Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς
2
ἰᾶτ᾽ Εὐρύπυλον βεβλημένον : οἳ δὲ μάχοντο
3
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν : οὐδ᾽ ἄρ᾽ ἔμελλε
4
τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν
5
εὐρύ , τὸ ποιήσαντο νεῶν ὕπερ , ἀμφὶ δὲ τάφρον
6
ἤλασαν : οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας:
7
ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν
8
ἐντὸς ἔχον ῥύοιτο : θεῶν δ᾽ ἀέκητι τέτυκτο
9
ἀθανάτων : τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.
10
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι᾽ Ἀχιλλεὺς
11
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,
12
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.
13
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,
14
πολλοὶ δ᾽ Ἀργείων οἳ μὲν δάμεν , οἳ δὲ λίποντο,
15
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,
16
Ἀργεῖοι δ᾽ ἐν νηυσὶ φίλην ἐς πατρίδ᾽ ἔβησαν,
17
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων
18
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.
19
ὅσσοι ἀπ᾽ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,
20
Ῥῆσός θ᾽ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε
21
Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος
22
καὶ Σιμόεις , ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι
23
κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν:
24
τῶν πάντων ὁμόσε στόματ᾽ ἔτραπε Φοῖβος Ἀπόλλων,
25
ἐννῆμαρ δ᾽ ἐς τεῖχος ἵει ῥόον : ὗε δ᾽ ἄρα Ζεὺς
26
συνεχές , ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.
27
αὐτὸς δ᾽ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν
28
ἡγεῖτ᾽ , ἐκ δ᾽ ἄρα πάντα θεμείλια κύμασι πέμπε
29
φιτρῶν καὶ λάων , τὰ θέσαν μογέοντες Ἀχαιοί,
30
λεῖα δ᾽ ἐποίησεν παρ᾽ ἀγάρροον Ἑλλήσποντον,
31
αὖτις δ᾽ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε
32
τεῖχος ἀμαλδύνας : ποταμοὺς δ᾽ ἔτρεψε νέεσθαι
33
κὰρ ῥόον , ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.
34
ὣς ἄρ᾽ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων
35
θησέμεναι : τότε δ᾽ ἀμφὶ μάχη ἐνοπή τε δεδήει
36
τεῖχος ἐΰδμητον , κανάχιζε δὲ δούρατα πύργων
37
βαλλόμεν᾽ : Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες
38
νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο
39
Ἕκτορα δειδιότες , κρατερὸν μήστωρα φόβοιο:
40
αὐτὰρ ὅ γ᾽ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ:
41
ὡς δ᾽ ὅτ᾽ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι
42
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων:
43
οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες
44
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς
45
αἰχμὰς ἐκ χειρῶν : τοῦ δ᾽ οὔ ποτε κυδάλιμον κῆρ
46
ταρβεῖ οὐδὲ φοβεῖται , ἀγηνορίη δέ μιν ἔκτα:
47
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων:
48
ὅππῃ τ᾽ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν:
49
ὣς Ἕκτωρ ἀν᾽ ὅμιλον ἰὼν ἐλλίσσεθ᾽ ἑταίρους
50
τάφρον ἐποτρύνων διαβαινέμεν : οὐδέ οἱ ἵπποι
51
τόλμων ὠκύποδες , μάλα δὲ χρεμέτιζον ἐπ᾽ ἄκρῳ
52
χείλει ἐφεσταότες : ἀπὸ γὰρ δειδίσσετο τάφρος
53
εὐρεῖ᾽ , οὔτ᾽ ἄρ᾽ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι
54
ῥηϊδίη : κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν
55
ἕστασαν ἀμφοτέρωθεν , ὕπερθεν δὲ σκολόπεσσιν
56
ὀξέσιν ἠρήρει , τοὺς ἵστασαν υἷες Ἀχαιῶν
57
πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.
58
ἔνθ᾽ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων
59
ἐσβαίη , πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.
60
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς:
61
Ἕκτορ τ᾽ ἠδ᾽ ἄλλοι Τρώων ἀγοὶ ἠδ᾽ ἐπικούρων
62
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους:
63
ἣ δὲ μάλ᾽ ἀργαλέη περάαν : σκόλοπες γὰρ ἐν αὐτῇ
64
ὀξέες ἑστᾶσιν , ποτὶ δ᾽ αὐτοὺς τεῖχος Ἀχαιῶν,
65
ἔνθ᾽ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι
66
ἱππεῦσι : στεῖνος γάρ , ὅθι τρώσεσθαι ὀΐω.
67
εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει
68
Ζεὺς ὑψιβρεμέτης , Τρώεσσι δὲ ἵετ᾽ ἀρήγειν,
69
ἦ τ᾽ ἂν ἔγωγ᾽ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,
70
νωνύμνους ἀπολέσθαι ἀπ᾽ Ἄργεος ἐνθάδ᾽ Ἀχαιούς:
71
εἰ δέ χ᾽ ὑποστρέψωσι , παλίωξις δὲ γένηται
72
ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,
73
οὐκέτ᾽ ἔπειτ᾽ ὀΐω οὐδ᾽ ἄγγελον ἀπονέεσθαι
74
ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ᾽ Ἀχαιῶν.
75
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
76
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,
77
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
78
Ἕκτορι πάντες ἑπώμεθ᾽ ἀολλέες : αὐτὰρ Ἀχαιοὶ
79
οὐ μενέουσ᾽ εἰ δή σφιν ὀλέθρου πείρατ᾽ ἐφῆπται.
80
ὣς φάτο Πουλυδάμας , ἅδε δ᾽ Ἕκτορι μῦθος ἀπήμων,
81
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
82
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ᾽ ἵππων ἠγερέθοντο,
83
ἀλλ᾽ ἀπὸ πάντες ὄρουσαν , ἐπεὶ ἴδον Ἕκτορα δῖον.
84
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
85
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ:
86
οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες
87
πένταχα κοσμηθέντες ἅμ᾽ ἡγεμόνεσσιν ἕποντο.
88
οἳ μὲν ἅμ᾽ Ἕκτορ᾽ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,
89
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν , μέμασαν δὲ μάλιστα
90
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.
91
καί σφιν Κεβριόνης τρίτος εἵπετο : πὰρ δ᾽ ἄρ᾽ ὄχεσφιν
92
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.
93
τῶν δ᾽ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,
94
τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς
95
υἷε δύω Πριάμοιο : τρίτος δ᾽ ἦν Ἄσιος ἥρως
96
Ἄσιος Ὑρτακίδης , ὃν Ἀρίσβηθεν φέρον ἵπποι
97
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.
98
τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο
99
Αἰνείας , ἅμα τῷ γε δύω Ἀντήνορος υἷε
100
Ἀρχέλοχός τ᾽ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
101
Σαρπηδὼν δ᾽ ἡγήσατ᾽ ἀγακλειτῶν ἐπικούρων,
102
πρὸς δ᾽ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον:
103
οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
104
τῶν ἄλλων μετά γ᾽ αὐτόν : ὃ δ᾽ ἔπρεπε καὶ διὰ πάντων.
105
οἳ δ᾽ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι
106
βάν ῥ᾽ ἰθὺς Δαναῶν λελιημένοι , οὐδ᾽ ἔτ᾽ ἔφαντο
107
σχήσεσθ᾽ , ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
108
ἔνθ᾽ ἄλλοι Τρῶες τηλεκλειτοί τ᾽ ἐπίκουροι
109
βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο:
110
ἀλλ᾽ οὐχ Ὑρτακίδης ἔθελ᾽ Ἄσιος ὄρχαμος ἀνδρῶν
111
αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,
112
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι
113
νήπιος , οὐδ᾽ ἄρ᾽ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας
114
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν
115
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν:
116
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν
117
ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.
118
εἴσατο γὰρ νηῶν ἐπ᾽ ἀριστερά , τῇ περ Ἀχαιοὶ
119
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι:
120
τῇ ῥ᾽ ἵππους τε καὶ ἅρμα διήλασεν , οὐδὲ πύλῃσιν
121
εὗρ᾽ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,
122
ἀλλ᾽ ἀναπεπταμένας ἔχον ἀνέρες , εἴ τιν᾽ ἑταίρων
123
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.
124
τῇ ῥ᾽ ἰθὺς φρονέων ἵππους ἔχε , τοὶ δ᾽ ἅμ᾽ ἕποντο
125
ὀξέα κεκλήγοντες : ἔφαντο γὰρ οὐκ ἔτ᾽ Ἀχαιοὺς
126
σχήσεσθ᾽ , ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι
127
νήπιοι , ἐν δὲ πύλῃσι δύ᾽ ἀνέρας εὗρον ἀρίστους
128
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,
129
τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,
130
τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.
131
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων
132
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,
133
αἵ τ᾽ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα
134
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ᾽ ἀραρυῖαι:
135
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι
136
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.
137
οἳ δ᾽ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας
138
ὑψόσ᾽ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ
139
Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
140
Ἀσιάδην τ᾽ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
141
οἳ δ᾽ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς
142
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν:
143
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν
144
Τρῶας , ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,
145
ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην
146
ἀγροτέροισι σύεσσιν ἐοικότε , τώ τ᾽ ἐν ὄρεσσιν
147
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,
148
δοχμώ τ᾽ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην
149
πρυμνὴν ἐκτάμνοντες , ὑπαὶ δέ τε κόμπος ὀδόντων
150
γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται:
151
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς
152
ἄντην βαλλομένων : μάλα γὰρ κρατερῶς ἐμάχοντο
153
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.
154
οἳ δ᾽ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων
155
βάλλον ἀμυνόμενοι σφῶν τ᾽ αὐτῶν καὶ κλισιάων
156
νηῶν τ᾽ ὠκυπόρων : νιφάδες δ᾽ ὡς πῖπτον ἔραζε,
157
ἅς τ᾽ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας
158
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ:
159
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν
160
ἠδὲ καὶ ἐκ Τρώων : κόρυθες δ᾽ ἀμφ᾽ αὖον ἀΰτευν
161
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.
162
δή ῥα τότ᾽ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ
163
Ἄσιος Ὑρτακίδης , καὶ ἀλαστήσας ἔπος ηὔδα:
164
Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο
165
πάγχυ μάλ᾽ : οὐ γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωας Ἀχαιοὺς
166
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.
167
οἳ δ᾽ , ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι
168
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,
169
οὐδ᾽ ἀπολείπουσιν κοῖλον δόμον , ἀλλὰ μένοντες
170
ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,
171
ὣς οἵ γ᾽ οὐκ ἐθέλουσι πυλάων καὶ δύ᾽ ἐόντε
172
χάσσασθαι πρίν γ᾽ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.
173
ὣς ἔφατ᾽ , οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ᾽ ἀγορεύων:
174
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.
175
ἄλλοι δ᾽ ἀμφ᾽ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν:
176
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ᾽ ἀγορεῦσαι:
177
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ
178
λάϊνον : Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ
179
νηῶν ἠμύνοντο : θεοὶ δ᾽ ἀκαχήατο θυμὸν
180
πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
181
σὺν δ᾽ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.
182
ἔνθ᾽ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης
183
δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου:
184
οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν , ἀλλὰ διὰ πρὸ
185
αἰχμὴ χαλκείη ῥῆξ᾽ ὀστέον , ἐγκέφαλος δὲ
186
ἔνδον ἅπας πεπάλακτο : δάμασσε δέ μιν μεμαῶτα:
187
αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.
188
υἱὸν δ᾽ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος
189
Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.
190
αὖτις δ᾽ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ
191
Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι᾽ ὁμίλου
192
πλῆξ᾽ αὐτοσχεδίην : ὃ δ᾽ ἄρ᾽ ὕπτιος οὔδει ἐρείσθη:
193
αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην
194
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
195
ὄφρ᾽ οἳ τοὺς ἐνάριζον ἀπ᾽ ἔντεα μαρμαίροντα,
196
τόφρ᾽ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,
197
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν , μέμασαν δὲ μάλιστα
198
τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,
199
οἵ ῥ᾽ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.
200
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν
201
αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων
202
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
203
ζωὸν ἔτ᾽ ἀσπαίροντα , καὶ οὔ πω λήθετο χάρμης,
204
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν
205
ἰδνωθεὶς ὀπίσω : ὃ δ᾽ ἀπὸ ἕθεν ἧκε χαμᾶζε
206
ἀλγήσας ὀδύνῃσι , μέσῳ δ᾽ ἐνὶ κάββαλ᾽ ὁμίλῳ,
207
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.
208
Τρῶες δ᾽ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν
209
κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.
210
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς:
211
Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν
212
ἐσθλὰ φραζομένῳ , ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε
213
δῆμον ἐόντα παρὲξ ἀγορευέμεν , οὔτ᾽ ἐνὶ βουλῇ
214
οὔτέ ποτ᾽ ἐν πολέμῳ , σὸν δὲ κράτος αἰὲν ἀέξειν:
215
νῦν αὖτ᾽ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
216
μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν.
217
ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι , εἰ ἐτεόν γε
218
Τρωσὶν ὅδ᾽ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν
219
αἰετὸς ὑψιπέτης ἐπ᾽ ἀριστερὰ λαὸν ἐέργων
220
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον
221
ζωόν : ἄφαρ δ᾽ ἀφέηκε πάρος φίλα οἰκί᾽ ἱκέσθαι,
222
οὐδ᾽ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν.
223
ὣς ἡμεῖς , εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν
224
ῥηξόμεθα σθένεϊ μεγάλῳ , εἴξωσι δ᾽ Ἀχαιοί,
225
οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ᾽ αὐτὰ κέλευθα:
226
πολλοὺς γὰρ Τρώων καταλείψομεν , οὕς κεν Ἀχαιοὶ
227
χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν.
228
ὧδέ χ᾽ ὑποκρίναιτο θεοπρόπος , ὃς σάφα θυμῷ
229
εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.
230
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ:
231
Πουλυδάμα , σὺ μὲν οὐκ ἔτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις:
232
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.
233
εἰ δ᾽ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,
234
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί,
235
ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι
236
βουλέων , ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε:
237
τύνη δ᾽ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις
238
πείθεσθαι , τῶν οὔ τι μετατρέπομ᾽ οὐδ᾽ ἀλεγίζω
239
εἴτ᾽ ἐπὶ δεξί᾽ ἴωσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
240
εἴτ᾽ ἐπ᾽ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.
241
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ,
242
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
243
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης.
244
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα;
245
εἴ περ γάρ τ᾽ ἄλλοι γε περὶ κτεινώμεθα πάντες
246
νηυσὶν ἐπ᾽ Ἀργείων , σοὶ δ᾽ οὐ δέος ἔστ᾽ ἀπολέσθαι:
247
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων.
248
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι , ἠέ τιν᾽ ἄλλον
249
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο,
250
αὐτίκ᾽ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις.
251
ὣς ἄρα φωνήσας ἡγήσατο , τοὶ δ᾽ ἅμ᾽ ἕποντο
252
ἠχῇ θεσπεσίῃ : ἐπὶ δὲ Ζεὺς τερπικέραυνος
253
ὦρσεν ἀπ᾽ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν,
254
ἥ ῥ᾽ ἰθὺς νηῶν κονίην φέρεν : αὐτὰρ Ἀχαιῶν
255
θέλγε νόον , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε.
256
τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι
257
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον.
258
κρόσσας μὲν πύργων ἔρυον , καὶ ἔρειπον ἐπάλξεις,
259
στήλας τε προβλῆτας ἐμόχλεον , ἃς ἄρ᾽ Ἀχαιοὶ
260
πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων.
261
τὰς οἵ γ᾽ αὐέρυον , ἔλποντο δὲ τεῖχος Ἀχαιῶν
262
ῥήξειν : οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου,
263
ἀλλ᾽ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις
264
βάλλον ἀπ᾽ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.
265
ἀμφοτέρω δ᾽ Αἴαντε κελευτιόωντ᾽ ἐπὶ πύργων
266
πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν.
267
ἄλλον μειλιχίοις , ἄλλον στερεοῖς ἐπέεσσι
268
νείκεον , ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν:
269
ὦ φίλοι Ἀργείων ὅς τ᾽ ἔξοχος ὅς τε μεσήεις
270
ὅς τε χερειότερος , ἐπεὶ οὔ πω πάντες ὁμοῖοι
271
ἀνέρες ἐν πολέμῳ , νῦν ἔπλετο ἔργον ἅπασι:
272
καὶ δ᾽ αὐτοὶ τόδε που γιγνώσκετε . μή τις ὀπίσσω
273
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας,
274
ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε,
275
αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς
276
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι.
277
ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν.
278
τῶν δ᾽ , ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ
279
ἤματι χειμερίῳ , ὅτε τ᾽ ὤρετο μητίετα Ζεὺς
280
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα:
281
κοιμήσας δ᾽ ἀνέμους χέει ἔμπεδον , ὄφρα καλύψῃ
282
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους
283
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα,
284
καί τ᾽ ἐφ᾽ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς,
285
κῦμα δέ μιν προσπλάζον ἐρύκεται : ἄλλά τε πάντα
286
εἴλυται καθύπερθ᾽ , ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος:
287
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,
288
αἱ μὲν ἄρ᾽ ἐς Τρῶας , αἱ δ᾽ ἐκ Τρώων ἐς Ἀχαιούς,
289
βαλλομένων : τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει.
290
οὐδ᾽ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ
291
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα,
292
εἰ μὴ ἄρ᾽ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς
293
ὦρσεν ἐπ᾽ Ἀργείοισι λέονθ᾽ ὣς βουσὶν ἕλιξιν.
294
αὐτίκα δ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην
295
καλὴν χαλκείην ἐξήλατον , ἣν ἄρα χαλκεὺς
296
ἤλασεν , ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς
297
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον.
298
τὴν ἄρ᾽ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων
299
βῆ ῥ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος , ὅς τ᾽ ἐπιδευὴς
300
δηρὸν ἔῃ κρειῶν , κέλεται δέ ἑ θυμὸς ἀγήνωρ
301
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:
302
εἴ περ γάρ χ᾽ εὕρῃσι παρ᾽ αὐτόφι βώτορας ἄνδρας
303
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα,
304
οὔ ῥά τ᾽ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι,
305
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἢ ἥρπαξε μετάλμενος , ἠὲ καὶ αὐτὸς
306
ἔβλητ᾽ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι:
307
ὥς ῥα τότ᾽ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε
308
τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις.
309
αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ᾽ Ἱππολόχοιο:
310
Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα
311
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν
312
ἐν Λυκίῃ , πάντες δὲ θεοὺς ὣς εἰσορόωσι,
313
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ᾽ ὄχθας
314
καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο;
315
τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας
316
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι,
317
ὄφρά τις ὧδ᾽ εἴπῃ Λυκίων πύκα θωρηκτάων:
318
οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν
319
ἡμέτεροι βασιλῆες , ἔδουσί τε πίονα μῆλα
320
οἶνόν τ᾽ ἔξαιτον μελιηδέα : ἀλλ᾽ ἄρα καὶ ἲς
321
ἐσθλή , ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται.
322
ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε
323
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ᾽ ἀθανάτω τε
324
ἔσσεσθ᾽ , οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην
325
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν:
326
νῦν δ᾽ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο
327
μυρίαι , ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ᾽ ὑπαλύξαι,
328
ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν.
329
ὣς ἔφατ᾽ , οὐδὲ Γλαῦκος ἀπετράπετ᾽ οὐδ᾽ ἀπίθησε:
330
τὼ δ᾽ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε.
331
τοὺς δὲ ἰδὼν ῥίγησ᾽ υἱὸς Πετεῶο Μενεσθεύς:
332
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
333
πάπτηνεν δ᾽ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν᾽ ἴδοιτο
334
ἡγεμόνων , ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι:
335
ἐς δ᾽ ἐνόησ᾽ Αἴαντε δύω πολέμου ἀκορήτω
336
ἑσταότας , Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα
337
ἐγγύθεν : ἀλλ᾽ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν:
338
τόσσος γὰρ κτύπος ἦεν , ἀϋτὴ δ᾽ οὐρανὸν ἷκε,
339
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν
340
καὶ πυλέων : πᾶσαι γὰρ ἐπώχατο , τοὶ δὲ κατ᾽ αὐτὰς
341
ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν.
342
αἶψα δ᾽ ἐπ᾽ Αἴαντα προΐει κήρυκα Θοώτην:
343
ἔρχεο δῖε Θοῶτα , θέων Αἴαντα κάλεσσον,
344
ἀμφοτέρω μὲν μᾶλλον : ὃ γάρ κ᾽ ὄχ᾽ ἄριστον ἁπάντων
345
εἴη , ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος.
346
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί , οἳ τὸ πάρος περ
347
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
348
εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
349
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
350
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
351
ὣς ἔφατ᾽ , οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
352
βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων,
353
στῆ δὲ παρ᾽ Αἰάντεσσι κιών , εἶθαρ δὲ προσηύδα:
354
Αἴαντ᾽ Ἀργείων ἡγήτορε χαλκοχιτώνων
355
ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
356
κεῖσ᾽ ἴμεν , ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον
357
ἀμφοτέρω μὲν μᾶλλον : ὃ γάρ κ᾽ ὄχ᾽ ἄριστον ἁπάντων
358
εἴη , ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος:
359
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί , οἳ τὸ πάρος περ
360
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.
361
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν,
362
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας,
363
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.
364
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε μέγας Τελαμώνιος Αἴας.
365
αὐτίκ᾽ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα:
366
Αἶαν σφῶϊ μὲν αὖθι , σὺ καὶ κρατερὸς Λυκομήδης,
367
ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι:
368
αὐτὰρ ἐγὼ κεῖσ᾽ εἶμι καὶ ἀντιόω πολέμοιο:
369
αἶψα δ᾽ ἐλεύσομαι αὖτις , ἐπὴν εὖ τοῖς ἐπαμύνω.
370
ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας,
371
καί οἱ Τεῦκρος ἅμ᾽ ᾖε κασίγνητος καὶ ὄπατρος:
372
τοῖς δ᾽ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα.
373
εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο
374
τείχεος ἐντὸς ἰόντες , ἐπειγομένοισι δ᾽ ἵκοντο,
375
οἳ δ᾽ ἐπ᾽ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι
376
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες:
377
σὺν δ᾽ ἐβάλοντο μάχεσθαι ἐναντίον , ὦρτο δ᾽ ἀϋτή.
378
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα
379
Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον
380
μαρμάρῳ ὀκριόεντι βαλών , ὅ ῥα τείχεος ἐντὸς
381
κεῖτο μέγας παρ᾽ ἔπαλξιν ὑπέρτατος : οὐδέ κέ μιν ῥέα
382
χείρεσσ᾽ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ᾽ ἡβῶν,
383
οἷοι νῦν βροτοί εἰσ᾽ : ὃ δ᾽ ἄρ᾽ ὑψόθεν ἔμβαλ᾽ ἀείρας,
384
θλάσσε δὲ τετράφαλον κυνέην , σὺν δ᾽ ὀστέ᾽ ἄραξε
385
πάντ᾽ ἄμυδις κεφαλῆς : ὃ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
386
κάππεσ᾽ ἀφ᾽ ὑψηλοῦ πύργου , λίπε δ᾽ ὀστέα θυμός.
387
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ᾽ Ἱππολόχοιο
388
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο,
389
ᾗ ῥ᾽ ἴδε γυμνωθέντα βραχίονα , παῦσε δὲ χάρμης.
390
ἂψ δ᾽ ἀπὸ τείχεος ἆλτο λαθών , ἵνα μή τις Ἀχαιῶν
391
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ᾽ ἐπέεσσι.
392
Σαρπήδοντι δ᾽ ἄχος γένετο Γλαύκου ἀπιόντος
393
αὐτίκ᾽ ἐπεί τ᾽ ἐνόησεν : ὅμως δ᾽ οὐ λήθετο χάρμης,
394
ἀλλ᾽ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας
395
νύξ᾽ , ἐκ δ᾽ ἔσπασεν ἔγχος : ὃ δ᾽ ἑσπόμενος πέσε δουρὶ
396
πρηνής , ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ,
397
Σαρπηδὼν δ᾽ ἄρ᾽ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν
398
ἕλχ᾽ , ἣ δ᾽ ἕσπετο πᾶσα διαμπερές , αὐτὰρ ὕπερθε
399
τεῖχος ἐγυμνώθη , πολέεσσι δὲ θῆκε κέλευθον.
400
τὸν δ᾽ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ᾽ ὃ μὲν ἰῷ
401
βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν
402
ἀσπίδος ἀμφιβρότης : ἀλλὰ Ζεὺς κῆρας ἄμυνε
403
παιδὸς ἑοῦ , μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη:
404
Αἴας δ᾽ ἀσπίδα νύξεν ἐπάλμενος , οὐδὲ διὰ πρὸ
405
ἤλυθεν ἐγχείη , στυφέλιξε δέ μιν μεμαῶτα.
406
χώρησεν δ᾽ ἄρα τυτθὸν ἐπάλξιος : οὐδ᾽ ὅ γε πάμπαν
407
χάζετ᾽ , ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι.
408
κέκλετο δ᾽ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν:
409
ὦ Λύκιοι τί τ᾽ ἄρ᾽ ὧδε μεθίετε θούριδος ἀλκῆς;
410
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
411
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον:
412
ἀλλ᾽ ἐφομαρτεῖτε : πλεόνων δέ τι ἔργον ἄμεινον.
413
ὣς ἔφαθ᾽ , οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
414
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα.
415
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
416
τείχεος ἔντοσθεν , μέγα δέ σφισι φαίνετο ἔργον:
417
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο
418
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον,
419
οὔτέ ποτ᾽ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο
420
τείχεος ἂψ ὤσασθαι , ἐπεὶ τὰ πρῶτα πέλασθεν.
421
ἀλλ᾽ ὥς τ᾽ ἀμφ᾽ οὔροισι δύ᾽ ἀνέρε δηριάασθον
422
μέτρ᾽ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ,
423
ὥ τ᾽ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης,
424
ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες : οἳ δ᾽ ὑπὲρ αὐτέων
425
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
426
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
427
πολλοὶ δ᾽ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ,
428
ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη
429
μαρναμένων , πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς.
430
πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
431
ἐρράδατ᾽ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν.
432
ἀλλ᾽ οὐδ᾽ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν,
433
ἀλλ᾽ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής,
434
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει
435
ἰσάζουσ᾽ , ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται:
436
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε,
437
πρίν γ᾽ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
438
Πριαμίδῃ , ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν.
439
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς:
440
ὄρνυσθ᾽ ἱππόδαμοι Τρῶες , ῥήγνυσθε δὲ τεῖχος
441
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ.
442
ὣς φάτ᾽ ἐποτρύνων , οἳ δ᾽ οὔασι πάντες ἄκουον,
443
ἴθυσαν δ᾽ ἐπὶ τεῖχος ἀολλέες : οἳ μὲν ἔπειτα
444
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ᾽ ἔχοντες,
445
Ἕκτωρ δ᾽ ἁρπάξας λᾶαν φέρεν , ὅς ῥα πυλάων
446
ἑστήκει πρόσθε πρυμνὸς παχύς , αὐτὰρ ὕπερθεν
447
ὀξὺς ἔην : τὸν δ᾽ οὔ κε δύ᾽ ἀνέρε δήμου ἀρίστω
448
ῥηϊδίως ἐπ᾽ ἄμαξαν ἀπ᾽ οὔδεος ὀχλίσσειαν,
449
οἷοι νῦν βροτοί εἰσ᾽ : ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
450
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω.
451
ὡς δ᾽ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
452
χειρὶ λαβὼν ἑτέρῃ , ὀλίγον τέ μιν ἄχθος ἐπείγει,
453
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας,
454
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας
455
δικλίδας ὑψηλάς : δοιοὶ δ᾽ ἔντοσθεν ὀχῆες
456
εἶχον ἐπημοιβοί , μία δὲ κληῒς ἐπαρήρει.
457
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών , καὶ ἐρεισάμενος βάλε μέσσας
458
εὖ διαβάς , ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη,
459
ῥῆξε δ᾽ ἀπ᾽ ἀμφοτέρους θαιρούς : πέσε δὲ λίθος εἴσω
460
βριθοσύνῃ , μέγα δ᾽ ἀμφὶ πύλαι μύκον , οὐδ᾽ ἄρ᾽ ὀχῆες
461
ἐσχεθέτην , σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη
462
λᾶος ὑπὸ ῥιπῆς : ὃ δ᾽ ἄρ᾽ ἔσθορε φαίδιμος Ἕκτωρ
463
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια : λάμπε δὲ χαλκῷ
464
σμερδαλέῳ , τὸν ἕεστο περὶ χροΐ , δοιὰ δὲ χερσὶ
465
δοῦρ᾽ ἔχεν : οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας
466
νόσφι θεῶν ὅτ᾽ ἐσᾶλτο πύλας : πυρὶ δ᾽ ὄσσε δεδήει.
467
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ᾽ ὅμιλον
468
τεῖχος ὑπερβαίνειν : τοὶ δ᾽ ὀτρύνοντι πίθοντο.
469
αὐτίκα δ᾽ οἳ μὲν τεῖχος ὑπέρβασαν , οἳ δὲ κατ᾽ αὐτὰς
470
ποιητὰς ἐσέχυντο πύλας : Δαναοὶ δὲ φόβηθεν
471
νῆας ἀνὰ γλαφυράς , ὅμαδος δ᾽ ἀλίαστος ἐτύχθη.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.