Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
Νέστορα δ᾽ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,
2
ἀλλ᾽ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα:
3
φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα:
4
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.
5
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον
6
εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη
7
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα:
8
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.
9
ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο
10
κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο
11
χαλκῷ παμφαῖνον : ὃ δ᾽ ἔχ᾽ ἀσπίδα πατρὸς ἑοῖο.
12
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
13
στῆ δ᾽ ἐκτὸς κλισίης , τάχα δ᾽ εἴσιδεν ἔργον ἀεικὲς
14
τοὺς μὲν ὀρινομένους , τοὺς δὲ κλονέοντας ὄπισθε
15
Τρῶας ὑπερθύμους : ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν.
16
ὡς δ᾽ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ
17
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα
18
αὔτως , οὐδ᾽ ἄρα τε προκυλίνδεται οὐδετέρωσε,
19
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,
20
ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν
21
διχθάδι᾽ , ἢ μεθ᾽ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,
22
ἦε μετ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.
23
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
24
βῆναι ἐπ᾽ Ἀτρεΐδην . οἳ δ᾽ ἀλλήλους ἐνάριζον
25
μαρνάμενοι : λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς
26
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
27
Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες
28
πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ
29
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.
30
πολλὸν γάρ ῥ᾽ ἀπάνευθε μάχης εἰρύατο νῆες
31
θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς : τὰς γὰρ πρώτας πεδίον δὲ
32
εἴρυσαν , αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.
33
οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας
34
αἰγιαλὸς νῆας χαδέειν , στείνοντο δὲ λαοί:
35
τώ ῥα προκρόσσας ἔρυσαν , καὶ πλῆσαν ἁπάσης
36
ἠϊόνος στόμα μακρόν , ὅσον συνεέργαθον ἄκραι.
37
τώ ῥ᾽ οἵ γ᾽ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο
38
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι : ἄχνυτο δέ σφι
39
θυμὸς ἐνὶ στήθεσσιν . ὃ δὲ ξύμβλητο γεραιὸς
40
Νέστωρ , πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
41
τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων:
42
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
43
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ᾽ ἀφικάνεις;
44
δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,
45
ὥς ποτ᾽ ἐπηπείλησεν ἐνὶ Τρώεσσ᾽ ἀγορεύων
46
μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι
47
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι , κτεῖναι δὲ καὶ αὐτούς.
48
κεῖνος τὼς ἀγόρευε : τὰ δὴ νῦν πάντα τελεῖται.
49
ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
50
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς
51
οὐδ᾽ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.
52
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
53
ἦ δὴ ταῦτά γ᾽ ἑτοῖμα τετεύχαται , οὐδέ κεν ἄλλως
54
Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.
55
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν , ᾧ ἐπέπιθμεν
56
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι:
57
οἳ δ᾽ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι
58
νωλεμές : οὐδ᾽ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων
59
ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,
60
ὡς ἐπιμὶξ κτείνονται , ἀϋτὴ δ᾽ οὐρανὸν ἵκει.
61
ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα
62
εἴ τι νόος ῥέξει : πόλεμον δ᾽ οὐκ ἄμμε κελεύω
63
δύμεναι : οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.
64
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
65
Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,
66
τεῖχος δ᾽ οὐκ ἔχραισμε τετυγμένον , οὐδέ τι τάφρος,
67
ᾗ ἔπι πολλὰ πάθον Δαναοί , ἔλποντο δὲ θυμῷ
68
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι:
69
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι
70
νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς.
71
ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,
72
οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι
73
κυδάνει , ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.
74
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.
75
νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης
76
ἕλκωμεν , πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,
77
ὕψι δ᾽ ἐπ᾽ εὐνάων ὁρμίσσομεν , εἰς ὅ κεν ἔλθῃ
78
νὺξ ἀβρότη , ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο
79
Τρῶες : ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.
80
οὐ γάρ τις νέμεσις φυγέειν κακόν , οὐδ᾽ ἀνὰ νύκτα.
81
βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.
82
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
83
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων:
84
οὐλόμεν᾽ αἴθ᾽ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου
85
σημαίνειν , μὴ δ᾽ ἄμμιν ἀνασσέμεν , οἷσιν ἄρα Ζεὺς
86
ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν
87
ἀργαλέους πολέμους , ὄφρα φθιόμεσθα ἕκαστος.
88
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν
89
καλλείψειν , ἧς εἵνεκ᾽ ὀϊζύομεν κακὰ πολλά;
90
σίγα , μή τίς τ᾽ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ
91
μῦθον , ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο
92
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν
93
σκηπτοῦχός τ᾽ εἴη , καί οἱ πειθοίατο λαοὶ
94
τοσσοίδ᾽ ὅσσοισιν σὺ μετ᾽ Ἀργείοισιν ἀνάσσεις:
95
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας , οἷον ἔειπες:
96
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς
97
νῆας ἐϋσσέλμους ἅλαδ᾽ ἑλκέμεν , ὄφρ᾽ ἔτι μᾶλλον
98
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,
99
ἡμῖν δ᾽ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ . οὐ γὰρ Ἀχαιοὶ
100
σχήσουσιν πόλεμον νηῶν ἅλα δ᾽ ἑλκομενάων,
101
ἀλλ᾽ ἀποπαπτανέουσιν , ἐρωήσουσι δὲ χάρμης.
102
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.
103
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
104
ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ
105
ἀργαλέῃ : ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα
106
νῆας ἐϋσσέλμους ἅλα δ᾽ ἑλκέμεν υἷας Ἀχαιῶν.
107
νῦν δ᾽ εἴη ὃς τῆσδέ γ᾽ ἀμείνονα μῆτιν ἐνίσποι
108
ἢ νέος ἠὲ παλαιός : ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.
109
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
110
ἐγγὺς ἀνήρ : οὐ δηθὰ ματεύσομεν : αἴ κ᾽ ἐθέλητε
111
πείθεσθαι , καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
112
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ᾽ ὑμῖν:
113
πατρὸς δ᾽ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
114
Τυδέος , ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
115
πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,
116
οἴκεον δ᾽ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
117
Ἄγριος ἠδὲ Μέλας , τρίτατος δ᾽ ἦν ἱππότα Οἰνεὺς
118
πατρὸς ἐμοῖο πατήρ : ἀρετῇ δ᾽ ἦν ἔξοχος αὐτῶν.
119
ἀλλ᾽ ὃ μὲν αὐτόθι μεῖνε , πατὴρ δ᾽ ἐμὸς Ἄργεϊ νάσθη
120
πλαγχθείς : ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.
121
Ἀδρήστοιο δ᾽ ἔγημε θυγατρῶν , ναῖε δὲ δῶμα
122
ἀφνειὸν βιότοιο , ἅλις δέ οἱ ἦσαν ἄρουραι
123
πυροφόροι , πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
124
πολλὰ δέ οἱ πρόβατ᾽ ἔσκε : κέκαστο δὲ πάντας Ἀχαιοὺς
125
ἐγχείῃ : τὰ δὲ μέλλετ᾽ ἀκουέμεν , εἰ ἐτεόν περ.
126
τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
127
μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ᾽ ἐῢ εἴπω.
128
δεῦτ᾽ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
129
ἔνθα δ᾽ ἔπειτ᾽ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
130
ἐκ βελέων , μή πού τις ἐφ᾽ ἕλκεϊ ἕλκος ἄρηται:
131
ἄλλους δ᾽ ὀτρύνοντες ἐνήσομεν , οἳ τὸ πάρος περ
132
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ᾽ οὐδὲ μάχονται.
133
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
134
βὰν δ᾽ ἴμεν , ἦρχε δ᾽ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
135
οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,
136
ἀλλὰ μετ᾽ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,
137
δεξιτερὴν δ᾽ ἕλε χεῖρ᾽ Ἀγαμέμνονος Ἀτρεΐδαο,
138
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
139
Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
140
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν
141
δερκομένῳ , ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ᾽ ἠβαιαί.
142
ἀλλ᾽ ὃ μὲν ὣς ἀπόλοιτο , θεὸς δέ ἑ σιφλώσειε:
143
σοὶ δ᾽ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
144
ἀλλ᾽ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
145
εὐρὺ κονίσουσιν πεδίον , σὺ δ᾽ ἐπόψεαι αὐτὸς
146
φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
147
ὣς εἰπὼν μέγ᾽ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
148
ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
149
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
150
τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων
151
ἧκεν : Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
152
καρδίῃ , ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
153
Ἥρη δ᾽ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
154
στᾶσ᾽ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου : αὐτίκα δ᾽ ἔγνω
155
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν
156
αὐτοκασίγνητον καὶ δαέρα , χαῖρε δὲ θυμῷ:
157
Ζῆνα δ᾽ ἐπ᾽ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
158
ἥμενον εἰσεῖδε , στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
159
μερμήριξε δ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη
160
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο:
161
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
162
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
163
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
164
ᾗ χροιῇ , τῷ δ᾽ ὕπνον ἀπήμονά τε λιαρόν τε
165
χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.
166
βῆ δ᾽ ἴμεν ἐς θάλαμον , τόν οἱ φίλος υἱὸς ἔτευξεν
167
Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε
168
κληῗδι κρυπτῇ , τὴν δ᾽ οὐ θεὸς ἄλλος ἀνῷγεν:
169
ἔνθ᾽ ἥ γ᾽ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
170
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
171
λύματα πάντα κάθηρεν , ἀλείψατο δὲ λίπ᾽ ἐλαίῳ
172
ἀμβροσίῳ ἑδανῷ , τό ῥά οἱ τεθυωμένον ἦεν:
173
τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ
174
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ᾽ ἀϋτμή.
175
τῷ ῥ᾽ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας
176
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς
177
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.
178
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιον ἑανὸν ἕσαθ᾽ , ὅν οἱ Ἀθήνη
179
ἔξυσ᾽ ἀσκήσασα , τίθει δ᾽ ἐνὶ δαίδαλα πολλά:
180
χρυσείῃς δ᾽ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.
181
ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,
182
ἐν δ᾽ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι
183
τρίγληνα μορόεντα : χάρις δ᾽ ἀπελάμπετο πολλή.
184
κρηδέμνῳ δ᾽ ἐφύπερθε καλύψατο δῖα θεάων
185
καλῷ νηγατέῳ : λευκὸν δ᾽ ἦν ἠέλιος ὥς:
186
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.
187
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον
188
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο , καλεσσαμένη δ᾽ Ἀφροδίτην
189
τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε:
190
ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,
191
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,
192
οὕνεκ᾽ ἐγὼ Δαναοῖσι , σὺ δὲ Τρώεσσιν ἀρήγεις;
193
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη:
194
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
195
αὔδα ὅ τι φρονέεις : τελέσαι δέ με θυμὸς ἄνωγεν,
196
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
197
τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη:
198
δὸς νῦν μοι φιλότητα καὶ ἵμερον , ᾧ τε σὺ πάντας
199
δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.
200
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,
201
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
202
οἵ μ᾽ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ᾽ ἀτίταλλον
203
δεξάμενοι Ῥείας , ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
204
γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης:
205
τοὺς εἶμ᾽ ὀψομένη , καί σφ᾽ ἄκριτα νείκεα λύσω:
206
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
207
εὐνῆς καὶ φιλότητος , ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
208
εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ
209
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,
210
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.
211
τὴν δ᾽ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη:
212
οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι:
213
Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.
214
ἦ , καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα
215
ποικίλον , ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο:
216
ἔνθ᾽ ἔνι μὲν φιλότης , ἐν δ᾽ ἵμερος , ἐν δ᾽ ὀαριστὺς
217
πάρφασις , ἥ τ᾽ ἔκλεψε νόον πύκα περ φρονεόντων.
218
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
219
τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ
220
ποικίλον , ᾧ ἔνι πάντα τετεύχαται : οὐδέ σέ φημι
221
ἄπρηκτόν γε νέεσθαι , ὅ τι φρεσὶ σῇσι μενοινᾷς.
222
ὣς φάτο , μείδησεν δὲ βοῶπις πότνια Ἥρη,
223
μειδήσασα δ᾽ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.
224
ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,
225
Ἥρη δ᾽ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
226
Πιερίην δ᾽ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν
227
σεύατ᾽ ἐφ᾽ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα
228
ἀκροτάτας κορυφάς : οὐδὲ χθόνα μάρπτε ποδοῖιν:
229
ἐξ Ἀθόω δ᾽ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,
230
Λῆμνον δ᾽ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.
231
ἔνθ᾽ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,
232
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
233
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ᾽ ἀνθρώπων,
234
ἠμὲν δή ποτ᾽ ἐμὸν ἔπος ἔκλυες , ἠδ᾽ ἔτι καὶ νῦν
235
πείθευ : ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.
236
κοίμησόν μοι Ζηνὸς ὑπ᾽ ὀφρύσιν ὄσσε φαεινὼ
237
αὐτίκ᾽ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.
238
δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ
239
χρύσεον : Ἥφαιστος δέ κ᾽ ἐμὸς πάϊς ἀμφιγυήεις
240
τεύξει᾽ ἀσκήσας , ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
241
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.
242
τὴν δ᾽ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος:
243
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο
244
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
245
ῥεῖα κατευνήσαιμι , καὶ ἂν ποταμοῖο ῥέεθρα
246
Ὠκεανοῦ , ὅς περ γένεσις πάντεσσι τέτυκται:
247
Ζηνὸς δ᾽ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην
248
οὐδὲ κατευνήσαιμ᾽ , ὅτε μὴ αὐτός γε κελεύοι.
249
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ
250
ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
251
ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.
252
ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
253
νήδυμος ἀμφιχυθείς : σὺ δέ οἱ κακὰ μήσαο θυμῷ
254
ὄρσασ᾽ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,
255
καί μιν ἔπειτα Κόων δ᾽ εὖ ναιομένην ἀπένεικας
256
νόσφι φίλων πάντων . ὃ δ᾽ ἐπεγρόμενος χαλέπαινε
257
ῥιπτάζων κατὰ δῶμα θεούς , ἐμὲ δ᾽ ἔξοχα πάντων
258
ζήτει : καί κέ μ᾽ ἄϊστον ἀπ᾽ αἰθέρος ἔμβαλε πόντῳ,
259
εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν:
260
τὴν ἱκόμην φεύγων , ὃ δ᾽ ἐπαύσατο χωόμενός περ.
261
ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.
262
νῦν αὖ τοῦτό μ᾽ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.
263
τὸν δ᾽ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη:
264
Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;
265
ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν
266
ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;
267
ἀλλ᾽ ἴθ᾽ , ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων
268
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.
270
ὣς φάτο , χήρατο δ᾽ Ὕπνος , ἀμειβόμενος δὲ προσηύδα:
271
ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,
272
χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,
273
τῇ δ᾽ ἑτέρῃ ἅλα μαρμαρέην , ἵνα νῶϊν ἅπαντες
274
μάρτυροι ὦσ᾽ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,
275
ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων
276
Πασιθέην , ἧς τ᾽ αὐτὸς ἐέλδομαι ἤματα πάντα.
277
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
278
ὄμνυε δ᾽ ὡς ἐκέλευε , θεοὺς δ᾽ ὀνόμηνεν ἅπαντας
279
τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.
280
αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
281
τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
282
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.
283
Ἴδην δ᾽ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν
284
Λεκτόν , ὅθι πρῶτον λιπέτην ἅλα : τὼ δ᾽ ἐπὶ χέρσου
285
βήτην , ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.
286
ἔνθ᾽ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι
287
εἰς ἐλάτην ἀναβὰς περιμήκετον , ἣ τότ᾽ ἐν Ἴδῃ
288
μακροτάτη πεφυυῖα δι᾽ ἠέρος αἰθέρ᾽ ἵκανεν:
289
ἔνθ᾽ ἧστ᾽ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν
290
ὄρνιθι λιγυρῇ ἐναλίγκιος , ἥν τ᾽ ἐν ὄρεσσι
291
χαλκίδα κικλήσκουσι θεοί , ἄνδρες δὲ κύμινδιν.
292
Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον
293
Ἴδης ὑψηλῆς : ἴδε δὲ νεφεληγερέτα Ζεύς.
294
ὡς δ᾽ ἴδεν , ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,
295
οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι
296
εἰς εὐνὴν φοιτῶντε , φίλους λήθοντε τοκῆας.
297
στῆ δ᾽ αὐτῆς προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
298
Ἥρη πῇ μεμαυῖα κατ᾽ Οὐλύμπου τόδ᾽ ἱκάνεις;
299
ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ ἐπιβαίης.
300
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη:
301
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,
302
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,
303
οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ᾽ ἀτίταλλον:
304
τοὺς εἶμ᾽ ὀψομένη , καί σφ᾽ ἄκριτα νείκεα λύσω:
305
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
306
εὐνῆς καὶ φιλότητος , ἐπεὶ χόλος ἔμπεσε θυμῷ.
307
ἵπποι δ᾽ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης
308
ἑστᾶσ᾽ , οἵ μ᾽ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.
309
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ᾽ Οὐλύμπου τόδ᾽ ἱκάνω,
310
μή πώς μοι μετέπειτα χολώσεαι , αἴ κε σιωπῇ
311
οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.
312
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
313
Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,
314
νῶϊ δ᾽ ἄγ᾽ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.
315
οὐ γάρ πώ ποτέ μ᾽ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς
316
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,
317
οὐδ᾽ ὁπότ᾽ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,
318
ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ᾽ ἀτάλαντον:
319
οὐδ᾽ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,
320
ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν:
321
οὐδ᾽ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,
322
ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν:
323
οὐδ᾽ ὅτε περ Σεμέλης οὐδ᾽ Ἀλκμήνης ἐνὶ Θήβῃ,
324
ἥ ῥ᾽ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα:
325
ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν:
326
οὐδ᾽ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης,
327
οὐδ᾽ ὁπότε Λητοῦς ἐρικυδέος , οὐδὲ σεῦ αὐτῆς,
328
ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.
329
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη:
330
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
331
εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι
332
Ἴδης ἐν κορυφῇσι , τὰ δὲ προπέφανται ἅπαντα:
333
πῶς κ᾽ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων
334
εὕδοντ᾽ ἀθρήσειε , θεοῖσι δὲ πᾶσι μετελθὼν
335
πεφράδοι ; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην
336
ἐξ εὐνῆς ἀνστᾶσα , νεμεσσητὸν δέ κεν εἴη.
337
ἀλλ᾽ εἰ δή ῥ᾽ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,
338
ἔστιν τοι θάλαμος , τόν τοι φίλος υἱὸς ἔτευξεν
339
Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν:
340
ἔνθ᾽ ἴομεν κείοντες , ἐπεί νύ τοι εὔαδεν εὐνή.
341
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
342
Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν᾽ ἀνδρῶν
343
ὄψεσθαι : τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω
344
χρύσεον : οὐδ᾽ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,
345
οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.
346
ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν:
347
τοῖσι δ᾽ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,
348
λωτόν θ᾽ ἑρσήεντα ἰδὲ κρόκον ἠδ᾽ ὑάκινθον
349
πυκνὸν καὶ μαλακόν , ὃς ἀπὸ χθονὸς ὑψόσ᾽ ἔεργε.
350
τῷ ἔνι λεξάσθην , ἐπὶ δὲ νεφέλην ἕσσαντο
351
καλὴν χρυσείην : στιλπναὶ δ᾽ ἀπέπιπτον ἔερσαι.
352
ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,
353
ὕπνῳ καὶ φιλότητι δαμείς , ἔχε δ᾽ ἀγκὰς ἄκοιτιν:
354
βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος
355
ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ:
356
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
357
πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,
358
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ , ὄφρ᾽ ἔτι εὕδει
359
Ζεύς , ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ᾽ ἐκάλυψα:
360
Ἥρη δ᾽ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.
361
ὣς εἰπὼν ὃ μὲν ᾤχετ᾽ ἐπὶ κλυτὰ φῦλ᾽ ἀνθρώπων,
362
τὸν δ᾽ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.
363
αὐτίκα δ᾽ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν:
364
Ἀργεῖοι καὶ δ᾽ αὖτε μεθίεμεν Ἕκτορι νίκην
365
Πριαμίδῃ , ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;
366
ἀλλ᾽ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ᾽ Ἀχιλλεὺς
367
νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ:
368
κείνου δ᾽ οὔ τι λίην ποθὴ ἔσσεται , εἴ κεν οἳ ἄλλοι
369
ἡμεῖς ὀτρυνώμεθ᾽ ἀμυνέμεν ἀλλήλοισιν.
370
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
371
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται
372
ἑσσάμενοι , κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι
373
κρύψαντες , χερσίν τε τὰ μακρότατ᾽ ἔγχε᾽ ἑλόντες
374
ἴομεν : αὐτὰρ ἐγὼν ἡγήσομαι , οὐδ᾽ ἔτι φημὶ
375
Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.
376
ὃς δέ κ᾽ ἀνὴρ μενέχαρμος , ἔχει δ᾽ ὀλίγον σάκος ὤμῳ,
377
χείρονι φωτὶ δότω , ὃ δ᾽ ἐν ἀσπίδι μείζονι δύτω.
378
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο:
379
τοὺς δ᾽ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ
380
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων:
381
οἰχόμενοι δ᾽ ἐπὶ πάντας ἀρήϊα τεύχε᾽ ἄμειβον:
382
ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε , χέρεια δὲ χείρονι δόσκεν.
383
αὐτὰρ ἐπεί ῥ᾽ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν
384
βάν ῥ᾽ ἴμεν : ἦρχε δ᾽ ἄρά σφι Ποσειδάων ἐνοσίχθων
385
δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ
386
εἴκελον ἀστεροπῇ : τῷ δ᾽ οὐ θέμις ἐστὶ μιγῆναι
387
ἐν δαῒ λευγαλέῃ , ἀλλὰ δέος ἰσχάνει ἄνδρας.
388
Τρῶας δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.
389
δή ῥα τότ᾽ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν
390
κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,
391
ἤτοι ὃ μὲν Τρώεσσιν , ὃ δ᾽ Ἀργείοισιν ἀρήγων.
392
ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε
393
Ἀργείων : οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
394
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον
395
ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ:
396
οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο
397
οὔρεος ἐν βήσσῃς , ὅτε τ᾽ ὤρετο καιέμεν ὕλην:
398
οὔτ᾽ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι
399
ἠπύει , ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,
400
ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ
401
δεινὸν ἀϋσάντων , ὅτ᾽ ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
402
Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ
403
ἔγχει , ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ , οὐδ᾽ ἀφάμαρτε,
404
τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,
405
ἤτοι ὃ μὲν σάκεος , ὃ δὲ φασγάνου ἀργυροήλου:
406
τώ οἱ ῥυσάσθην τέρενα χρόα . χώσατο δ᾽ Ἕκτωρ,
407
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
408
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.
409
τὸν μὲν ἔπειτ᾽ ἀπιόντα μέγας Τελαμώνιος Αἴας
410
χερμαδίῳ , τά ῥα πολλὰ θοάων ἔχματα νηῶν
411
πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο , τῶν ἓν ἀείρας
412
στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,
413
στρόμβον δ᾽ ὣς ἔσσευε βαλών , περὶ δ᾽ ἔδραμε πάντῃ.
414
ὡς δ᾽ ὅθ᾽ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς
415
πρόρριζος , δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ
416
ἐξ αὐτῆς , τὸν δ᾽ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται
417
ἐγγὺς ἐών , χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,
418
ὣς ἔπεσ᾽ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι:
419
χειρὸς δ᾽ ἔκβαλεν ἔγχος , ἐπ᾽ αὐτῷ δ᾽ ἀσπὶς ἑάφθη
420
καὶ κόρυς , ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
421
οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν
422
ἐλπόμενοι ἐρύεσθαι , ἀκόντιζον δὲ θαμειὰς
423
αἰχμάς : ἀλλ᾽ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν
424
οὐτάσαι οὐδὲ βαλεῖν : πρὶν γὰρ περίβησαν ἄριστοι
425
Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ
426
Σαρπηδών τ᾽ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων.
427
τῶν δ᾽ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν , ἀλλὰ πάροιθεν
428
ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ . τὸν δ᾽ ἄρ᾽ ἑταῖροι
429
χερσὶν ἀείραντες φέρον ἐκ πόνου , ὄφρ᾽ ἵκεθ᾽ ἵππους
430
ὠκέας , οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
431
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ᾽ ἔχοντες:
432
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.
433
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
434
Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς,
435
ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί , κὰδ δέ οἱ ὕδωρ
436
χεῦαν : ὃ δ᾽ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν,
437
ἑζόμενος δ᾽ ἐπὶ γοῦνα κελαινεφὲς αἷμ᾽ ἀπέμεσσεν:
438
αὖτις δ᾽ ἐξοπίσω πλῆτο χθονί , τὼ δέ οἱ ὄσσε
439
νὺξ ἐκάλυψε μέλαινα : βέλος δ᾽ ἔτι θυμὸν ἐδάμνα.
440
Ἀργεῖοι δ᾽ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα
441
μᾶλλον ἐπὶ Τρώεσσι θόρον , μνήσαντο δὲ χάρμης.
442
ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
443
Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι
444
Ἠνοπίδην , ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων
445
Ἤνοπι βουκολέοντι παρ᾽ ὄχθας Σατνιόεντος.
446
τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
447
οὖτα κατὰ λαπάρην : ὃ δ᾽ ἀνετράπετ᾽ , ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
448
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.
449
τῷ δ᾽ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ
450
Πανθοΐδης , βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον
451
υἱὸν Ἀρηϊλύκοιο , δι᾽ ὤμου δ᾽ ὄβριμον ἔγχος
452
ἔσχεν , ὃ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
453
Πουλυδάμας δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
454
οὐ μὰν αὖτ᾽ ὀΐω μεγαθύμου Πανθοΐδαο
455
χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,
456
ἀλλά τις Ἀργείων κόμισε χροΐ , καί μιν ὀΐω
457
αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.
458
ὣς ἔφατ᾽ , Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο:
459
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
460
τῷ Τελαμωνιάδῃ : τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.
461
καρπαλίμως δ᾽ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.
462
Πουλυδάμας δ᾽ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
463
λικριφὶς ἀΐξας , κόμισεν δ᾽ Ἀντήνορος υἱὸς
464
Ἀρχέλοχος : τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.
465
τόν ῥ᾽ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,
466
νείατον ἀστράγαλον , ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε:
467
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε
468
οὔδεϊ πλῆντ᾽ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.
469
Αἴας δ᾽ αὖτ᾽ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι:
470
φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες
471
ἦ ῥ᾽ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι
472
ἄξιος ; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,
473
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
474
ἢ πάϊς : αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.
475
ἦ ῥ᾽ εὖ γιγνώσκων , Τρῶας δ᾽ ἄχος ἔλλαβε θυμόν.
476
ἔνθ᾽ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ
477
ἀμφὶ κασιγνήτῳ βεβαώς : ὃ δ᾽ ὕφελκε ποδοῖιν.
478
τῷ δ᾽ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
479
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι
480
οὔ θην οἴοισίν γε πόνος τ᾽ ἔσεται καὶ ὀϊζὺς
481
ἡμῖν , ἀλλά ποθ᾽ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
482
φράζεσθ᾽ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει
483
ἔγχει ἐμῷ , ἵνα μή τι κασιγνήτοιό γε ποινὴ
484
δηρὸν ἄτιτος ἔῃ : τὼ καί κέ τις εὔχεται ἀνὴρ
485
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.
486
ὣς ἔφατ᾽ , Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο:
487
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
488
ὁρμήθη δ᾽ Ἀκάμαντος : ὃ δ᾽ οὐχ ὑπέμεινεν ἐρωὴν
489
Πηνελέωο ἄνακτος : ὃ δ᾽ οὔτασεν Ἰλιονῆα
490
υἱὸν Φόρβαντος πολυμήλου , τόν ῥα μάλιστα
491
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε:
492
τῷ δ᾽ ἄρ᾽ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.
493
τὸν τόθ᾽ ὑπ᾽ ὀφρύος οὖτα κατ᾽ ὀφθαλμοῖο θέμεθλα,
494
ἐκ δ᾽ ὦσε γλήνην : δόρυ δ᾽ ὀφθαλμοῖο διὰ πρὸ
495
καὶ διὰ ἰνίου ἦλθεν , ὃ δ᾽ ἕζετο χεῖρε πετάσσας
496
ἄμφω : Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
497
αὐχένα μέσσον ἔλασσεν , ἀπήραξεν δὲ χαμᾶζε
498
αὐτῇ σὺν πήληκι κάρη : ἔτι δ᾽ ὄβριμον ἔγχος
499
ἦεν ἐν ὀφθαλμῷ : ὃ δὲ φὴ κώδειαν ἀνασχὼν
500
πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα:
501
εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
502
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν:
503
οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο
504
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται , ὁππότε κεν δὴ
505
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.
506
ὣς φάτο , τοὺς δ᾽ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,
507
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.
508
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι
509
ὅς τις δὴ πρῶτος βροτόεντ᾽ ἀνδράγρι᾽ Ἀχαιῶν
510
ἤρατ᾽ , ἐπεί ῥ᾽ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.
511
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα
512
Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων:
513
Φάλκην δ᾽ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε:
514
Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,
515
Τεῦκρος δὲ Προθόωνά τ᾽ ἐνήρατο καὶ Περιφήτην:
516
Ἀτρεΐδης δ᾽ ἄρ᾽ ἔπειθ᾽ Ὑπερήνορα ποιμένα λαῶν
517
οὖτα κατὰ λαπάρην , διὰ δ᾽ ἔντερα χαλκὸς ἄφυσσε
518
δῃώσας : ψυχὴ δὲ κατ᾽ οὐταμένην ὠτειλὴν
519
ἔσσυτ᾽ ἐπειγομένη , τὸν δὲ σκότος ὄσσε κάλυψε.
520
πλείστους δ᾽ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός:
521
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
522
ἀνδρῶν τρεσσάντων , ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.