Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
Ζεὺς δ᾽ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,
2
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ᾽ ἐχέμεν καὶ ὀϊζὺν
3
νωλεμέως , αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ
4
νόσφιν ἐφ᾽ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν
5
Μυσῶν τ᾽ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν
6
γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.
7
ἐς Τροίην δ᾽ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ:
8
οὐ γὰρ ὅ γ᾽ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν
9
ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.
10
οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων:
11
καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε
12
ὑψοῦ ἐπ᾽ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης
13
Θρηϊκίης : ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,
14
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.
15
ἔνθ᾽ ἄρ᾽ ὅ γ᾽ ἐξ ἁλὸς ἕζετ᾽ ἰών , ἐλέαιρε δ᾽ Ἀχαιοὺς
16
Τρωσὶν δαμναμένους , Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
17
αὐτίκα δ᾽ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος
18
κραιπνὰ ποσὶ προβιβάς : τρέμε δ᾽ οὔρεα μακρὰ καὶ ὕλη
19
ποσσὶν ὑπ᾽ ἀθανάτοισι Ποσειδάωνος ἰόντος.
20
τρὶς μὲν ὀρέξατ᾽ ἰών , τὸ δὲ τέτρατον ἵκετο τέκμωρ
21
Αἰγάς , ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης
22
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.
23
ἔνθ᾽ ἐλθὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω
24
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
25
χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ , γέντο δ᾽ ἱμάσθλην
26
χρυσείην εὔτυκτον , ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,
27
βῆ δ᾽ ἐλάαν ἐπὶ κύματ᾽ : ἄταλλε δὲ κήτε᾽ ὑπ᾽ αὐτοῦ
28
πάντοθεν ἐκ κευθμῶν , οὐδ᾽ ἠγνοίησεν ἄνακτα:
29
γηθοσύνῃ δὲ θάλασσα διίστατο : τοὶ δὲ πέτοντο
30
ῥίμφα μάλ᾽ , οὐδ᾽ ὑπένερθε διαίνετο χάλκεος ἄξων:
31
τὸν δ᾽ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.
32
ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης
33
μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης:
34
ἔνθ᾽ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων
35
λύσας ἐξ ὀχέων , παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ
36
ἔδμεναι : ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας
37
ἀρρήκτους ἀλύτους , ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν
38
νοστήσαντα ἄνακτα : ὃ δ᾽ ἐς στρατὸν ᾤχετ᾽ Ἀχαιῶν.
39
Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ
40
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο
41
ἄβρομοι αὐΐαχοι : ἔλποντο δὲ νῆας Ἀχαιῶν
42
αἱρήσειν , κτενέειν δὲ παρ᾽ αὐτόθι πάντας ἀρίστους.
43
ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος
44
Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν
45
εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν:
46
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ:
47
Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν
48
ἀλκῆς μνησαμένω , μὴ δὲ κρυεροῖο φόβοιο.
49
ἄλλῃ μὲν γὰρ ἔγωγ᾽ οὐ δείδια χεῖρας ἀάπτους
50
Τρώων , οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ:
51
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί:
52
τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,
53
ᾗ ῥ᾽ ὅ γ᾽ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει
54
Ἕκτωρ , ὃς Διὸς εὔχετ᾽ ἐρισθενέος πάϊς εἶναι.
55
σφῶϊν δ᾽ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν
56
αὐτώ θ᾽ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους:
57
τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ᾽ ἀπὸ νηῶν
58
ὠκυπόρων , εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.
59
ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος
60
ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο,
61
γυῖα δ᾽ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.
62
αὐτὸς δ᾽ ὥς τ᾽ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,
63
ὅς ῥά τ᾽ ἀπ᾽ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς
64
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,
65
ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων.
66
τοῖιν δ᾽ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,
67
αἶψα δ᾽ ἄρ᾽ Αἴαντα προσέφη Τελαμώνιον υἱόν:
68
Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι
69
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,
70
οὐδ᾽ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής:
71
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων
72
ῥεῖ᾽ ἔγνων ἀπιόντος : ἀρίγνωτοι δὲ θεοί περ:
73
καὶ δ᾽ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι
74
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,
75
μαιμώωσι δ᾽ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε.
76
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας:
77
οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
78
μαιμῶσιν , καί μοι μένος ὤρορε , νέρθε δὲ ποσσὶν
79
ἔσσυμαι ἀμφοτέροισι : μενοινώω δὲ καὶ οἶος
80
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.
81
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον
82
χάρμῃ γηθόσυνοι , τήν σφιν θεὸς ἔμβαλε θυμῷ:
83
τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
84
οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
85
τῶν ῥ᾽ ἅμα τ᾽ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο,
86
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
87
Τρῶας , τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
88
τοὺς οἵ γ᾽ εἰσορόωντες ὑπ᾽ ὀφρύσι δάκρυα λεῖβον:
89
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ᾽ ἐκ κακοῦ : ἀλλ᾽ ἐνοσίχθων
90
ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας.
91
Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
92
Πηνέλεών θ᾽ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
93
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς:
94
τοὺς ὅ γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
95
αἰδὼς Ἀργεῖοι , κοῦροι νέοι : ὔμμιν ἔγωγε
96
μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς:
97
εἰ δ᾽ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
98
νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
99
ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι
100
δεινόν , ὃ οὔ ποτ᾽ ἔγωγε τελευτήσεσθαι ἔφασκον,
101
Τρῶας ἐφ᾽ ἡμετέρας ἰέναι νέας , οἳ τὸ πάρος περ
102
φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν , αἵ τε καθ᾽ ὕλην
103
θώων παρδαλίων τε λύκων τ᾽ ἤϊα πέλονται
104
αὔτως ἠλάσκουσαι ἀνάλκιδες , οὐδ᾽ ἔπι χάρμη:
105
ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν
106
μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον , οὐδ᾽ ἠβαιόν:
107
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται
108
ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,
109
οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι
110
νηῶν ὠκυπόρων , ἀλλὰ κτείνονται ἀν᾽ αὐτάς.
111
ἀλλ᾽ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν
112
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
113
οὕνεκ᾽ ἀπητίμησε ποδώκεα Πηλεΐωνα,
114
ἡμέας γ᾽ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.
115
ἀλλ᾽ ἀκεώμεθα θᾶσσον : ἀκεσταί τοι φρένες ἐσθλῶν.
116
ὑμεῖς δ᾽ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς
117
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν . οὐδ᾽ ἂν ἔγωγε
118
ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη
119
λυγρὸς ἐών : ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.
120
ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον
121
τῇδε μεθημοσύνῃ : ἀλλ᾽ ἐν φρεσὶ θέσθε ἕκαστος
122
αἰδῶ καὶ νέμεσιν : δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.
123
Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει
124
καρτερός , ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.
125
ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.
126
ἀμφὶ δ᾽ ἄρ᾽ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες
127
καρτεραί , ἃς οὔτ᾽ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν
128
οὔτε κ᾽ Ἀθηναίη λαοσσόος : οἳ γὰρ ἄριστοι
129
κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,
130
φράξαντες δόρυ δουρί , σάκος σάκεϊ προθελύμνῳ:
131
ἀσπὶς ἄρ᾽ ἀσπίδ᾽ ἔρειδε , κόρυς κόρυν , ἀνέρα δ᾽ ἀνήρ:
132
ψαῦον δ᾽ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
133
νευόντων , ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν:
134
ἔγχεα δ᾽ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν
135
σειόμεν᾽ : οἳ δ᾽ ἰθὺς φρόνεον , μέμασαν δὲ μάχεσθαι.
136
Τρῶες δὲ προὔτυψαν ἀολλέες , ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ
137
ἀντικρὺ μεμαώς , ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,
138
ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ
139
ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης:
140
ὕψι δ᾽ ἀναθρῴσκων πέτεται , κτυπέει δέ θ᾽ ὑπ᾽ αὐτοῦ
141
ὕλη : ὃ δ᾽ ἀσφαλέως θέει ἔμπεδον , εἷος ἵκηται
142
ἰσόπεδον , τότε δ᾽ οὔ τι κυλίνδεται ἐσσύμενός περ:
143
ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης
144
ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
145
κτείνων : ἀλλ᾽ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι
146
στῆ ῥα μάλ᾽ ἐγχριμφθείς : οἳ δ᾽ ἀντίοι υἷες Ἀχαιῶν
147
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν
148
ὦσαν ἀπὸ σφείων : ὃ δὲ χασσάμενος πελεμίχθη.
149
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς:
150
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
151
παρμένετ᾽ : οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ
152
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,
153
ἀλλ᾽ ὀΐω χάσσονται ὑπ᾽ ἔγχεος , εἰ ἐτεόν με
154
ὦρσε θεῶν ὤριστος , ἐρίγδουπος πόσις Ἥρης.
155
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
156
Δηΐφοβος δ᾽ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει
157
Πριαμίδης , πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην
158
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.
159
Μηριόνης δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
160
καὶ βάλεν , οὐδ᾽ ἀφάμαρτε , κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
161
ταυρείην : τῆς δ᾽ οὔ τι διήλασεν , ἀλλὰ πολὺ πρὶν
162
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ : Δηΐφοβος δὲ
163
ἀσπίδα ταυρείην σχέθ᾽ ἀπὸ ἕο , δεῖσε δὲ θυμῷ
164
ἔγχος Μηριόναο δαΐφρονος : αὐτὰρ ὅ γ᾽ ἥρως
165
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο , χώσατο δ᾽ αἰνῶς
166
ἀμφότερον , νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.
167
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
168
οἰσόμενος δόρυ μακρόν , ὅ οἱ κλισίηφι λέλειπτο.
169
οἳ δ᾽ ἄλλοι μάρναντο , βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
170
Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
171
Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν:
172
ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
173
κούρην δὲ Πριάμοιο νόθην ἔχε , Μηδεσικάστην:
174
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,
175
ἂψ ἐς Ἴλιον ἦλθε , μετέπρεπε δὲ Τρώεσσι,
176
ναῖε δὲ πὰρ Πριάμῳ : ὃ δέ μιν τίεν ἶσα τέκεσσι.
177
τόν ῥ᾽ υἱὸς Τελαμῶνος ὑπ᾽ οὔατος ἔγχεϊ μακρῷ
178
νύξ᾽ , ἐκ δ᾽ ἔσπασεν ἔγχος : ὃ δ᾽ αὖτ᾽ ἔπεσεν μελίη ὣς
179
ἥ τ᾽ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο
180
χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ:
181
ὣς πέσεν , ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
182
Τεῦκρος δ᾽ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι:
183
Ἕκτωρ δ᾽ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.
184
ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
185
τυτθόν : ὃ δ᾽ Ἀμφίμαχον Κτεάτου υἷ᾽ Ἀκτορίωνος
186
νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί:
187
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
188
Ἕκτωρ δ᾽ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν
189
κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο:
190
Αἴας δ᾽ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ
191
Ἕκτορος : ἀλλ᾽ οὔ πῃ χροὸς εἴσατο , πᾶς δ᾽ ἄρα χαλκῷ
192
σμερδαλέῳ κεκάλυφθ᾽ : ὃ δ᾽ ἄρ᾽ ἀσπίδος ὀμφαλὸν οὖτα,
193
ὦσε δέ μιν σθένεϊ μεγάλῳ : ὃ δὲ χάσσατ᾽ ὀπίσσω
194
νεκρῶν ἀμφοτέρων , τοὺς δ᾽ ἐξείρυσσαν Ἀχαιοί.
195
Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς
196
ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν:
197
Ἴμβριον αὖτ᾽ Αἴαντε μεμαότε θούριδος ἀλκῆς
198
ὥς τε δύ᾽ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων
199
ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ
200
ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
201
ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ
202
τεύχεα συλήτην : κεφαλὴν δ᾽ ἁπαλῆς ἀπὸ δειρῆς
203
κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,
204
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι᾽ ὁμίλου:
205
Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι.
206
καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη
207
υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,
208
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
209
ὀτρυνέων Δαναούς , Τρώεσσι δὲ κήδεα τεῦχεν.
210
Ἰδομενεὺς δ᾽ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν
211
ἐρχόμενος παρ᾽ ἑταίρου , ὅ οἱ νέον ἐκ πολέμοιο
212
ἦλθε κατ᾽ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.
213
τὸν μὲν ἑταῖροι ἔνεικαν , ὃ δ᾽ ἰητροῖς ἐπιτείλας
214
ἤϊεν ἐς κλισίην : ἔτι γὰρ πολέμοιο μενοίνα
215
ἀντιάαν : τὸν δὲ προσέφη κρείων ἐνοσίχθων
216
εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι
217
ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι
218
Αἰτωλοῖσιν ἄνασσε , θεὸς δ᾽ ὣς τίετο δήμῳ:
219
Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ
220
οἴχονται , τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
221
τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
222
ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ᾽ αἴτιος , ὅσσον ἔγωγε
223
γιγνώσκω : πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.
224
οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ
225
εἴκων ἀνδύεται πόλεμον κακόν : ἀλλά που οὕτω
226
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι
227
νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς.
228
ἀλλὰ Θόαν , καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,
229
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι:
230
τὼ νῦν μήτ᾽ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ.
231
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων:
232
Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
233
ἐκ Τροίης , ἀλλ᾽ αὖθι κυνῶν μέλπηθρα γένοιτο,
234
ὅς τις ἐπ᾽ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.
235
ἀλλ᾽ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι : ταῦτα δ᾽ ἅμα χρὴ
236
σπεύδειν , αἴ κ᾽ ὄφελός τι γενώμεθα καὶ δύ᾽ ἐόντε.
237
συμφερτὴ δ᾽ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,
238
νῶϊ δὲ καί κ᾽ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.
239
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν:
240
Ἰδομενεὺς δ᾽ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
241
δύσετο τεύχεα καλὰ περὶ χροΐ , γέντο δὲ δοῦρε,
242
βῆ δ᾽ ἴμεν ἀστεροπῇ ἐναλίγκιος , ἥν τε Κρονίων
243
χειρὶ λαβὼν ἐτίναξεν ἀπ᾽ αἰγλήεντος Ὀλύμπου
244
δεικνὺς σῆμα βροτοῖσιν : ἀρίζηλοι δέ οἱ αὐγαί:
245
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
246
Μηριόνης δ᾽ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
247
ἐγγὺς ἔτι κλισίης : μετὰ γὰρ δόρυ χάλκεον ᾔει
248
οἰσόμενος : τὸν δὲ προσέφη σθένος Ἰδομενῆος:
249
Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ᾽ ἑταίρων
250
τίπτ᾽ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα;
251
ἠέ τι βέβληαι , βέλεος δέ σε τείρει ἀκωκή,
252
ἦέ τευ ἀγγελίης μετ᾽ ἔμ᾽ ἤλυθες ; οὐδέ τοι αὐτὸς
253
ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι , ἀλλὰ μάχεσθαι.
254
τὸν δ᾽ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:
255
Ἰδομενεῦ , Κρητῶν βουληφόρε χαλκοχιτώνων,
256
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται
257
οἰσόμενος : τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον
258
ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.
259
τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
260
δούρατα δ᾽ αἴ κ᾽ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις
261
ἑσταότ᾽ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα
262
Τρώϊα , τὰ κταμένων ἀποαίνυμαι : οὐ γὰρ ὀΐω
263
ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.
264
τώ μοι δούρατά τ᾽ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι
265
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες.
266
τὸν δ᾽ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:
267
καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
268
πόλλ᾽ ἔναρα Τρώων : ἀλλ᾽ οὐ σχεδόν ἐστιν ἑλέσθαι.
269
οὐδὲ γὰρ οὐδ᾽ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,
270
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν
271
ἵσταμαι , ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.
272
ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων
273
λήθω μαρνάμενος , σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.
274
τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
275
οἶδ᾽ ἀρετὴν οἷός ἐσσι : τί σε χρὴ ταῦτα λέγεσθαι;
276
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι
277
ἐς λόχον , ἔνθα μάλιστ᾽ ἀρετὴ διαείδεται ἀνδρῶν,
278
ἔνθ᾽ ὅ τε δειλὸς ἀνὴρ ὅς τ᾽ ἄλκιμος ἐξεφαάνθη:
279
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,
280
οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ᾽ ἐν φρεσὶ θυμός,
281
ἀλλὰ μετοκλάζει καὶ ἐπ᾽ ἀμφοτέρους πόδας ἵζει,
282
ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει
283
κῆρας ὀϊομένῳ , πάταγος δέ τε γίγνετ᾽ ὀδόντων:
284
τοῦ δ᾽ ἀγαθοῦ οὔτ᾽ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην
285
ταρβεῖ , ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν,
286
ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ:
287
οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.
288
εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης
289
οὐκ ἂν ἐν αὐχέν᾽ ὄπισθε πέσοι βέλος οὐδ᾽ ἐνὶ νώτῳ,
290
ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε
291
πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.
292
ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
293
ἑσταότες , μή πού τις ὑπερφιάλως νεμεσήσῃ:
294
ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.
295
ὣς φάτο , Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
296
καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,
297
βῆ δὲ μετ᾽ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
298
οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,
299
τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς
300
ἕσπετο , ὅς τ᾽ ἐφόβησε ταλάφρονά περ πολεμιστήν:
301
τὼ μὲν ἄρ᾽ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,
302
ἠὲ μετὰ Φλεγύας μεγαλήτορας : οὐδ᾽ ἄρα τώ γε
303
ἔκλυον ἀμφοτέρων , ἑτέροισι δὲ κῦδος ἔδωκαν:
304
τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν
305
ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ.
306
τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε:
307
Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;
308
ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ , ἦ ἀνὰ μέσσους,
309
ἦ ἐπ᾽ ἀριστερόφιν ; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω
310
δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς.
311
τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
312
νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι
313
Αἴαντές τε δύω Τεῦκρός θ᾽ , ὃς ἄριστος Ἀχαιῶν
314
τοξοσύνῃ , ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ:
315
οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο
316
Ἕκτορα Πριαμίδην , καὶ εἰ μάλα καρτερός ἐστιν.
317
αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι
318
κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους
319
νῆας ἐνιπρῆσαι , ὅτε μὴ αὐτός γε Κρονίων
320
ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
321
ἀνδρὶ δέ κ᾽ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
322
ὃς θνητός τ᾽ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν
323
χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.
324
οὐδ᾽ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν
325
ἔν γ᾽ αὐτοσταδίῃ : ποσὶ δ᾽ οὔ πως ἔστιν ἐρίζειν.
326
νῶϊν δ᾽ ὧδ᾽ ἐπ᾽ ἀριστέρ᾽ ἔχε στρατοῦ , ὄφρα τάχιστα
327
εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν , ἦέ τις ἡμῖν.
328
ὣς φάτο , Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
329
ἦρχ᾽ ἴμεν , ὄφρ᾽ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,
330
οἳ δ᾽ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν
331
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,
332
κεκλόμενοι καθ᾽ ὅμιλον ἐπ᾽ αὐτῷ πάντες ἔβησαν:
333
τῶν δ᾽ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.
334
ὡς δ᾽ ὅθ᾽ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι
335
ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους,
336
οἵ τ᾽ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,
337
ὣς ἄρα τῶν ὁμόσ᾽ ἦλθε μάχη , μέμασαν δ᾽ ἐνὶ θυμῷ
338
ἀλλήλους καθ᾽ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.
339
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι
340
μακρῇς , ἃς εἶχον ταμεσίχροας : ὄσσε δ᾽ ἄμερδεν
341
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων
342
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν
343
ἐρχομένων ἄμυδις : μάλα κεν θρασυκάρδιος εἴη
344
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ᾽ ἀκάχοιτο.
345
τὼ δ᾽ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ
346
ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.
347
Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην
348
κυδαίνων Ἀχιλῆα πόδας ταχύν : οὐδέ τι πάμπαν
349
ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,
350
ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον.
351
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν
352
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός : ἤχθετο γάρ ῥα
353
Τρωσὶν δαμναμένους , Διὶ δὲ κρατερῶς ἐνεμέσσα.
354
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ᾽ ἴα πάτρη,
355
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη.
356
τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,
357
λάθρῃ δ᾽ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.
358
τοὶ δ᾽ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο
359
πεῖραρ ἐπαλλάξαντες ἐπ᾽ ἀμφοτέροισι τάνυσσαν
360
ἄρρηκτόν τ᾽ ἄλυτόν τε , τὸ πολλῶν γούνατ᾽ ἔλυσεν.
361
ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας
362
Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.
363
πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,
364
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,
365
ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην
366
Κασσάνδρην ἀνάεδνον , ὑπέσχετο δὲ μέγα ἔργον,
367
ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.
368
τῷ δ᾽ ὁ γέρων Πρίαμος ὑπό τ᾽ ἔσχετο καὶ κατένευσε
369
δωσέμεναι : ὃ δὲ μάρναθ᾽ ὑποσχεσίῃσι πιθήσας.
370
Ἰδομενεὺς δ᾽ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ,
371
καὶ βάλεν ὕψι βιβάντα τυχών : οὐδ᾽ ἤρκεσε θώρηξ
372
χάλκεος , ὃν φορέεσκε , μέσῃ δ᾽ ἐν γαστέρι πῆξε.
373
δούπησεν δὲ πεσών : ὃ δ᾽ ἐπεύξατο φώνησέν τε:
374
Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων
375
εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ᾽ ὑπέστης
376
Δαρδανίδῃ Πριάμῳ : ὃ δ᾽ ὑπέσχετο θυγατέρα ἥν.
377
καί κέ τοι ἡμεῖς ταῦτά γ᾽ ὑποσχόμενοι τελέσαιμεν,
378
δοῖμεν δ᾽ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην
379
Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν , εἴ κε σὺν ἄμμιν
380
Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον.
381
ἀλλ᾽ ἕπε᾽ , ὄφρ᾽ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν
382
ἀμφὶ γάμῳ , ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.
383
ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
384
ἥρως Ἰδομενεύς : τῷ δ᾽ Ἄσιος ἦλθ᾽ ἐπαμύντωρ
385
πεζὸς πρόσθ᾽ ἵππων : τὼ δὲ πνείοντε κατ᾽ ὤμων
386
αἰὲν ἔχ᾽ ἡνίοχος θεράπων : ὃ δὲ ἵετο θυμῷ
387
Ἰδομενῆα βαλεῖν : ὃ δέ μιν φθάμενος βάλε δουρὶ
388
λαιμὸν ὑπ᾽ ἀνθερεῶνα , διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.
389
ἤριπε δ᾽ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
390
ἠὲ πίτυς βλωθρή , τήν τ᾽ οὔρεσι τέκτονες ἄνδρες
391
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι:
392
ὣς ὃ πρόσθ᾽ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
393
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
394
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,
395
οὐδ᾽ ὅ γ᾽ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας
396
ἂψ ἵππους στρέψαι , τὸν δ᾽ Ἀντίλοχος μενεχάρμης
397
δουρὶ μέσον περόνησε τυχών : οὐδ᾽ ἤρκεσε θώρηξ
398
χάλκεος ὃν φορέεσκε , μέσῃ δ᾽ ἐν γαστέρι πῆξεν.
399
αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
400
ἵππους δ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
401
ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
402
Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος
403
Ἀσίου ἀχνύμενος , καὶ ἀκόντισε δουρὶ φαεινῷ.
404
ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
405
Ἰδομενεύς : κρύφθη γὰρ ὑπ᾽ ἀσπίδι πάντοσ᾽ ἐΐσῃ,
406
τὴν ἄρ᾽ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
407
δινωτὴν φορέεσκε , δύω κανόνεσσ᾽ ἀραρυῖαν:
408
τῇ ὕπο πᾶς ἐάλη , τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,
409
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
410
ἔγχεος : οὐδ᾽ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν,
411
ἀλλ᾽ ἔβαλ᾽ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
412
ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσε.
413
Δηΐφοβος δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας:
414
οὐ μὰν αὖτ᾽ ἄτιτος κεῖτ᾽ Ἄσιος , ἀλλά ἕ φημι
415
εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
416
γηθήσειν κατὰ θυμόν , ἐπεί ῥά οἱ ὤπασα πομπόν.
417
ὣς ἔφατ᾽ , Ἀργείοισι δ᾽ ἄχος γένετ᾽ εὐξαμένοιο,
418
Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν:
419
ἀλλ᾽ οὐδ᾽ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
420
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
421
τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
422
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,
423
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
424
Ἰδομενεὺς δ᾽ οὐ λῆγε μένος μέγα , ἵετο δ᾽ αἰεὶ
425
ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
426
ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.
427
ἔνθ᾽ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
428
ἥρω᾽ Ἀλκάθοον , γαμβρὸς δ᾽ ἦν Ἀγχίσαο,
429
πρεσβυτάτην δ᾽ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
430
τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
431
ἐν μεγάρῳ : πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
432
κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί : τοὔνεκα καί μιν
433
γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ:
434
τὸν τόθ᾽ ὑπ᾽ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
435
θέλξας ὄσσε φαεινά , πέδησε δὲ φαίδιμα γυῖα:
436
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ᾽ οὔτ᾽ ἀλέασθαι,
437
ἀλλ᾽ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον
438
ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
439
ἥρως Ἰδομενεύς , ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
440
χάλκεον , ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον:
441
δὴ τότε γ᾽ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.
442
δούπησεν δὲ πεσών , δόρυ δ᾽ ἐν κραδίῃ ἐπεπήγει,
443
ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν
444
ἔγχεος : ἔνθα δ᾽ ἔπειτ᾽ ἀφίει μένος ὄβριμος Ἄρης:
445
Ἰδομενεὺς δ᾽ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας
446
Δηΐφοβ᾽ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι
447
τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι ; ἐπεὶ σύ περ εὔχεαι οὕτω.
448
δαιμόνι᾽ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ᾽ ἐμεῖο,
449
ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ᾽ ἱκάνω,
450
ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον:
451
Μίνως δ᾽ αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Δευκαλίωνα,
452
Δευκαλίων δ᾽ ἐμὲ τίκτε πολέσσ᾽ ἄνδρεσσιν ἄνακτα
453
Κρήτῃ ἐν εὐρείῃ : νῦν δ᾽ ἐνθάδε νῆες ἔνεικαν
454
σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.
455
ὣς φάτο , Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν
456
ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων
457
ἂψ ἀναχωρήσας , ἦ πειρήσαιτο καὶ οἶος.
458
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι
459
βῆναι ἐπ᾽ Αἰνείαν : τὸν δ᾽ ὕστατον εὗρεν ὁμίλου
460
ἑσταότ᾽ : αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ
461
οὕνεκ᾽ ἄρ᾽ ἐσθλὸν ἐόντα μετ᾽ ἀνδράσιν οὔ τι τίεσκεν.
462
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
463
Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ
464
γαμβρῷ ἀμυνέμεναι , εἴ πέρ τί σε κῆδος ἱκάνει.
465
ἀλλ᾽ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν , ὅς σε πάρος γε
466
γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα:
467
τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.
468
ὣς φάτο , τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
469
βῆ δὲ μετ᾽ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.
470
ἀλλ᾽ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,
471
ἀλλ᾽ ἔμεν᾽ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,
472
ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν
473
χώρῳ ἐν οἰοπόλῳ , φρίσσει δέ τε νῶτον ὕπερθεν:
474
ὀφθαλμὼ δ᾽ ἄρα οἱ πυρὶ λάμπετον : αὐτὰρ ὀδόντας
475
θήγει , ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας:
476
ὣς μένεν Ἰδομενεὺς δουρικλυτός , οὐδ᾽ ὑπεχώρει,
477
Αἰνείαν ἐπιόντα βοηθόον : αὖε δ᾽ ἑταίρους
478
Ἀσκάλαφόν τ᾽ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε
479
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς:
480
τοὺς ὅ γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
481
δεῦτε φίλοι , καί μ᾽ οἴῳ ἀμύνετε : δείδια δ᾽ αἰνῶς
482
Αἰνείαν ἐπιόντα πόδας ταχύν , ὅς μοι ἔπεισιν,
483
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν:
484
καὶ δ᾽ ἔχει ἥβης ἄνθος , ὅ τε κράτος ἐστὶ μέγιστον.
485
εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ᾽ ἐπὶ θυμῷ
486
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος , ἠὲ φεροίμην.
487
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες
488
πλησίοι ἔστησαν , σάκε᾽ ὤμοισι κλίναντες.
489
Αἰνείας δ᾽ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι
490
Δηΐφοβόν τε Πάριν τ᾽ ἐσορῶν καὶ Ἀγήνορα δῖον,
491
οἵ οἱ ἅμ᾽ ἡγεμόνες Τρώων ἔσαν : αὐτὰρ ἔπειτα
492
λαοὶ ἕπονθ᾽ , ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα
493
πιόμεν᾽ ἐκ βοτάνης : γάνυται δ᾽ ἄρα τε φρένα ποιμήν:
494
ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει
495
ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ.
496
οἳ δ᾽ ἀμφ᾽ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν
497
μακροῖσι ξυστοῖσι : περὶ στήθεσσι δὲ χαλκὸς
498
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ᾽ ὅμιλον
499
ἀλλήλων : δύο δ᾽ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων
500
Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ
501
ἵεντ᾽ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
502
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος:
503
ἀλλ᾽ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,
504
αἰχμὴ δ᾽ Αἰνείαο κραδαινομένη κατὰ γαίης
505
ᾤχετ᾽ , ἐπεί ῥ᾽ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν.
506
Ἰδομενεὺς δ᾽ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,
507
ῥῆξε δὲ θώρηκος γύαλον , διὰ δ᾽ ἔντερα χαλκὸς
508
ἤφυσ᾽ : ὃ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
509
Ἰδομενεὺς δ᾽ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος
510
ἐσπάσατ᾽ , οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ
511
ὤμοιιν ἀφελέσθαι : ἐπείγετο γὰρ βελέεσσιν.
512
οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,
513
οὔτ᾽ ἄρ᾽ ἐπαΐξαι μεθ᾽ ἑὸν : βέλος οὔτ᾽ ἀλέασθαι.
514
τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,
515
τρέσσαι δ᾽ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο.
516
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ
517
Δηΐφοβος : δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.
518
ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτεν , ὃ δ᾽ Ἀσκάλαφον βάλε δουρὶ
519
υἱὸν Ἐνυαλίοιο : δι᾽ ὤμου δ᾽ ὄβριμον ἔγχος
520
ἔσχεν : ὃ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
521
οὐδ᾽ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης
522
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,
523
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
524
ἧστο Διὸς βουλῇσιν ἐελμένος , ἔνθά περ ἄλλοι
525
ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο.
526
οἳ δ᾽ ἀμφ᾽ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν:
527
Δηΐφοβος μὲν ἀπ᾽ Ἀσκαλάφου πήληκα φαεινὴν
528
ἥρπασε , Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
529
δουρὶ βραχίονα τύψεν ἐπάλμενος , ἐκ δ᾽ ἄρα χειρὸς
530
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα.
531
Μηριόνης δ᾽ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς
532
ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,
533
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο . τὸν δὲ Πολίτης
534
αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας
535
ἐξῆγεν πολέμοιο δυσηχέος , ὄφρ᾽ ἵκεθ᾽ ἵππους
536
ὠκέας , οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο
537
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ᾽ ἔχοντες:
538
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα
539
τειρόμενον : κατὰ δ᾽ αἷμα νεουτάτου ἔρρεε χειρός.
540
οἳ δ᾽ ἄλλοι μάρναντο , βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
541
ἔνθ᾽ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας
542
λαιμὸν τύψ᾽ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί:
543
ἐκλίνθη δ᾽ ἑτέρωσε κάρη , ἐπὶ δ᾽ ἀσπὶς ἑάφθη
544
καὶ κόρυς , ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.
545
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας
546
οὔτασ᾽ ἐπαΐξας , ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,
547
ἥ τ᾽ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν᾽ ἱκάνει:
548
τὴν ἀπὸ πᾶσαν ἔκερσεν : ὃ δ᾽ ὕπτιος ἐν κονίῃσι
549
κάππεσεν , ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.
550
Ἀντίλοχος δ᾽ ἐπόρουσε , καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων
551
παπταίνων : Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος
552
οὔταζον σάκος εὐρὺ παναίολον , οὐδὲ δύναντο
553
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ
554
Ἀντιλόχου : πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων
555
Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν.
556
οὐ μὲν γάρ ποτ᾽ ἄνευ δηΐων ἦν , ἀλλὰ κατ᾽ αὐτοὺς
557
στρωφᾶτ᾽ : οὐδέ οἱ ἔγχος ἔχ᾽ ἀτρέμας , ἀλλὰ μάλ᾽ αἰεὶ
558
σειόμενον ἐλέλικτο : τιτύσκετο δὲ φρεσὶν ᾗσιν
559
ἤ τευ ἀκοντίσσαι , ἠὲ σχεδὸν ὁρμηθῆναι.
560
ἀλλ᾽ οὐ λῆθ᾽ Ἀδάμαντα τιτυσκόμενος καθ᾽ ὅμιλον
561
Ἀσιάδην , ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ
562
ἐγγύθεν ὁρμηθείς : ἀμενήνωσεν δέ οἱ αἰχμὴν
563
κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.
564
καὶ τὸ μὲν αὐτοῦ μεῖν᾽ ὥς τε σκῶλος πυρίκαυστος
565
ἐν σάκει Ἀντιλόχοιο , τὸ δ᾽ ἥμισυ κεῖτ᾽ ἐπὶ γαίης:
566
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων:
567
Μηριόνης δ᾽ ἀπιόντα μετασπόμενος βάλε δουρὶ
568
αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ , ἔνθα μάλιστα
569
γίγνετ᾽ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.
570
ἔνθά οἱ ἔγχος ἔπηξεν : ὃ δ᾽ ἑσπόμενος περὶ δουρὶ
571
ἤσπαιρ᾽ ὡς ὅτε βοῦς τόν τ᾽ οὔρεσι βουκόλοι ἄνδρες
572
ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν:
573
ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ , οὔ τι μάλα δήν,
574
ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ᾽ ἐγγύθεν ἐλθὼν
575
ἥρως Μηριόνης : τὸν δὲ σκότος ὄσσε κάλυψε.
576
Δηΐπυρον δ᾽ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην
577
Θρηϊκίῳ μεγάλῳ , ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.
578
ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε , καί τις Ἀχαιῶν
579
μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε:
580
τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
581
Ἀτρεΐδην δ᾽ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον:
582
βῆ δ᾽ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι
583
ὀξὺ δόρυ κραδάων : ὃ δὲ τόξου πῆχυν ἄνελκε.
584
τὼ δ᾽ ἄρ᾽ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι
585
ἵετ᾽ ἀκοντίσσαι , ὃ δ᾽ ἀπὸ νευρῆφιν ὀϊστῷ.
586
Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ
587
θώρηκος γύαλον , ἀπὸ δ᾽ ἔπτατο πικρὸς ὀϊστός.
588
ὡς δ᾽ ὅτ᾽ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ᾽ ἀλωὴν
589
θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι
590
πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ,
591
ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο
592
πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.
593
Ἀτρεΐδης δ᾽ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος
594
τὴν βάλεν ᾗ ῥ᾽ ἔχε τόξον ἐΰξοον : ἐν δ᾽ ἄρα τόξῳ
595
ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος.
596
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
597
χεῖρα παρακρεμάσας : τὸ δ᾽ ἐφέλκετο μείλινον ἔγχος.
598
καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,
599
αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ
600
σφενδόνῃ , ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
601
Πείσανδρος δ᾽ ἰθὺς Μενελάου κυδαλίμοιο
602
ἤϊε : τὸν δ᾽ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ
603
σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.
604
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
605
Ἀτρεΐδης μὲν ἅμαρτε , παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος,
606
Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο
607
οὔτασεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι:
608
ἔσχεθε γὰρ σάκος εὐρύ , κατεκλάσθη δ᾽ ἐνὶ καυλῷ
609
ἔγχος : ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.
610
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον
611
ἆλτ᾽ ἐπὶ Πεισάνδρῳ : ὃ δ᾽ ὑπ᾽ ἀσπίδος εἵλετο καλὴν
612
ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ
613
μακρῷ ἐϋξέστῳ : ἅμα δ᾽ ἀλλήλων ἐφίκοντο.
614
ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης
615
ἄκρον ὑπὸ λόφον αὐτόν , ὃ δὲ προσιόντα μέτωπον
616
ῥινὸς ὕπερ πυμάτης : λάκε δ᾽ ὀστέα , τὼ δέ οἱ ὄσσε
617
πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,
618
ἰδνώθη δὲ πεσών : ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων
619
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
620
λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων
621
Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,
622
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς
623
ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες , οὐδέ τι θυμῷ
624
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν
625
ξεινίου , ὅς τέ ποτ᾽ ὔμμι διαφθέρσει πόλιν αἰπήν:
626
οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ
627
μὰψ οἴχεσθ᾽ ἀνάγοντες , ἐπεὶ φιλέεσθε παρ᾽ αὐτῇ:
628
νῦν αὖτ᾽ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι
629
πῦρ ὀλοὸν βαλέειν , κτεῖναι δ᾽ ἥρωας Ἀχαιούς.
630
ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος.
631
Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων
632
ἀνδρῶν ἠδὲ θεῶν : σέο δ᾽ ἐκ τάδε πάντα πέλονται:
633
οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι
634
Τρωσίν , τῶν μένος αἰὲν ἀτάσθαλον , οὐδὲ δύνανται
635
φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο.
636
πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος
637
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,
638
τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι
639
ἢ πολέμου : Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.
640
ὣς εἰπὼν τὰ μὲν ἔντε᾽ ἀπὸ χροὸς αἱματόεντα
641
συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,
642
αὐτὸς δ᾽ αὖτ᾽ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
643
ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος
644
Ἁρπαλίων , ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων
645
ἐς τροίην , οὐδ᾽ αὖτις ἀφίκετο πατρίδα γαῖαν:
646
ὅς ῥα τότ᾽ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ
647
ἐγγύθεν , οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι
648
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων
649
πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.
650
Μηριόνης δ᾽ ἀπιόντος ἵει χαλκήρε᾽ ὀϊστόν,
651
καί ῥ᾽ ἔβαλε γλουτὸν κάτα δεξιόν : αὐτὰρ ὀϊστὸς
652
ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἐξεπέρησεν.
653
ἑζόμενος δὲ κατ᾽ αὖθι φίλων ἐν χερσὶν ἑταίρων
654
θυμὸν ἀποπνείων , ὥς τε σκώληξ ἐπὶ γαίῃ
655
κεῖτο ταθείς : ἐκ δ᾽ αἷμα μέλαν ῥέε , δεῦε δὲ γαῖαν.
656
τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,
657
ἐς δίφρον δ᾽ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν
658
ἀχνύμενοι : μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,
659
ποινὴ δ᾽ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.
660
τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη:
661
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι:
662
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε᾽ ὀϊστόν.
663
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς
664
ἀφνειός τ᾽ ἀγαθός τε Κορινθόθι οἰκία ναίων,
665
ὅς ῥ᾽ εὖ εἰδὼς κῆρ᾽ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε:
666
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος
667
νούσῳ ὑπ᾽ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,
668
ἢ μετ᾽ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι:
669
τώ ῥ᾽ ἅμα τ᾽ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν
670
νοῦσόν τε στυγερήν , ἵνα μὴ πάθοι ἄλγεα θυμῷ.
671
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο . καὶ οὔατος : ὦκα δὲ θυμὸς
672
ᾤχετ᾽ ἀπὸ μελέων , στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλεν.
673
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:
674
Ἕκτωρ δ᾽ οὐκ ἐπέπυστο Διῒ φίλος , οὐδέ τι ᾔδη
675
ὅττί ῥά οἱ νηῶν ἐπ᾽ ἀριστερὰ δηϊόωντο
676
λαοὶ ὑπ᾽ Ἀργείων . τάχα δ᾽ ἂν καὶ κῦδος Ἀχαιῶν
677
ἔπλετο : τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος
678
ὄτρυν᾽ Ἀργείους , πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν:
679
ἀλλ᾽ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο
680
ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων,
681
ἔνθ᾽ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου
682
θῖν᾽ ἔφ᾽ ἁλὸς πολιῆς εἰρυμέναι : αὐτὰρ ὕπερθε
683
τεῖχος ἐδέδμητο χθαμαλώτατον , ἔνθα μάλιστα
684
ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.
685
ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες
686
Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ
687
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον , οὐδὲ δύναντο
688
ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον
689
οἳ μὲν Ἀθηναίων προλελεγμένοι : ἐν δ᾽ ἄρα τοῖσιν
690
ἦρχ᾽ υἱὸς Πετεῶο Μενεσθεύς , οἳ δ᾽ ἅμ᾽ ἕποντο
691
Φείδας τε Στιχίος τε Βίας τ᾽ ἐΰς : αὐτὰρ Ἐπειῶν
692
Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,
693
πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.
694
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
695
ἔσκε Μέδων Αἴαντος ἀδελφεός : αὐτὰρ ἔναιεν
696
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
697
γνωτὸν μητρυιῆς Ἐριώπιδος , ἣν ἔχ᾽ Ὀϊλεύς:
698
αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.
699
οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες
700
ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο:
701
Αἴας δ᾽ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς
702
ἵστατ᾽ ἀπ᾽ Αἴαντος Τελαμωνίου οὐδ᾽ ἠβαιόν,
703
ἀλλ᾽ ὥς τ᾽ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον
704
ἶσον θυμὸν ἔχοντε τιταίνετον : ἀμφὶ δ᾽ ἄρά σφι
705
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς:
706
τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει
707
ἱεμένω κατὰ ὦλκα : τέμει δέ τε τέλσον ἀρούρης:
708
ὣς τὼ παρβεβαῶτε μάλ᾽ ἕστασαν ἀλλήλοιιν.
709
ἀλλ᾽ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ
710
λαοὶ ἕπονθ᾽ ἕταροι , οἵ οἱ σάκος ἐξεδέχοντο
711
ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ᾽ ἵκοιτο.
712
οὐδ᾽ ἄρ᾽ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο:
713
οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ:
714
οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,
715
οὐδ᾽ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα,
716
ἀλλ᾽ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ
717
Ἴλιον εἰς ἅμ᾽ ἕποντο πεποιθότες , οἷσιν ἔπειτα
718
ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας:
719
δή ῥα τόθ᾽ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι
720
μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ,
721
οἳ δ᾽ ὄπιθεν βάλλοντες ἐλάνθανον : οὐδέ τι χάρμης
722
Τρῶες μιμνήσκοντο : συνεκλόνεον γὰρ ὀϊστοί.
723
ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
724
Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,
725
εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς:
726
Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.
727
οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα
728
τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων:
729
ἀλλ᾽ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.
730
ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
731
ἄλλῳ δ᾽ ὀρχηστύν , ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,
732
ἄλλῳ δ᾽ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς
733
ἐσθλόν , τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ᾽ ἄνθρωποι,
734
καί τε πολέας ἐσάωσε , μάλιστα δὲ καὐτὸς ἀνέγνω.
735
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα:
736
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε:
737
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν
738
οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν , οἳ δὲ μάχονται
739
παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.
740
ἀλλ᾽ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους:
741
ἔνθεν δ᾽ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν
742
ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν
743
αἴ κ᾽ ἐθέλῃσι θεὸς δόμεναι κράτος , ἦ κεν ἔπειτα
744
πὰρ νηῶν ἔλθωμεν ἀπήμονες . ἦ γὰρ ἔγωγε
745
δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ
746
χρεῖος , ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο
747
μίμνει , ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.
748
ὣς φάτο Πουλυδάμας , ἅδε δ᾽ Ἕκτορι μῦθος ἀπήμων,
749
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε
750
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
751
Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,
752
αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο:
753
αἶψα δ᾽ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.
754
ἦ ῥα , καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς
755
κεκλήγων , διὰ δὲ Τρώων πέτετ᾽ ἠδ᾽ ἐπικούρων.
756
οἳ δ᾽ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα
757
πάντες ἐπεσσεύοντ᾽ , ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.
758
αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ᾽ Ἑλένοιο ἄνακτος
759
Ἀσιάδην τ᾽ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν
760
φοίτα ἀνὰ προμάχους διζήμενος , εἴ που ἐφεύροι.
761
τοὺς δ᾽ εὗρ᾽ οὐκέτι πάμπαν ἀπήμονας οὐδ᾽ ἀνολέθρους:
762
ἀλλ᾽ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν
763
χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,
764
οἳ δ᾽ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.
765
τὸν δὲ τάχ᾽ εὗρε μάχης ἐπ᾽ ἀριστερὰ δακρυοέσσης
766
δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο
767
θαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
768
ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι:
769
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ
770
ποῦ τοι Δηΐφοβός τε βίη θ᾽ Ἑλένοιο ἄνακτος
771
Ἀσιάδης τ᾽ Ἀδάμας ἠδ᾽ Ἄσιος Ὑρτάκου υἱός;
772
ποῦ δέ τοι Ὀθρυονεύς ; νῦν ὤλετο πᾶσα κατ᾽ ἄκρης
773
Ἴλιος αἰπεινή : νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
774
τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:
775
Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
776
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
777
μέλλω , ἐπεὶ οὐδ᾽ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ:
778
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,
779
ἐκ τοῦ δ᾽ ἐνθάδ᾽ ἐόντες ὁμιλέομεν Δαναοῖσι
780
νωλεμέως : ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
781
οἴω Δηΐφοβός τε βίη θ᾽ Ἑλένοιο ἄνακτος
782
οἴχεσθον , μακρῇσι τετυμμένω ἐγχείῃσιν
783
ἀμφοτέρω κατὰ χεῖρα : φόνον δ᾽ ἤμυνε Κρονίων.
784
νῦν δ᾽ ἄρχ᾽ ὅππῃ σε κραδίη θυμός τε κελεύει:
785
ἡμεῖς δ᾽ ἐμμεμαῶτες ἅμ᾽ ἑψόμεθ᾽ , οὐδέ τί φημι
786
ἀλκῆς δευήσεσθαι , ὅση δύναμίς γε πάρεστι.
787
πὰρ δύναμιν δ᾽ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.
788
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως:
789
βὰν δ᾽ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν
790
ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα
791
Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην
792
Πάλμύν τ᾽ Ἀσκάνιόν τε Μόρυν θ᾽ υἷ᾽ Ἱπποτίωνος,
793
οἵ ῥ᾽ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ
794
ἠοῖ τῇ προτέρῃ : τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.
795
οἳ δ᾽ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ,
796
ἥ ῥά θ᾽ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,
797
θεσπεσίῳ δ᾽ ὁμάδῳ ἁλὶ μίσγεται , ἐν δέ τε πολλὰ
798
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης
799
κυρτὰ φαληριόωντα , πρὸ μέν τ᾽ ἄλλ᾽ , αὐτὰρ ἐπ᾽ ἄλλα:
800
ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες , αὐτὰρ ἐπ᾽ ἄλλοι,
801
χαλκῷ μαρμαίροντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο.
802
Ἕκτωρ δ᾽ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ
803
Πριαμίδης : πρόσθεν δ᾽ ἔχεν ἀσπίδα πάντοσ᾽ ἐΐσην
804
ῥινοῖσιν πυκινήν , πολλὸς δ᾽ ἐπελήλατο χαλκός:
805
ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ.
806
πάντῃ δ᾽ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,
807
εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι:
808
ἀλλ᾽ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
809
Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων:
810
δαιμόνιε σχεδὸν ἐλθέ : τί ἢ δειδίσσεαι αὔτως
811
Ἀργείους ; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,
812
ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.
813
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν
814
νῆας : ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.
815
ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
816
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
817
σοὶ δ᾽ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων
818
ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
819
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,
820
οἵ σε πόλιν δ᾽ οἴσουσι κονίοντες πεδίοιο.
821
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
822
αἰετὸς ὑψιπέτης : ἐπὶ δ᾽ ἴαχε λαὸς Ἀχαιῶν
823
θάρσυνος οἰωνῷ : ὃ δ᾽ ἀμείβετο φαίδιμος Ἕκτωρ:
824
Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες:
825
εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
826
εἴην ἤματα πάντα , τέκοι δέ με πότνια Ἥρη,
827
τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων,
828
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι
829
πᾶσι μάλ᾽ , ἐν δὲ σὺ τοῖσι πεφήσεαι , αἴ κε ταλάσσῃς
830
μεῖναι ἐμὸν δόρυ μακρόν , ὅ τοι χρόα λειριόεντα
831
δάψει : ἀτὰρ Τρώων κορέεις κύνας ἠδ᾽ οἰωνοὺς
832
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
833
ὣς ἄρα φωνήσας ἡγήσατο : τοὶ δ᾽ ἅμ᾽ ἕποντο
834
ἠχῇ θεσπεσίῃ , ἐπὶ δ᾽ ἴαχε λαὸς ὄπισθεν.
835
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐπίαχον , οὐδὲ λάθοντο
836
ἀλκῆς , ἀλλ᾽ ἔμενον Τρώων ἐπιόντας ἀρίστους.
837
ἠχὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ αἰθέρα καὶ Διὸς αὐγάς.