον ἦτορ
183
ἶσόν οἱ φάσθαι , τόν τε στυγέουσι καὶ ἄλλοι.
184
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος:
185
ὢ πόποι ἦ ῥ᾽ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν
186
εἴ μ᾽ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.
187
τρεῖς γάρ τ᾽ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα
188
Ζεὺς καὶ ἐγώ , τρίτατος δ᾽ Ἀΐδης ἐνέροισιν ἀνάσσων.
189
τριχθὰ δὲ πάντα δέδασται , ἕκαστος δ᾽ ἔμμορε τιμῆς:
190
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ
191
παλλομένων , Ἀΐδης δ᾽ ἔλαχε ζόφον ἠερόεντα,
192
Ζεὺς δ᾽ ἔλαχ᾽ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι:
193
γαῖα δ᾽ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.
194
τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν , ἀλλὰ ἕκηλος
195
καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.
196
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω:
197
θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη
198
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,
199
οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.
200
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις:
201
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα
202
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
203
ἦ τι μεταστρέψεις ; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.
204
οἶσθ᾽ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.
205
τὴν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων:
206
Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες:
207
ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ᾽ ἄγγελος αἴσιμα εἰδῇ.
208
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει
209
ὁππότ᾽ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ
210
νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.
211
ἀλλ᾽ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω:
212
ἄλλο δέ τοι ἐρέω , καὶ ἀπειλήσω τό γε θυμῷ:
213
αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης
214
Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος
215
Ἰλίου αἰπεινῆς πεφιδήσεται , οὐδ᾽ ἐθελήσει
216
ἐκπέρσαι , δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,
217
ἴστω τοῦθ᾽ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.
218
ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,
219
δῦνε δὲ πόντον ἰών , πόθεσαν δ᾽ ἥρωες Ἀχαιοί.
220
καὶ τότ᾽ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς:
221
ἔρχεο νῦν φίλε Φοῖβε μεθ᾽ Ἕκτορα χαλκοκορυστήν:
222
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
223
οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
224
ἡμέτερον : μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
225
οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
226
ἀλλὰ τόδ᾽ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
227
ἔπλετο , ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
228
χεῖρας ἐμάς , ἐπεὶ οὔ κεν ἀνιδρωτί γ᾽ ἐτελέσθη.
229
ἀλλὰ σύ γ᾽ ἐν χείρεσσι λάβ᾽ αἰγίδα θυσσανόεσσαν,
230
τῇ μάλ᾽ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς:
231
σοὶ δ᾽ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ:
232
τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα , ὄφρ᾽ ἂν Ἀχαιοὶ
233
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
234
κεῖθεν δ᾽ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
235
ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
236
ὣς ἔφατ᾽ , οὐδ᾽ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
237
βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
238
ὠκέϊ φασσοφόνῳ , ὅς τ᾽ ὤκιστος πετεηνῶν.
239
εὗρ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
240
ἥμενον , οὐδ᾽ ἔτι κεῖτο , νέον δ᾽ ἐσαγείρετο θυμόν,
241
ἀμφὶ ἓ γιγνώσκων ἑτάρους : ἀτὰρ ἆσθμα καὶ ἱδρὼς
242
παύετ᾽ , ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.
243
ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων:
244
Ἕκτορ υἱὲ Πριάμοιο , τί ἢ δὲ σὺ νόσφιν ἀπ᾽ ἄλλων
245
ἧσ᾽ ὀλιγηπελέων ; ἦ πού τί σε κῆδος ἱκάνει;
246
τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ:
247
τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ᾽ εἴρεαι ἄντην;
248
οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
249
οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας
250
χερμαδίῳ πρὸς στῆθος , ἔπαυσε δὲ θούριδος ἀλκῆς;
251
καὶ δὴ ἔγωγ᾽ ἐφάμην νέκυας καὶ δῶμ᾽ Ἀΐδαο
252
ἤματι τῷδ᾽ ἵξεσθαι , ἐπεὶ φίλον ἄϊον ἦτορ.
253
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων:
254
θάρσει νῦν : τοῖόν τοι ἀοσσητῆρα Κρονίων
255
ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν
256
Φοῖβον Ἀπόλλωνα χρυσάορον , ὅς σε πάρος περ
257
ῥύομ᾽ , ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.
258
ἀλλ᾽ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι
259
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους:
260
αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον
261
πᾶσαν λειανέω , τρέψω δ᾽ ἥρωας Ἀχαιούς.
262
ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.
263
ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
264
δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
265
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
266
κυδιόων : ὑψοῦ δὲ κάρη ἔχει , ἀμφὶ δὲ χαῖται
267
ὤμοις ἀΐσσονται : ὃ δ᾽ ἀγλαΐηφι πεποιθὼς
268
ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων:
269
ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα
270
ὀτρύνων ἱππῆας , ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
271
οἳ δ᾽ ὥς τ᾽ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα
272
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται:
273
τὸν μέν τ᾽ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη
274
εἰρύσατ᾽ , οὐδ᾽ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν:
275
τῶν δέ θ᾽ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος
276
εἰς ὁδόν , αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας:
277
ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
278
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν:
279
αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ᾽ ἐποιχόμενον στίχας ἀνδρῶν
280
τάρβησαν , πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.
281
τοῖσι δ᾽ ἔπειτ᾽ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,
282
Αἰτωλῶν ὄχ᾽ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι
283
ἐσθλὸς δ᾽ ἐν σταδίῃ : ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν
284
νίκων , ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων:
285
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
286
ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι,
287
οἷον δ᾽ αὖτ᾽ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας
288
Ἕκτωρ : ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου
289
χερσὶν ὑπ᾽ Αἴαντος θανέειν Τελαμωνιάδαο.
290
ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν
291
Ἕκτορ᾽ , ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ᾽ ἔλυσεν,
292
ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι : οὐ γὰρ ἄτερ γε
293
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.
294
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
295
πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι:
296
αὐτοὶ δ᾽ , ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ᾽ εἶναι,
297
στήομεν , εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες
298
δούρατ᾽ ἀνασχόμενοι : τὸν δ᾽ οἴω καὶ μεμαῶτα
299
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.
300
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
301
οἳ μὲν ἄρ᾽ ἀμφ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα
302
Τεῦκρον Μηριόνην τε Μέγην τ᾽ ἀτάλαντον Ἄρηϊ
303
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες
304
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον : αὐτὰρ ὀπίσσω
305
ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.
306
Τρῶες δὲ προὔτυψαν ἀολλέες , ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ
307
μακρὰ βιβάς : πρόσθεν δὲ κί᾽ αὐτοῦ Φοῖβος Ἀπόλλων
308
εἱμένος ὤμοιιν νεφέλην , ἔχε δ᾽ αἰγίδα θοῦριν
309
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ᾽ , ἣν ἄρα χαλκεὺς
310
Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν:
311
τὴν ἄρ᾽ ὅ γ᾽ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.
312
Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες , ὦρτο δ᾽ ἀϋτὴ
313
ὀξεῖ᾽ ἀμφοτέρωθεν , ἀπὸ νευρῆφι δ᾽ ὀϊστοὶ
314
θρῷσκον : πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
315
ἄλλα μὲν ἐν χροῒ πήγνυτ᾽ ἀρηϊθόων αἰζηῶν,
316
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν
317
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
318
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ᾽ ἀτρέμα Φοῖβος Ἀπόλλων,
319
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο , πῖπτε δὲ λαός.
320
αὐτὰρ ἐπεὶ κατ᾽ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
321
σεῖσ᾽ , ἐπὶ δ᾽ αὐτὸς ἄϋσε μάλα μέγα , τοῖσι δὲ θυμὸν
322
ἐν στήθεσσιν ἔθελξε , λάθοντο δὲ θούριδος ἀλκῆς.
323
οἳ δ᾽ ὥς τ᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ᾽ οἰῶν
324
θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
325
ἐλθόντ᾽ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
326
ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες : ἐν γὰρ Ἀπόλλων
327
ἧκε φόβον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
328
ἔνθα δ᾽ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
329
Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
330
τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
331
τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον:
332
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
333
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
334
ἔσκε Μέδων Αἴαντος ἀδελφεός : αὐτὰρ ἔναιεν
335
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
336
γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ᾽ Ὀϊλεύς:
337
Ἴασος αὖτ᾽ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
338
υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
339
Μηκιστῆ δ᾽ ἕλε Πουλυδάμας , Ἐχίον δὲ Πολίτης
340
πρώτῃ ἐν ὑσμίνῃ , Κλονίον δ᾽ ἕλε δῖος Ἀγήνωρ.
341
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε
342
φεύγοντ᾽ ἐν προμάχοισι , διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
343
ὄφρ᾽ οἳ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα , τόφρα δ᾽ Ἀχαιοὶ
344
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ
345
ἔνθα καὶ ἔνθα φέβοντο , δύοντο δὲ τεῖχος ἀνάγκῃ.
346
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας
347
νηυσὶν ἐπισσεύεσθαι , ἐᾶν δ᾽ ἔναρα βροτόεντα:
348
ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,
349
αὐτοῦ οἱ θάνατον μητίσομαι , οὐδέ νυ τόν γε
350
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,
351
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.
352
ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους
353
κεκλόμενος Τρώεσσι κατὰ στίχας : οἳ δὲ σὺν αὐτῷ
354
πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους
355
ἠχῇ θεσπεσίῃ : προπάροιθε δὲ Φοῖβος Ἀπόλλων
356
ῥεῖ᾽ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων
357
ἐς μέσσον κατέβαλλε , γεφύρωσεν δὲ κέλευθον
358
μακρὴν ἠδ᾽ εὐρεῖαν , ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωὴ
359
γίγνεται , ὁππότ᾽ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.
360
τῇ ῥ᾽ οἵ γε προχέοντο φαλαγγηδόν , πρὸ δ᾽ Ἀπόλλων
361
αἰγίδ᾽ ἔχων ἐρίτιμον : ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
362
ῥεῖα μάλ᾽ , ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
363
ὅς τ᾽ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
364
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
365
ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
366
σύγχεας Ἀργείων , αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
367
ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
368
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
369
χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος:
370
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
371
εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:
372
Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
373
ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
374
εὔχετο νοστῆσαι , σὺ δ᾽ ὑπέσχεο καὶ κατένευσας,
375
τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
376
μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
377
ὣς ἔφατ᾽ εὐχόμενος , μέγα δ᾽ ἔκτυπε μητίετα Ζεύς,
378
ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
379
Τρῶες δ᾽ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
380
μᾶλλον ἐπ᾽ Ἀργείοισι θόρον , μνήσαντο δὲ χάρμης.
381
οἳ δ᾽ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο
382
νηὸς ὑπὲρ τοίχων καταβήσεται , ὁππότ᾽ ἐπείγῃ
383
ἲς ἀνέμου : ἣ γάρ τε μάλιστά γε κύματ᾽ ὀφέλλει:
384
ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,
385
ἵππους δ᾽ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο
386
ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν , οἳ μὲν ἀφ᾽ ἵππων,
387
οἳ δ᾽ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες
388
μακροῖσι ξυστοῖσι , τά ῥά σφ᾽ ἐπὶ νηυσὶν ἔκειτο
389
ναύμαχα κολλήεντα , κατὰ στόμα εἱμένα χαλκῷ.
390
Πάτροκλος δ᾽ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε
391
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,
392
τόφρ᾽ ὅ γ᾽ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
393
ἧστό τε καὶ τὸν ἔτερπε λόγοις , ἐπὶ δ᾽ ἕλκεϊ λυγρῷ
394
φάρμακ᾽ ἀκέσματ᾽ ἔπασσε μελαινάων ὀδυνάων.
395
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
396
Τρῶας , ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
397
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
398
χερσὶ καταπρηνέσσ᾽ , ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα:
399
Εὐρύπυλ᾽ οὐκ ἔτι τοι δύναμαι χατέοντί περ᾽ ἔμπης
400
ἐνθάδε παρμενέμεν : δὴ γὰρ μέγα νεῖκος ὄρωρεν:
401
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω , αὐτὰρ ἔγωγε
402
σπεύσομαι εἰς Ἀχιλῆα , ἵν᾽ ὀτρύνω πολεμίζειν.
403
τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
404
παρειπών ; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
405
τὸν μὲν ἄρ᾽ ὣς εἰπόντα πόδες φέρον : αὐτὰρ Ἀχαιοὶ
406
Τρῶας ἐπερχομένους μένον ἔμπεδον , οὐδ᾽ ἐδύναντο
407
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν:
408
οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας
409
ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.
410
ἀλλ᾽ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει
411
τέκτονος ἐν παλάμῃσι δαήμονος , ὅς ῥά τε πάσης
412
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,
413
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε:
414
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,
415
Ἕκτωρ δ᾽ ἄντ᾽ Αἴαντος ἐείσατο κυδαλίμοιο.
416
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον , οὐδὲ δύναντο
417
οὔθ᾽ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα
418
οὔθ᾽ ὃ τὸν ἂψ ὤσασθαι , ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.
419
ἔνθ᾽ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
420
πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
421
δούπησεν δὲ πεσών , δαλὸς δέ οἱ ἔκπεσε χειρός.
422
Ἕκτωρ δ᾽ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν
423
ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,
424
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας:
425
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
426
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
427
ἀλλ᾽ υἷα Κλυτίοιο σαώσατε , μή μιν Ἀχαιοὶ
428
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.
429
ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.
430
τοῦ μὲν ἅμαρθ᾽ , ὃ δ᾽ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν
431
Αἴαντος θεράποντα Κυθήριον , ὅς ῥα παρ᾽ αὐτῷ
432
ναῖ᾽ , ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,
433
τόν ῥ᾽ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ
434
ἑσταότ᾽ ἄγχ᾽ Αἴαντος : ὃ δ᾽ ὕπτιος ἐν κονίῃσι
435
νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε , λύντο δὲ γυῖα.
436
Αἴας δ᾽ ἐρρίγησε , κασίγνητον δὲ προσηύδα:
437
Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
438
Μαστορίδης , ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα
439
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι:
440
τὸν δ᾽ Ἕκτωρ μεγάθυμος ἀπέκτανε . ποῦ νύ τοι ἰοὶ
441
ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
442
ὣς φάθ᾽ , ὃ δὲ ξυνέηκε , θέων δέ οἱ ἄγχι παρέστη,
443
τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
444
ἰοδόκον : μάλα δ᾽ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
445
καί ῥ᾽ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
446
Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
447
ἡνία χερσὶν ἔχοντα : ὃ μὲν πεπόνητο καθ᾽ ἵππους:
448
τῇ γὰρ ἔχ᾽ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
449
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος : τάχα δ᾽ αὐτῷ
450
ἦλθε κακόν , τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
451
αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός:
452
ἤριπε δ᾽ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
453
κείν᾽ ὄχεα κροτέοντες . ἄναξ δ᾽ ἐνόησε τάχιστα
454
Πουλυδάμας , καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
455
τοὺς μὲν ὅ γ᾽ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
456
πολλὰ δ᾽ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
457
ἵππους : αὐτὸς δ᾽ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
458
Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἐφ᾽ Ἕκτορι χαλκοκορυστῇ
459
αἴνυτο , καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
460
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
461
ἀλλ᾽ οὐ λῆθε Διὸς πυκινὸν νόον , ὅς ῥ᾽ ἐφύλασσεν
462
Ἕκτορ᾽ , ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
463
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
464
ῥῆξ᾽ ἐπὶ τῷ ἐρύοντι : παρεπλάγχθη δέ οἱ ἄλλῃ
465
ἰὸς χαλκοβαρής , τόξον δέ οἱ ἔκπεσε χειρός.
466
Τεῦκρος δ᾽ ἐρρίγησε , κασίγνητον δὲ προσηύδα:
467
ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
468
δαίμων ἡμετέρης , ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
469
νευρὴν δ᾽ ἐξέρρηξε νεόστροφον , ἣν ἐνέδησα
470
πρώϊον , ὄφρ᾽ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
471
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας:
472
ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
473
κεῖσθαι , ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας:
474
αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
475
μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
476
μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
477
νῆας ἐϋσσέλμους , ἀλλὰ μνησώμεθα χάρμης.
478
ὣς φάθ᾽ , ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
479
αὐτὰρ ὅ γ᾽ ἀμφ᾽ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
480
κρατὶ δ᾽ ἐπ᾽ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν
481
ἵππουριν , δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:
482
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
483
βῆ δ᾽ ἰέναι , μάλα δ᾽ ὦκα θέων Αἴαντι παρέστη.
484
Ἕκτωρ δ᾽ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,
485
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας:
486
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
487
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς
488
νῆας ἀνὰ γλαφυράς : δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν
489
ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.
490
ῥεῖα δ᾽ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,
491
ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,
492
ἠδ᾽ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,
493
ὡς νῦν Ἀργείων μινύθει μένος , ἄμμι δ᾽ ἀρήγει.
494
ἀλλὰ μάχεσθ᾽ ἐπὶ νηυσὶν ἀολλέες : ὃς δέ κεν ὑμέων
495
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ
496
τεθνάτω : οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
497
τεθνάμεν : ἀλλ᾽ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,
498
καὶ οἶκος καὶ κλῆρος ἀκήρατος , εἴ κεν Ἀχαιοὶ
499
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
500
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
501
Αἴας δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν:
502
αἰδὼς Ἀργεῖοι : νῦν ἄρκιον ἢ ἀπολέσθαι
503
ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
504
ἦ ἔλπεσθ᾽ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
505
ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
506
ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
507
Ἕκτορος , ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
508
οὐ μὰν ἔς γε χορὸν κέλετ᾽ ἐλθέμεν , ἀλλὰ μάχεσθαι.
509
ἡμῖν δ᾽ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
510
ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
511
βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
512
ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
513
ὧδ᾽ αὔτως παρὰ νηυσὶν ὑπ᾽ ἀνδράσι χειροτέροισιν.
514
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
515
ἔνθ᾽ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
516
ἀρχὸν Φωκήων , Αἴας δ᾽ ἕλε Λαοδάμαντα
517
ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν:
518
Πουλυδάμας δ᾽ Ὦτον Κυλλήνιον ἐξενάριξε
519
Φυλεΐδεω ἕταρον , μεγαθύμων ἀρχὸν Ἐπειῶν.
520
τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών : ὃ δ᾽ ὕπαιθα λιάσθη
521
Πουλυδάμας : καὶ τοῦ μὲν ἀπήμβροτεν : οὐ γὰρ Ἀπόλλων
522
εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι:
523
αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
524
δούπησεν δὲ πεσών : ὃ δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
525
τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
526
Λαμπετίδης , ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
527
Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
528
ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
529
ἐγγύθεν ὁρμηθείς : πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
530
τόν ῥ᾽ ἐφόρει γυάλοισιν ἀρηρότα : τόν ποτε Φυλεὺς
531
ἤγαγεν ἐξ Ἐφύρης , ποταμοῦ ἄπο Σελλήεντος.
532
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
533
ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν:
534
ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ᾽ ὄλεθρον.
535
τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
536
κύμβαχον ἀκρότατον νύξ᾽ ἔγχεϊ ὀξυόεντι,
537
ῥῆξε δ᾽ ἀφ᾽ ἵππειον λόφον αὐτοῦ : πᾶς δὲ χαμᾶζε
538
κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
539
εἷος ὃ τῷ πολέμιζε μένων , ἔτι δ᾽ ἔλπετο νίκην,
540
τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,
541
στῆ δ᾽ εὐρὰξ σὺν δουρὶ λαθών , βάλε δ᾽ ὦμον ὄπισθεν:
542
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα
543
πρόσσω ἱεμένη : ὃ δ᾽ ἄρα πρηνὴς ἐλιάσθη.
544
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε᾽ ἀπ᾽ ὤμων
545
συλήσειν : Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε
546
πᾶσι μάλα , πρῶτον δ᾽ Ἱκεταονίδην ἐνένιπεν
547
ἴφθιμον Μελάνιππον . ὃ δ᾽ ὄφρα μὲν εἰλίποδας βοῦς
548
βόσκ᾽ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων:
549
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
550
ἂψ εἰς Ἴλιον ἦλθε , μετέπρεπε δὲ Τρώεσσι,
551
ναῖε δὲ πὰρ Πριάμῳ , ὃ δέ μιν τίεν ἶσα τέκεσσι:
552
τόν ῥ᾽ Ἕκτωρ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
553
οὕτω δὴ Μελάνιππε μεθήσομεν ; οὐδέ νυ σοί περ
554
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;
555
οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε᾽ ἕπουσιν;
556
ἀλλ᾽ ἕπευ : οὐ γὰρ ἔτ᾽ ἔστιν ἀποσταδὸν Ἀργείοισι
557
μάρνασθαι , πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ κατ᾽ ἄκρης
558
Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.
559
ὣς εἰπὼν ὃ μὲν ἦρχ᾽ , ὃ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς:
560
Ἀργείους δ᾽ ὄτρυνε μέγας Τελαμώνιος Αἴας:
561
ὦ φίλοι ἀνέρες ἔστε , καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῷ,
562
ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.
563
αἰδομένων δ᾽ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται:
564
φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.
565
ὣς ἔφαθ᾽ , οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,
566
ἐν θυμῷ δ᾽ ἐβάλοντο ἔπος , φράξαντο δὲ νῆας
567
ἕρκεϊ χαλκείῳ : ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.
568
Ἀντίλοχον δ᾽ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος:
569
Ἀντίλοχ᾽ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,
570
οὔτε ποσὶν θάσσων οὔτ᾽ ἄλκιμος ὡς σὺ μάχεσθαι:
571
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.
572
ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο , τὸν δ᾽ ὀρόθυνεν:
573
ἐκ δ᾽ ἔθορε προμάχων , καὶ ἀκόντισε δουρὶ φαεινῷ
574
ἀμφὶ ἓ παπτήνας : ὑπὸ δὲ Τρῶες κεκάδοντο
575
ἀνδρὸς ἀκοντίσσαντος : ὃ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,
576
ἀλλ᾽ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον
577
νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.
578
δούπησεν δὲ πεσών , τὸν δὲ σκότος ὄσσε κάλυψεν.
579
Ἀντίλοχος δ᾽ ἐπόρουσε κύων ὥς , ὅς τ᾽ ἐπὶ νεβρῷ
580
βλημένῳ ἀΐξῃ , τόν τ᾽ ἐξ εὐνῆφι θορόντα
581
θηρητὴρ ἐτύχησε βαλών , ὑπέλυσε δὲ γυῖα:
582
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ᾽ Ἀντίλοχος μενεχάρμης
583
τεύχεα συλήσων : ἀλλ᾽ οὐ λάθεν Ἕκτορα δῖον,
584
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.
585
Ἀντίλοχος δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,
586
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,
587
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι
588
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν:
589
ὣς τρέσε Νεστορίδης , ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
590
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο:
591
στῆ δὲ μεταστρεφθείς , ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
592
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι
593
νηυσὶν ἐπεσσεύοντο , Διὸς δ᾽ ἐτέλειον ἐφετμάς,
594
ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα , θέλγε δὲ θυμὸν
595
Ἀργείων καὶ κῦδος ἀπαίνυτο , τοὺς δ᾽ ὀρόθυνεν.
596
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι
597
Πριαμίδῃ , ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ
598
ἐμβάλοι ἀκάματον , Θέτιδος δ᾽ ἐξαίσιον ἀρὴν
599
πᾶσαν ἐπικρήνειε : τὸ γὰρ μένε μητίετα Ζεὺς
600
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.
601
ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
602
θησέμεναι Τρώων , Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
603
τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
604
Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
605
μαίνετο δ᾽ ὡς ὅτ᾽ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
606
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης:
607
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο , τὼ δέ οἱ ὄσσε
608
λαμπέσθην βλοσυρῇσιν ὑπ᾽ ὀφρύσιν , ἀμφὶ δὲ πήληξ
609
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
610
Ἕκτορος : αὐτὸς γάρ οἱ ἀπ᾽ αἰθέρος ἦεν ἀμύντωρ
611
Ζεύς , ὅς μιν πλεόνεσσι μετ᾽ ἀνδράσι μοῦνον ἐόντα
612
τίμα καὶ κύδαινε . μινυνθάδιος γὰρ ἔμελλεν
613
ἔσσεσθ᾽ : ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
614
Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
615
καί ῥ᾽ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
616
ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε᾽ ἄριστα:
617
ἀλλ᾽ οὐδ᾽ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων:
618
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες , ἠΰτε πέτρη
619
ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
620
ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
621
κύματά τε τροφόεντα , τά τε προσερεύγεται αὐτήν:
622
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
623
αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ᾽ ὁμίλῳ,
624
ἐν δ᾽ ἔπεσ᾽ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι
625
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές : ἣ δέ τε πᾶσα
626
ἄχνῃ ὑπεκρύφθη , ἀνέμοιο δὲ δεινὸς ἀήτη
627
ἱστίῳ ἐμβρέμεται , τρομέουσι δέ τε φρένα ναῦται
628
δειδιότες : τυτθὸν γὰρ ὑπ᾽ ἐκ θανάτοιο φέρονται:
629
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
630
αὐτὰρ ὅ γ᾽ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,
631
αἵ ῥά τ᾽ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
632
μυρίαι , ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς
633
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν:
634
ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
635
αἰὲν ὁμοστιχάει , ὃ δέ τ᾽ ἐν μέσσῃσιν ὀρούσας
636
βοῦν ἔδει , αἳ δέ τε πᾶσαι ὑπέτρεσαν : ὣς τότ᾽ Ἀχαιοὶ
637
θεσπεσίως ἐφόβηθεν ὑφ᾽ Ἕκτορι καὶ Διὶ πατρὶ
638
πάντες , ὃ δ᾽ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,
639
Κοπρῆος φίλον υἱόν , ὃς Εὐρυσθῆος ἄνακτος
640
ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.
641
τοῦ γένετ᾽ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
642
παντοίας ἀρετάς , ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
643
καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο:
644
ὅς ῥα τόθ᾽ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
645
στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
646
τὴν αὐτὸς φορέεσκε ποδηνεκέ᾽ ἕρκος ἀκόντων:
647
τῇ ὅ γ᾽ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος , ἀμφὶ δὲ πήληξ
648
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
649
Ἕκτωρ δ᾽ ὀξὺ νόησε , θέων δέ οἱ ἄγχι παρέστη,
650
στήθεϊ δ᾽ ἐν δόρυ πῆξε , φίλων δέ μιν ἐγγὺς ἑταίρων
651
κτεῖν᾽ : οἳ δ᾽ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
652
χραισμεῖν : αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
653
εἰσωποὶ δ᾽ ἐγένοντο νεῶν , περὶ δ᾽ ἔσχεθον ἄκραι
654
νῆες ὅσαι πρῶται εἰρύατο : τοὶ δ᾽ ἐπέχυντο.
655
Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
656
τῶν πρωτέων , αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
657
ἁθρόοι , οὐδὲ κέδασθεν ἀνὰ στρατόν : ἴσχε γὰρ αἰδὼς
658
καὶ δέος : ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
659
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
660
λίσσεθ᾽ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον:
661
ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ᾽ ἐνὶ θυμῷ
662
ἄλλων ἀνθρώπων , ἐπὶ δὲ μνήσασθε ἕκαστος
663
παίδων ἠδ᾽ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
664
ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι:
665
τῶν ὕπερ ἐνθάδ᾽ ἐγὼ γουνάζομαι οὐ παρεόντων
666
ἑστάμεναι κρατερῶς , μὴ δὲ τρωπᾶσθε φόβον δέ.
667
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
668
τοῖσι δ᾽ ἀπ᾽ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
669
θεσπέσιον : μάλα δέ σφι φόως γένετ᾽ ἀμφοτέρωθεν
670
ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
671
Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
672
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
673
ἠδ᾽ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
674
οὐδ᾽ ἄρ᾽ ἔτ᾽ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
675
ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν:
676
ἀλλ᾽ ὅ γε νηῶν ἴκρι᾽ ἐπῴχετο μακρὰ βιβάσθων,
677
νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
678
κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
679
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
680
ὅς τ᾽ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,
681
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται
682
λαοφόρον καθ᾽ ὁδόν : πολέες τέ ἑ θηήσαντο
683
ἀνέρες ἠδὲ γυναῖκες : ὃ δ᾽ ἔμπεδον ἀσφαλὲς αἰεὶ
684
θρῴσκων ἄλλοτ᾽ ἐπ᾽ ἄλλον ἀμείβεται , οἳ δὲ πέτονται:
685
ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν
686
φοίτα μακρὰ βιβάς , φωνὴ δέ οἱ αἰθέρ᾽ ἵκανεν,
687
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε
688
νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν . οὐδὲ μὲν Ἕκτωρ
689
μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων:
690
ἀλλ᾽ ὥς τ᾽ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων
691
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων
692
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,
693
ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο
694
ἀντίος ἀΐξας : τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε
695
χειρὶ μάλα μεγάλῃ , ὄτρυνε δὲ λαὸν ἅμ᾽ αὐτῷ.
696
αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη:
697
φαίης κ᾽ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν
698
ἄντεσθ᾽ ἐν πολέμῳ , ὡς ἐσσυμένως ἐμάχοντο.
699
τοῖσι δὲ μαρναμένοισιν ὅδ᾽ ἦν νόος : ἤτοι Ἀχαιοὶ
700
οὐκ ἔφασαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ , ἀλλ᾽ ὀλέεσθαι,
701
Τρωσὶν δ᾽ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου
702
νῆας ἐνιπρήσειν κτενέειν θ᾽ ἥρωας Ἀχαιούς.
703
οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν:
704
Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο
705
καλῆς ὠκυάλου , ἣ Πρωτεσίλαον ἔνεικεν
706
ἐς Τροίην , οὐδ᾽ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.
707
τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
708
δῄουν ἀλλήλους αὐτοσχεδόν : οὐδ᾽ ἄρα τοί γε
709
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ᾽ ἔτ᾽ ἀκόντων,
710
ἀλλ᾽ οἵ γ᾽ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες
711
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο
712
καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.
713
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα
714
ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον , ἄλλα δ᾽ ἀπ᾽ ὤμων
715
ἀνδρῶν μαρναμένων : ῥέε δ᾽ αἵματι γαῖα μέλαινα.
716
Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει
717
ἄφλαστον μετὰ χερσὶν ἔχων , Τρωσὶν δὲ κέλευεν:
718
οἴσετε πῦρ , ἅμα δ᾽ αὐτοὶ ἀολλέες ὄρνυτ᾽ ἀϋτήν:
719
νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
720
νῆας ἑλεῖν , αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι
721
ἡμῖν πήματα πολλὰ θέσαν , κακότητι γερόντων,
722
οἵ μ᾽ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν
723
αὐτόν τ᾽ ἰσχανάασκον ἐρητύοντό τε λαόν:
724
ἀλλ᾽ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
725
ἡμετέρας , νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.
726
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα μᾶλλον ἐπ᾽ Ἀργείοισιν ὄρουσαν.
727
Αἴας δ᾽ οὐκέτ᾽ ἔμιμνε : βιάζετο γὰρ βελέεσσιν:
728
ἀλλ᾽ ἀνεχάζετο τυτθόν , ὀϊόμενος θανέεσθαι
729
θρῆνυν ἐφ᾽ ἑπταπόδην , λίπε δ᾽ ἴκρια νηὸς ἐΐσης.
730
ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ ἑστήκει δεδοκημένος , ἔγχεϊ δ᾽ αἰεὶ
731
Τρῶας ἄμυνε νεῶν , ὅς τις φέροι ἀκάματον πῦρ:
732
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε:
733
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
734
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς.
735
ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,
736
ἦέ τι τεῖχος ἄρειον , ὅ κ᾽ ἀνδράσι λοιγὸν ἀμύναι;
737
οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,
738
ᾗ κ᾽ ἀπαμυναίμεσθ᾽ ἑτεραλκέα δῆμον ἔχοντες:
739
ἀλλ᾽ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
740
πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης:
741
τὼ ἐν χερσὶ φόως , οὐ μειλιχίῃ πολέμοιο.
742
ἦ , καὶ μαιμώων ἔφεπ᾽ ἔγχεϊ ὀξυόεντι.
743
ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
744
σὺν πυρὶ κηλείῳ , χάριν Ἕκτορος ὀτρύναντος,
745
τὸν δ᾽ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ:
746
δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.