Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
2
ὄρνυθ᾽ , ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι:
3
Ζεὺς δ᾽ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
4
ἀργαλέην , πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.
5
στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
6
ἥ ῥ᾽ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
7
ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο
8
ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος , τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας
9
εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν
10
ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ μέγα τε δεινόν τε
11
ὄρθι᾽ , Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ᾽ ἑκάστῳ
12
καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
13
τοῖσι δ᾽ ἄφαρ πόλεμος γλυκίων γένετ᾽ ἠὲ νέεσθαι
14
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
15
Ἀτρεΐδης δ᾽ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν
16
Ἀργείους : ἐν δ᾽ αὐτὸς ἐδύσετο νώροπα χαλκόν.
17
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε
18
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:
19
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,
20
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.
21
πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ᾽ Ἀχαιοὶ
22
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον:
23
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.
24
τοῦ δ᾽ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,
25
δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο:
26
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν
27
τρεῖς ἑκάτερθ᾽ ἴρισσιν ἐοικότες , ἅς τε Κρονίων
28
ἐν νέφεϊ στήριξε , τέρας μερόπων ἀνθρώπων.
29
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος : ἐν δέ οἱ ἧλοι
30
χρύσειοι πάμφαινον , ἀτὰρ περὶ κουλεὸν ἦεν
31
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.
32
ἂν δ᾽ ἕλετ᾽ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν
33
καλήν , ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,
34
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο
35
λευκοί , ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο.
36
τῇ δ᾽ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο
37
δεινὸν δερκομένη , περὶ δὲ Δεῖμός τε Φόβος τε.
38
τῆς δ᾽ ἐξ ἀργύρεος τελαμὼν ἦν : αὐτὰρ ἐπ᾽ αὐτοῦ
39
κυάνεος ἐλέλικτο δράκων , κεφαλαὶ δέ οἱ ἦσαν
40
τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι.
41
κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
42
ἵππουριν : δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.
43
εἵλετο δ᾽ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ
44
ὀξέα : τῆλε δὲ χαλκὸς ἀπ᾽ αὐτόφιν οὐρανὸν εἴσω
45
λάμπ᾽ : ἐπὶ δ᾽ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη
46
τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.
47
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος
48
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ᾽ ἐπὶ τάφρῳ,
49
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες
50
ῥώοντ᾽ : ἄσβεστος δὲ βοὴ γένετ᾽ ἠῶθι πρό.
51
φθὰν δὲ μέγ᾽ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
52
ἱππῆες δ᾽ ὀλίγον μετεκίαθον : ἐν δὲ κυδοιμὸν
53
ὦρσε κακὸν Κρονίδης , κατὰ δ᾽ ὑψόθεν ἧκεν ἐέρσας
54
αἵματι μυδαλέας ἐξ αἰθέρος , οὕνεκ᾽ ἔμελλε
55
πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.
56
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
57
Ἕκτορά τ᾽ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
58
Αἰνείαν θ᾽ , ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
59
τρεῖς τ᾽ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
60
ἠΐθεόν τ᾽ Ἀκάμαντ᾽ ἐπιείκελον ἀθανάτοισιν.
61
Ἕκτωρ δ᾽ ἐν πρώτοισι φέρ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην,
62
οἷος δ᾽ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
63
παμφαίνων , τοτὲ δ᾽ αὖτις ἔδυ νέφεα σκιόεντα,
64
ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
65
ἄλλοτε δ᾽ ἐν πυμάτοισι κελεύων : πᾶς δ᾽ ἄρα χαλκῷ
66
λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
67
οἳ δ᾽ , ὥς τ᾽ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
68
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ᾽ ἄρουραν
69
πυρῶν ἢ κριθῶν : τὰ δὲ δράγματα ταρφέα πίπτει:
70
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ᾽ ἀλλήλοισι θορόντες
71
δῄουν , οὐδ᾽ ἕτεροι μνώοντ᾽ ὀλοοῖο φόβοιο.
72
ἴσας δ᾽ ὑσμίνη κεφαλὰς ἔχεν , οἳ δὲ λύκοι ὣς
73
θῦνον : Ἔρις δ᾽ ἄρ᾽ ἔχαιρε πολύστονος εἰσορόωσα:
74
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
75
οἳ δ᾽ ἄλλοι οὔ σφιν πάρεσαν θεοί , ἀλλὰ ἕκηλοι
76
σφοῖσιν ἐνὶ μεγάροισι καθήατο , ἧχι ἑκάστῳ
77
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.
78
πάντες δ᾽ ᾐτιόωντο κελαινεφέα Κρονίωνα
79
οὕνεκ᾽ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.
80
τῶν μὲν ἄρ᾽ οὐκ ἀλέγιζε πατήρ : ὃ δὲ νόσφι λιασθεὶς
81
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων
82
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν
83
χαλκοῦ τε στεροπήν , ὀλλύντάς τ᾽ ὀλλυμένους τε.
84
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
85
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο , πῖπτε δὲ λαός:
86
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον
87
οὔρεος ἐν βήσσῃσιν , ἐπεί τ᾽ ἐκορέσσατο χεῖρας
88
τάμνων δένδρεα μακρά , ἅδος τέ μιν ἵκετο θυμόν,
89
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,
90
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας
91
κεκλόμενοι ἑτάροισι κατὰ στίχας : ἐν δ᾽ Ἀγαμέμνων
92
πρῶτος ὄρουσ᾽ , ἕλε δ᾽ ἄνδρα Βιάνορα ποιμένα λαῶν
93
αὐτόν , ἔπειτα δ᾽ ἑταῖρον Ὀϊλῆα πλήξιππον.
94
ἤτοι ὅ γ᾽ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη:
95
τὸν δ᾽ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ
96
νύξ᾽ , οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,
97
ἀλλὰ δι᾽ αὐτῆς ἦλθε καὶ ὀστέου , ἐγκέφαλος δὲ
98
ἔνδον ἅπας πεπάλακτο : δάμασσε δέ μιν μεμαῶτα.
99
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων
100
στήθεσι παμφαίνοντας , ἐπεὶ περίδυσε χιτῶνας:
101
αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων
102
υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω
103
εἰν ἑνὶ δίφρῳ ἐόντας : ὃ μὲν νόθος ἡνιόχευεν,
104
Ἄντιφος αὖ παρέβασκε περικλυτός : ὥ ποτ᾽ Ἀχιλλεὺς
105
Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,
106
ποιμαίνοντ᾽ ἐπ᾽ ὄεσσι λαβών , καὶ ἔλυσεν ἀποίνων.
107
δὴ τότε γ᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
108
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,
109
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει , ἐκ δ᾽ ἔβαλ᾽ ἵππων.
110
σπερχόμενος δ᾽ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ
111
γιγνώσκων : καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν
112
εἶδεν , ὅτ᾽ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.
113
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα
114
ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν
115
ἐλθὼν εἰς εὐνήν , ἁπαλόν τέ σφ᾽ ἦτορ ἀπηύρα:
116
ἣ δ᾽ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν , οὐ δύναταί σφι
117
χραισμεῖν : αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει:
118
καρπαλίμως δ᾽ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην
119
σπεύδουσ᾽ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ᾽ ὁρμῆς:
120
ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον
121
Τρώων , ἀλλὰ καὶ αὐτοὶ ὑπ᾽ Ἀργείοισι φέβοντο.
122
αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην
123
υἱέας Ἀντιμάχοιο δαΐφρονος , ὅς ῥα μάλιστα
124
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα
125
οὐκ εἴασχ᾽ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,
126
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων
127
εἰν ἑνὶ δίφρῳ ἐόντας , ὁμοῦ δ᾽ ἔχον ὠκέας ἵππους:
128
ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,
129
τὼ δὲ κυκηθήτην : ὃ δ᾽ ἐναντίον ὦρτο λέων ὣς
130
Ἀτρεΐδης : τὼ δ᾽ αὖτ᾽ ἐκ δίφρου γουναζέσθην:
131
ζώγρει Ἀτρέος υἱέ , σὺ δ᾽ ἄξια δέξαι ἄποινα:
132
πολλὰ δ᾽ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται
133
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
134
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα,
135
εἰ νῶϊ ζωοὺς πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
136
ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα
137
μειλιχίοις ἐπέεσσιν : ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσαν:
138
εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,
139
ὅς ποτ᾽ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν
140
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ
141
αὖθι κατακτεῖναι μηδ᾽ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,
142
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.
143
ἦ , καὶ Πείσανδρον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε
144
δουρὶ βαλὼν πρὸς στῆθος : ὃ δ᾽ ὕπτιος οὔδει ἐρείσθη.
145
Ἱππόλοχος δ᾽ ἀπόρουσε , τὸν αὖ χαμαὶ ἐξενάριξε
146
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ᾽ αὐχένα κόψας,
147
ὅλμον δ᾽ ὣς ἔσσευε κυλίνδεσθαι δι᾽ ὁμίλου.
148
τοὺς μὲν ἔασ᾽ : ὃ δ᾽ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,
149
τῇ ῥ᾽ ἐνόρουσ᾽ , ἅμα δ᾽ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.
150
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,
151
ἱππεῖς δ᾽ ἱππῆας : ὑπὸ δέ σφισιν ὦρτο κονίη
152
ἐκ πεδίου , τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων
153
χαλκῷ δηϊόωντες : ἀτὰρ κρείων Ἀγαμέμνων
154
αἰὲν ἀποκτείνων ἕπετ᾽ Ἀργείοισι κελεύων.
155
ὡς δ᾽ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,
156
πάντῃ τ᾽ εἰλυφόων ἄνεμος φέρει , οἳ δέ τε θάμνοι
157
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ:
158
ὣς ἄρ᾽ ὑπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα
159
Τρώων φευγόντων , πολλοὶ δ᾽ ἐριαύχενες ἵπποι
160
κείν᾽ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας
161
ἡνιόχους ποθέοντες ἀμύμονας : οἳ δ᾽ ἐπὶ γαίῃ
162
κείατο , γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.
163
Ἕκτορα δ᾽ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης
164
ἔκ τ᾽ ἀνδροκτασίης ἔκ θ᾽ αἵματος ἔκ τε κυδοιμοῦ:
165
Ἀτρεΐδης δ᾽ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.
166
οἳ δὲ παρ᾽ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο
167
μέσσον κὰπ πεδίον παρ᾽ ἐρινεὸν ἐσσεύοντο
168
ἱέμενοι πόλιος : ὃ δὲ κεκλήγων ἕπετ᾽ αἰεὶ
169
Ἀτρεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.
170
ἀλλ᾽ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,
171
ἔνθ᾽ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.
172
οἳ δ᾽ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,
173
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ
174
πάσας : τῇ δέ τ᾽ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος:
175
τῆς δ᾽ ἐξ αὐχέν᾽ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
176
πρῶτον , ἔπειτα δέ θ᾽ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει:
177
ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων
178
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον : οἳ δ᾽ ἐφέβοντο.
179
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων
180
Ἀτρεΐδεω ὑπὸ χερσί : περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.
181
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος
182
ἵξεσθαι , τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε
183
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης
184
οὐρανόθεν καταβάς : ἔχε δ᾽ ἀστεροπὴν μετὰ χερσίν.
185
Ἶριν δ᾽ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν:
186
βάσκ᾽ ἴθι Ἶρι ταχεῖα , τὸν Ἕκτορι μῦθον ἐνίσπες:
187
ὄφρ᾽ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν
188
θύνοντ᾽ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,
189
τόφρ᾽ ἀναχωρείτω , τὸν δ᾽ ἄλλον λαὸν ἀνώχθω
190
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
191
αὐτὰρ ἐπεί κ᾽ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
192
εἰς ἵππους ἅλεται , τότε οἱ κράτος ἐγγυαλίξω
193
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται
194
δύῃ τ᾽ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
195
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,
196
βῆ δὲ κατ᾽ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.
197
εὗρ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
198
ἑσταότ᾽ ἔν θ᾽ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν:
199
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις:
200
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε
201
Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.
202
ὄφρ᾽ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
203
θύνοντ᾽ ἐν προμάχοισιν , ἐναίροντα στίχας ἀνδρῶν,
204
τόφρ᾽ ὑπόεικε μάχης , τὸν δ᾽ ἄλλον λαὸν ἄνωχθι
205
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.
206
αὐτὰρ ἐπεί κ᾽ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ
207
εἰς ἵππους ἅλεται , τότε τοι κράτος ἐγγυαλίξει
208
κτείνειν , εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι
209
δύῃ τ᾽ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.
210
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
211
Ἕκτωρ δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
212
πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
213
ὀτρύνων μαχέσασθαι , ἔγειρε δὲ φύλοπιν αἰνήν.
214
οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,
215
Ἀργεῖοι δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας.
216
ἀρτύνθη δὲ μάχη , στὰν δ᾽ ἀντίοι : ἐν δ᾽ Ἀγαμέμνων
217
πρῶτος ὄρουσ᾽ , ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.
218
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ᾽ ἔχουσαι
219
ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν
220
ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων.
221
Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε
222
ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων:
223
Κισσῆς τόν γ᾽ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα
224
μητροπάτωρ , ὃς τίκτε Θεανὼ καλλιπάρῃον:
225
αὐτὰρ ἐπεί ῥ᾽ ἥβης ἐρικυδέος ἵκετο μέτρον,
226
αὐτοῦ μιν κατέρυκε , δίδου δ᾽ ὅ γε θυγατέρα ἥν:
227
γήμας δ᾽ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ᾽ Ἀχαιῶν
228
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν , αἵ οἱ ἕποντο.
229
τὰς μὲν ἔπειτ᾽ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,
230
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει:
231
ὅς ῥα τότ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.
232
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
233
Ἀτρεΐδης μὲν ἅμαρτε , παραὶ δέ οἱ ἐτράπετ᾽ ἔγχος,
234
Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε
235
νύξ᾽ , ἐπὶ δ᾽ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας:
236
οὐδ᾽ ἔτορε ζωστῆρα παναίολον , ἀλλὰ πολὺ πρὶν
237
ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ᾽ αἰχμή.
238
καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων
239
ἕλκ᾽ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς , ἐκ δ᾽ ἄρα χειρὸς
240
σπάσσατο : τὸν δ᾽ ἄορι πλῆξ᾽ αὐχένα , λῦσε δὲ γυῖα.
241
ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον
242
οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου , ἀστοῖσιν ἀρήγων,
243
κουριδίης , ἧς οὔ τι χάριν ἴδε , πολλὰ δ᾽ ἔδωκε:
244
πρῶθ᾽ ἑκατὸν βοῦς δῶκεν , ἔπειτα δὲ χίλι᾽ ὑπέστη
245
αἶγας ὁμοῦ καὶ ὄϊς , τά οἱ ἄσπετα ποιμαίνοντο.
246
δὴ τότε γ᾽ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,
247
βῆ δὲ φέρων ἀν᾽ ὅμιλον Ἀχαιῶν τεύχεα καλά.
248
τὸν δ᾽ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν
249
πρεσβυγενὴς Ἀντηνορίδης , κρατερόν ῥά ἑ πένθος
250
ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος.
251
στῆ δ᾽ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,
252
νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,
253
ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.
254
ῥίγησέν τ᾽ ἄρ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
255
ἀλλ᾽ οὐδ᾽ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο,
256
ἀλλ᾽ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.
257
ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον
258
ἕλκε ποδὸς μεμαώς , καὶ ἀΰτει πάντας ἀρίστους:
259
τὸν δ᾽ ἕλκοντ᾽ ἀν᾽ ὅμιλον ὑπ᾽ ἀσπίδος ὀμφαλοέσσης
260
οὔτησε ξυστῷ χαλκήρεϊ , λῦσε δὲ γυῖα:
261
τοῖο δ᾽ ἐπ᾽ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.
262
ἔνθ᾽ Ἀντήνορος υἷες ὑπ᾽ Ἀτρεΐδῃ βασιλῆϊ
263
πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.
264
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
265
ἔγχεΐ τ᾽ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
266
ὄφρά οἱ αἷμ᾽ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
267
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο , παύσατο δ᾽ αἷμα,
268
ὀξεῖαι δ᾽ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
269
ὡς δ᾽ ὅτ᾽ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
270
δριμύ , τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι
271
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,
272
ὣς ὀξεῖ᾽ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.
273
ἐς δίφρον δ᾽ ἀνόρουσε , καὶ ἡνιόχῳ ἐπέτελλε
274
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν : ἤχθετο γὰρ κῆρ.
275
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:
276
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
277
ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι
278
φύλοπιν ἀργαλέην , ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς
279
εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.
280
ὣς ἔφαθ᾽ , ἡνίοχος δ᾽ ἵμασεν καλλίτριχας ἵππους
281
νῆας ἔπι γλαφυράς : τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην:
282
ἄφρεον δὲ στήθεα , ῥαίνοντο δὲ νέρθε κονίῃ
283
τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.
284
Ἕκτωρ δ᾽ ὡς ἐνόησ᾽ Ἀγαμέμνονα νόσφι κιόντα
285
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας:
286
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
287
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς.
288
οἴχετ᾽ ἀνὴρ ὤριστος , ἐμοὶ δὲ μέγ᾽ εὖχος ἔδωκε
289
Ζεὺς Κρονίδης : ἀλλ᾽ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους
290
ἰφθίμων Δαναῶν , ἵν᾽ ὑπέρτερον εὖχος ἄρησθε.
291
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
292
ὡς δ᾽ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας
293
σεύῃ ἐπ᾽ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,
294
ὣς ἐπ᾽ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους
295
Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ.
296
αὐτὸς δ᾽ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,
297
ἐν δ᾽ ἔπεσ᾽ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,
298
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.
299
ἔνθα τίνα πρῶτον , τίνα δ᾽ ὕστατον ἐξενάριξεν
300
Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν;
301
Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην
302
καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ᾽ Ἀγέλαον
303
Αἴσυμνόν τ᾽ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.
304
τοὺς ἄρ᾽ ὅ γ᾽ ἡγεμόνας Δαναῶν ἕλεν , αὐτὰρ ἔπειτα
305
πληθύν , ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ
306
ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων:
307
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται , ὑψόσε δ᾽ ἄχνη
308
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς:
309
ὣς ἄρα πυκνὰ καρήαθ᾽ ὑφ᾽ Ἕκτορι δάμνατο λαῶν.
310
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
311
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,
312
εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ᾽ Ὀδυσσεύς:
313
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;
314
ἀλλ᾽ ἄγε δεῦρο πέπον , παρ᾽ ἔμ᾽ ἵσταο : δὴ γὰρ ἔλεγχος
315
ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ.
316
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης:
317
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι : ἀλλὰ μίνυνθα
318
ἡμέων ἔσσεται ἦδος , ἐπεὶ νεφεληγερέτα Ζεὺς
319
Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.
320
ἦ καὶ Θυμβραῖον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε
321
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν : αὐτὰρ Ὀδυσσεὺς
322
ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.
323
τοὺς μὲν ἔπειτ᾽ εἴασαν , ἐπεὶ πολέμου ἀπέπαυσαν:
324
τὼ δ᾽ ἀν᾽ ὅμιλον ἰόντε κυδοίμεον , ὡς ὅτε κάπρω
325
ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον:
326
ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω : αὐτὰρ Ἀχαιοὶ
327
ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.
328
ἔνθ᾽ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω
329
υἷε δύω Μέροπος Περκωσίου , ὃς περὶ πάντων
330
ᾔδεε μαντοσύνας , οὐδὲ οὓς παῖδας ἔασκε
331
στείχειν ἐς πόλεμον φθισήνορα : τὼ δέ οἱ οὔ τι
332
πειθέσθην : κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.
333
τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης
334
θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε᾽ ἀπηύρα:
335
Ἱππόδαμον δ᾽ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν.
336
ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων
337
ἐξ Ἴδης καθορῶν : τοὶ δ᾽ ἀλλήλους ἐνάριζον.
338
ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ
339
Παιονίδην ἥρωα κατ᾽ ἰσχίον : οὐ δέ οἱ ἵπποι
340
ἐγγὺς ἔσαν προφυγεῖν , ἀάσατο δὲ μέγα θυμῷ.
341
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ᾽ ἔχεν , αὐτὰρ ὃ πεζὸς
342
θῦνε διὰ προμάχων , εἷος φίλον ὤλεσε θυμόν.
343
Ἕκτωρ δ᾽ ὀξὺ νόησε κατὰ στίχας , ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺς
344
κεκλήγων : ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.
345
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης,
346
αἶψα δ᾽ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα:
347
νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ:
348
ἀλλ᾽ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
349
ἦ ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
350
καὶ βάλεν , οὐδ᾽ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν,
351
ἄκρην κὰκ κόρυθα : πλάγχθη δ᾽ ἀπὸ χαλκόφι χαλκός,
352
οὐδ᾽ ἵκετο χρόα καλόν : ἐρύκακε γὰρ τρυφάλεια
353
τρίπτυχος αὐλῶπις , τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.
354
Ἕκτωρ δ᾽ ὦκ᾽ ἀπέλεθρον ἀνέδραμε , μίκτο δ᾽ ὁμίλῳ,
355
στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
356
γαίης : ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.
357
ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ᾽ ἐρωὴν
358
τῆλε διὰ προμάχων , ὅθι οἱ καταείσατο γαίης
359
τόφρ᾽ Ἕκτωρ ἔμπνυτο , καὶ ἂψ ἐς δίφρον ὀρούσας
360
ἐξέλασ᾽ ἐς πληθύν , καὶ ἀλεύατο κῆρα μέλαιναν.
361
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης:
362
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον : ἦ τέ τοι ἄγχι
363
ἦλθε κακόν : νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων
364
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
365
ἦ θήν σ᾽ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
366
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
367
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι , ὅν κε κιχείω.
368
ἦ , καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.
369
αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
370
Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,
371
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ
372
Ἴλου Δαρδανίδαο , παλαιοῦ δημογέροντος.
373
ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο
374
αἴνυτ᾽ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ᾽ ὤμων
375
καὶ κόρυθα βριαρήν : ὃ δὲ τόξου πῆχυν ἄνελκε
376
καὶ βάλεν , οὐδ᾽ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,
377
ταρσὸν δεξιτεροῖο ποδός : διὰ δ᾽ ἀμπερὲς ἰὸς
378
ἐν γαίῃ κατέπηκτο : ὃ δὲ μάλα ἡδὺ γελάσσας
379
ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα:
380
βέβληαι οὐδ᾽ ἅλιον βέλος ἔκφυγεν : ὡς ὄφελόν τοι
381
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.
382
οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,
383
οἵ τέ σε πεφρίκασι λέονθ᾽ ὡς μηκάδες αἶγες.
384
τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης:
385
τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα
386
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,
387
οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί:
388
νῦν δέ μ᾽ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.
389
οὐκ ἀλέγω , ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων:
390
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.
391
ἦ τ᾽ ἄλλως ὑπ᾽ ἐμεῖο , καὶ εἴ κ᾽ ὀλίγον περ ἐπαύρῃ,
392
ὀξὺ βέλος πέλεται , καὶ ἀκήριον αἶψα τίθησι.
393
τοῦ δὲ γυναικὸς μέν τ᾽ ἀμφίδρυφοί εἰσι παρειαί,
394
παῖδες δ᾽ ὀρφανικοί : ὃ δέ θ᾽ αἵματι γαῖαν ἐρεύθων
395
πύθεται , οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.
396
ὣς φάτο , τοῦ δ᾽ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν
397
ἔστη πρόσθ᾽ : ὃ δ᾽ ὄπισθε καθεζόμενος βέλος ὠκὺ
398
ἐκ ποδὸς ἕλκ᾽ , ὀδύνη δὲ διὰ χροὸς ἦλθ᾽ ἀλεγεινή.
399
ἐς δίφρον δ᾽ ἀνόρουσε , καὶ ἡνιόχῳ ἐπέτελλε
400
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν : ἤχθετο γὰρ κῆρ.
401
οἰώθη δ᾽ Ὀδυσεὺς δουρὶ κλυτός , οὐδέ τις αὐτῷ
402
Ἀργείων παρέμεινεν , ἐπεὶ φόβος ἔλλαβε πάντας:
403
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
404
ὤ μοι ἐγὼ τί πάθω ; μέγα μὲν κακὸν αἴ κε φέβωμαι
405
πληθὺν ταρβήσας : τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω
406
μοῦνος : τοὺς δ᾽ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.
407
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
408
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,
409
ὃς δέ κ᾽ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ
410
ἑστάμεναι κρατερῶς , ἤ τ᾽ ἔβλητ᾽ ἤ τ᾽ ἔβαλ᾽ ἄλλον.
411
εἷος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
412
τόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,
413
ἔλσαν δ᾽ ἐν μέσσοισι , μετὰ σφίσι πῆμα τιθέντες.
414
ὡς δ᾽ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ᾽ αἰζηοὶ
415
σεύωνται , ὃ δέ τ᾽ εἶσι βαθείης ἐκ ξυλόχοιο
416
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,
417
ἀμφὶ δέ τ᾽ ἀΐσσονται , ὑπαὶ δέ τε κόμπος ὀδόντων
418
γίγνεται , οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,
419
ὥς ῥα τότ᾽ ἀμφ᾽ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο
420
Τρῶες : ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην
421
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,
422
αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.
423
Χερσιδάμαντα δ᾽ ἔπειτα καθ᾽ ἵππων ἀΐξαντα
424
δουρὶ κατὰ πρότμησιν ὑπ᾽ ἀσπίδος ὀμφαλοέσσης
425
νύξεν : ὃ δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
426
τοὺς μὲν ἔασ᾽ , ὃ δ᾽ ἄρ᾽ Ἱππασίδην Χάροπ᾽ οὔτασε δουρὶ
427
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.
428
τῷ δ᾽ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,
429
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν
430
ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ᾽ ἠδὲ πόνοιο
431
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι
432
τοιώδ᾽ ἄνδρε κατακτείνας καὶ τεύχε᾽ ἀπούρας,
433
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.
434
ὣς εἰπὼν οὔτησε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην.
435
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,
436
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,
437
πάντα δ᾽ ἀπὸ πλευρῶν χρόα ἔργαθεν , οὐδ᾽ ἔτ᾽ ἔασε
438
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.
439
γνῶ δ᾽ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,
440
ἂψ δ᾽ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν:
441
ἆ δείλ᾽ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.
442
ἤτοι μέν ῥ᾽ ἔμ᾽ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι:
443
σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
444
ἤματι τῷδ᾽ ἔσσεσθαι , ἐμῷ δ᾽ ὑπὸ δουρὶ δαμέντα
445
εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.
446
ἦ , καὶ ὃ μὲν φύγαδ᾽ αὖτις ὑποστρέψας ἐβεβήκει,
447
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
448
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσε,
449
δούπησεν δὲ πεσών : ὃ δ᾽ ἐπεύξατο δῖος Ὀδυσσεύς:
450
ὦ Σῶχ᾽ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο
451
φθῆ σε τέλος θανάτοιο κιχήμενον , οὐδ᾽ ὑπάλυξας.
452
ἆ δείλ᾽ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ
453
ὄσσε καθαιρήσουσι θανόντι περ , ἀλλ᾽ οἰωνοὶ
454
ὠμησταὶ ἐρύουσι , περὶ πτερὰ πυκνὰ βαλόντες.
455
αὐτὰρ ἔμ᾽ , εἴ κε θάνω , κτεριοῦσί γε δῖοι Ἀχαιοί.
456
ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος
457
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης:
458
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο , κῆδε δὲ θυμόν.
459
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ᾽ Ὀδυσῆος
460
κεκλόμενοι καθ᾽ ὅμιλον ἐπ᾽ αὐτῷ πάντες ἔβησαν.
461
αὐτὰρ ὅ γ᾽ ἐξοπίσω ἀνεχάζετο , αὖε δ᾽ ἑταίρους.
462
τρὶς μὲν ἔπειτ᾽ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,
463
τρὶς δ᾽ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.
464
αἶψα δ᾽ ἄρ᾽ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα:
465
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
466
ἀμφί μ᾽ Ὀδυσσῆος ταλασίφρονος ἵκετ᾽ ἀϋτὴ
467
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα
468
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.
469
ἀλλ᾽ ἴομεν καθ᾽ ὅμιλον : ἀλεξέμεναι γὰρ ἄμεινον.
470
δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς
471
ἐσθλὸς ἐών , μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.
472
ὣς εἰπὼν ὃ μὲν ἦρχ᾽ , ὃ δ᾽ ἅμ᾽ ἕσπετο ἰσόθεος φώς.
473
εὗρον ἔπειτ᾽ Ὀδυσῆα Διῒ φίλον : ἀμφὶ δ᾽ ἄρ᾽ αὐτὸν
474
Τρῶες ἕπονθ᾽ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν
475
ἀμφ᾽ ἔλαφον κεραὸν βεβλημένον , ὅν τ᾽ ἔβαλ᾽ ἀνὴρ
476
ἰῷ ἀπὸ νευρῆς : τὸν μέν τ᾽ ἤλυξε πόδεσσι
477
φεύγων , ὄφρ᾽ αἷμα λιαρὸν καὶ γούνατ᾽ ὀρώρῃ:
478
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,
479
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν
480
ἐν νέμεϊ σκιερῷ : ἐπί τε λῖν ἤγαγε δαίμων
481
σίντην : θῶες μέν τε διέτρεσαν , αὐτὰρ ὃ δάπτει:
482
ὥς ῥα τότ᾽ ἀμφ᾽ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
483
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι , αὐτὰρ ὅ γ᾽ ἥρως
484
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.
485
Αἴας δ᾽ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
486
στῆ δὲ παρέξ : Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.
487
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ᾽ ὁμίλου
488
χειρὸς ἔχων , εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.
489
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον
490
Πριαμίδην νόθον υἱόν , ἔπειτα δὲ Πάνδοκον οὖτα,
491
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.
492
ὡς δ᾽ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι
493
χειμάρρους κατ᾽ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,
494
πολλὰς δὲ δρῦς ἀζαλέας , πολλὰς δέ τε πεύκας
495
ἐσφέρεται , πολλὸν δέ τ᾽ ἀφυσγετὸν εἰς ἅλα βάλλει,
496
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,
497
δαΐζων ἵππους τε καὶ ἀνέρας : οὐδέ πω Ἕκτωρ
498
πεύθετ᾽ , ἐπεί ῥα μάχης ἐπ᾽ ἀριστερὰ μάρνατο πάσης
499
ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου , τῇ ῥα μάλιστα
500
ἀνδρῶν πῖπτε κάρηνα , βοὴ δ᾽ ἄσβεστος ὀρώρει
501
Νέστορά τ᾽ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.
502
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων
503
ἔγχεΐ θ᾽ ἱπποσύνῃ τε , νέων δ᾽ ἀλάπαζε φάλαγγας:
504
οὐδ᾽ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ
505
εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
506
παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,
507
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.
508
τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ
509
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.
510
αὐτίκα δ᾽ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον:
511
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
512
ἄγρει σῶν ὀχέων ἐπιβήσεο , πὰρ δὲ Μαχάων
513
βαινέτω , ἐς νῆας δὲ τάχιστ᾽ ἔχε μώνυχας ἵππους:
514
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων
515
ἰούς τ᾽ ἐκτάμνειν ἐπί τ᾽ ἤπια φάρμακα πάσσειν.
516
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
517
αὐτίκα δ᾽ ὧν ὀχέων ἐπεβήσετο , πὰρ δὲ Μαχάων
518
βαῖν᾽ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος:
519
μάστιξεν δ᾽ ἵππους , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
520
νῆας ἔπι γλαφυράς : τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
521
Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν
522
Ἕκτορι παρβεβαώς , καί μιν πρὸς μῦθον ἔειπεν:
523
Ἕκτορ νῶϊ μὲν ἐνθάδ᾽ ὁμιλέομεν Δαναοῖσιν
524
ἐσχατιῇ πολέμοιο δυσηχέος : οἳ δὲ δὴ ἄλλοι
525
Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.
526
Αἴας δὲ κλονέει Τελαμώνιος : εὖ δέ μιν ἔγνων:
527
εὐρὺ γὰρ ἀμφ᾽ ὤμοισιν ἔχει σάκος : ἀλλὰ καὶ ἡμεῖς
528
κεῖσ᾽ ἵππους τε καὶ ἅρμ᾽ ἰθύνομεν , ἔνθα μάλιστα
529
ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες
530
ἀλλήλους ὀλέκουσι , βοὴ δ᾽ ἄσβεστος ὄρωρεν.
531
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους
532
μάστιγι λιγυρῇ : τοὶ δὲ πληγῆς ἀΐοντες
533
ῥίμφ᾽ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς
534
στείβοντες νέκυάς τε καὶ ἀσπίδας : αἵματι δ᾽ ἄξων
535
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
536
ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
537
αἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων . ὃ δὲ ἵετο δῦναι ὅμιλον
538
ἀνδρόμεον ῥῆξαί τε μετάλμενος : ἐν δὲ κυδοιμὸν
539
ἧκε κακὸν Δαναοῖσι , μίνυνθα δὲ χάζετο δουρός.
540
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν
541
ἔγχεΐ τ᾽ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,
542
Αἴαντος δ᾽ ἀλέεινε μάχην Τελαμωνιάδαο.
544
Ζεὺς δὲ πατὴρ Αἴανθ᾽ ὑψίζυγος ἐν φόβον ὦρσε:
545
στῆ δὲ ταφών , ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,
546
τρέσσε δὲ παπτήνας ἐφ᾽ ὁμίλου θηρὶ ἐοικὼς
547
ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.
548
ὡς δ᾽ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο
549
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,
550
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
551
πάννυχοι ἐγρήσσοντες : ὃ δὲ κρειῶν ἐρατίζων
552
ἰθύει , ἀλλ᾽ οὔ τι πρήσσει : θαμέες γὰρ ἄκοντες
553
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν
554
καιόμεναί τε δεταί , τάς τε τρεῖ ἐσσύμενός περ:
555
ἠῶθεν δ᾽ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ:
556
ὣς Αἴας τότ᾽ ἀπὸ Τρώων τετιημένος ἦτορ
557
ἤϊε πόλλ᾽ ἀέκων : περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.
558
ὡς δ᾽ ὅτ᾽ ὄνος παρ᾽ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας
559
νωθής , ᾧ δὴ πολλὰ περὶ ῥόπαλ᾽ ἀμφὶς ἐάγῃ,
560
κείρει τ᾽ εἰσελθὼν βαθὺ λήϊον : οἳ δέ τε παῖδες
561
τύπτουσιν ῥοπάλοισι : βίη δέ τε νηπίη αὐτῶν:
562
σπουδῇ τ᾽ ἐξήλασσαν , ἐπεί τ᾽ ἐκορέσσατο φορβῆς:
563
ὣς τότ᾽ ἔπειτ᾽ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν
564
Τρῶες ὑπέρθυμοι πολυηγερέες τ᾽ ἐπίκουροι
565
νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.
566
Αἴας δ᾽ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς
567
αὖτις ὑποστρεφθείς , καὶ ἐρητύσασκε φάλαγγας
568
Τρώων ἱπποδάμων : ὁτὲ δὲ τρωπάσκετο φεύγειν.
569
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,
570
αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ
571
ἱστάμενος : τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν
572
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,
573
πολλὰ δὲ καὶ μεσσηγύ , πάρος χρόα λευκὸν ἐπαυρεῖν,
574
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.
575
τὸν δ᾽ ὡς οὖν ἐνόησ᾽ Εὐαίμονος ἀγλαὸς υἱὸς
576
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,
577
στῆ ῥα παρ᾽ αὐτὸν ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ,
578
καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν
579
ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν:
580
Εὐρύπυλος δ᾽ ἐπόρουσε καὶ αἴνυτο τεύχε᾽ ἀπ᾽ ὤμων.
581
τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς
582
τεύχε᾽ ἀπαινύμενον Ἀπισάονος , αὐτίκα τόξον
583
ἕλκετ᾽ ἐπ᾽ Εὐρυπύλῳ , καί μιν βάλε μηρὸν ὀϊστῷ
584
δεξιόν : ἐκλάσθη δὲ δόναξ , ἐβάρυνε δὲ μηρόν.
585
ἂψ δ᾽ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων,
586
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:
587
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
588
στῆτ᾽ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ
589
Αἴανθ᾽ , ὃς βελέεσσι βιάζεται , οὐδέ ἕ φημι
590
φεύξεσθ᾽ ἐκ πολέμοιο δυσηχέος : ἀλλὰ μάλ᾽ ἄντην
591
ἵστασθ᾽ ἀμφ᾽ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
592
ὣς ἔφατ᾽ Εὐρύπυλος βεβλημένος : οἳ δὲ παρ᾽ αὐτὸν
593
πλησίοι ἔστησαν σάκε᾽ ὤμοισι κλίναντες
594
δούρατ᾽ ἀνασχόμενοι : τῶν δ᾽ ἀντίος ἤλυθεν Αἴας.
595
στῆ δὲ μεταστρεφθείς , ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.
596
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:
597
Νέστορα δ᾽ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι
598
ἱδρῶσαι , ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.
599
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς:
600
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ
601
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.
602
αἶψα δ᾽ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε
603
φθεγξάμενος παρὰ νηός : ὃ δὲ κλισίηθεν ἀκούσας
604
ἔκμολεν ἶσος Ἄρηϊ , κακοῦ δ᾽ ἄρα οἱ πέλεν ἀρχή.
605
τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός:
606
τίπτέ με κικλήσκεις Ἀχιλεῦ ; τί δέ σε χρεὼ ἐμεῖο;
607
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
608
δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ
609
νῦν ὀΐω περὶ γούνατ᾽ ἐμὰ στήσεσθαι Ἀχαιοὺς
610
λισσομένους : χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός.
611
ἀλλ᾽ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ᾽ ἔρειο
612
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο:
613
ἤτοι μὲν τά γ᾽ ὄπισθε Μαχάονι πάντα ἔοικε
614
τῷ Ἀσκληπιάδῃ , ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός:
615
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.
616
ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ,
617
βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.
618
οἳ δ᾽ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,
619
αὐτοὶ μέν ῥ᾽ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,
620
ἵππους δ᾽ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος
621
ἐξ ὀχέων : τοὶ δ᾽ ἱδρῶ ἀπεψύχοντο χιτώνων
622
στάντε ποτὶ πνοιὴν παρὰ θῖν᾽ ἁλός : αὐτὰρ ἔπειτα
623
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.
624
τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,
625
τὴν ἄρετ᾽ ἐκ Τενέδοιο γέρων , ὅτε πέρσεν Ἀχιλλεύς,
626
θυγατέρ᾽ Ἀρσινόου μεγαλήτορος , ἥν οἱ Ἀχαιοὶ
627
ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.
628
ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν
629
καλὴν κυανόπεζαν ἐΰξοον , αὐτὰρ ἐπ᾽ αὐτῆς
630
χάλκειον κάνεον , ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,
631
ἠδὲ μέλι χλωρόν , παρὰ δ᾽ ἀλφίτου ἱεροῦ ἀκτήν,
632
πὰρ δὲ δέπας περικαλλές , ὃ οἴκοθεν ἦγ᾽ ὁ γεραιός,
633
χρυσείοις ἥλοισι πεπαρμένον : οὔατα δ᾽ αὐτοῦ
634
τέσσαρ᾽ ἔσαν , δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
635
χρύσειαι νεμέθοντο , δύω δ᾽ ὑπὸ πυθμένες ἦσαν.
636
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
637
πλεῖον ἐόν , Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν.
638
ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν
639
οἴνῳ Πραμνείῳ , ἐπὶ δ᾽ αἴγειον κνῆ τυρὸν
640
κνήστι χαλκείῃ , ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνε,
641
πινέμεναι δ᾽ ἐκέλευσεν , ἐπεί ῥ᾽ ὥπλισσε κυκειῶ.
642
τὼ δ᾽ ἐπεὶ οὖν πίνοντ᾽ ἀφέτην πολυκαγκέα δίψαν
643
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,
644
Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.
645
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,
646
ἐς δ᾽ ἄγε χειρὸς ἑλών , κατὰ δ᾽ ἑδριάασθαι ἄνωγε.
647
Πάτροκλος δ᾽ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον:
648
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές , οὐδέ με πείσεις.
649
αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι
650
ὅν τινα τοῦτον ἄγεις βεβλημένον : ἀλλὰ καὶ αὐτὸς
651
γιγνώσκω , ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.
652
νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ᾽ Ἀχιλῆϊ.
653
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές , οἷος ἐκεῖνος
654
δεινὸς ἀνήρ : τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.
655
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
656
τίπτε τὰρ ὧδ᾽ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,
657
ὅσσοι δὴ βέλεσιν βεβλήαται ; οὐδέ τι οἶδε
658
πένθεος , ὅσσον ὄρωρε κατὰ στρατόν : οἳ γὰρ ἄριστοι
659
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
660
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,
661
οὔτασται δ᾽ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ᾽ Ἀγαμέμνων:
662
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ:
663
τοῦτον δ᾽ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο
664
ἰῷ ἀπὸ νευρῆς βεβλημένον . αὐτὰρ Ἀχιλλεὺς
665
ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ᾽ ἐλεαίρει.
666
ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης
667
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
668
αὐτοί τε κτεινώμεθ᾽ ἐπισχερώ ; οὐ γὰρ ἐμὴ ἲς
669
ἔσθ᾽ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
670
εἴθ᾽ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη
671
ὡς ὁπότ᾽ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
672
ἀμφὶ βοηλασίῃ , ὅτ᾽ ἐγὼ κτάνον Ἰτυμονῆα
673
ἐσθλὸν Ὑπειροχίδην , ὃς ἐν Ἤλιδι ναιετάασκε,
674
ῥύσι᾽ ἐλαυνόμενος : ὃ δ᾽ ἀμύνων ᾗσι βόεσσιν
675
ἔβλητ᾽ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,
676
κὰδ δ᾽ ἔπεσεν , λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
677
ληΐδα δ᾽ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
678
πεντήκοντα βοῶν ἀγέλας , τόσα πώεα οἰῶν,
679
τόσσα συῶν συβόσια , τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν,
680
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα
681
πάσας θηλείας , πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
682
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
683
ἐννύχιοι προτὶ ἄστυ : γεγήθει δὲ φρένα Νηλεύς,
684
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
685
κήρυκες δ᾽ ἐλίγαινον ἅμ᾽ ἠοῖ φαινομένηφι
686
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ:
687
οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
688
δαίτρευον : πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
689
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν:
690
ἐλθὼν γάρ ῥ᾽ ἐκάκωσε βίη Ἡρακληείη
691
τῶν προτέρων ἐτέων , κατὰ δ᾽ ἔκταθεν ὅσσοι ἄριστοι:
692
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν:
693
τῶν οἶος λιπόμην , οἳ δ᾽ ἄλλοι πάντες ὄλοντο.
694
ταῦθ᾽ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες
695
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.
696
ἐκ δ᾽ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ᾽ οἰῶν
697
εἵλετο κρινάμενος τριηκόσι᾽ ἠδὲ νομῆας.
698
καὶ γὰρ τῷ χρεῖος μέγ᾽ ὀφείλετ᾽ ἐν Ἤλιδι δίῃ
699
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν
700
ἐλθόντες μετ᾽ ἄεθλα : περὶ τρίποδος γὰρ ἔμελλον
701
θεύσεσθαι : τοὺς δ᾽ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
702
κάσχεθε , τὸν δ᾽ ἐλατῆρ᾽ ἀφίει ἀκαχήμενον ἵππων.
703
τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων
704
ἐξέλετ᾽ ἄσπετα πολλά : τὰ δ᾽ ἄλλ᾽ ἐς δῆμον ἔδωκε
705
δαιτρεύειν , μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.
706
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν , ἀμφί τε ἄστυ
707
ἕρδομεν ἱρὰ θεοῖς : οἳ δὲ τρίτῳ ἤματι πάντες
708
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι
709
πανσυδίῃ : μετὰ δέ σφι Μολίονε θωρήσσοντο
710
παῖδ᾽ ἔτ᾽ ἐόντ᾽ , οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.
711
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη
712
τηλοῦ ἐπ᾽ Ἀλφειῷ , νεάτη Πύλου ἠμαθόεντος:
713
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.
714
ἀλλ᾽ ὅτε πᾶν πεδίον μετεκίαθον , ἄμμι δ᾽ Ἀθήνη
715
ἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαι
716
ἔννυχος , οὐδ᾽ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν
717
ἀλλὰ μάλ᾽ ἐσσυμένους πολεμίζειν . οὐδέ με Νηλεὺς
718
εἴα θωρήσσεσθαι , ἀπέκρυψεν δέ μοι ἵππους:
719
οὐ γάρ πώ τί μ᾽ ἔφη ἴδμεν πολεμήϊα ἔργα.
720
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι
721
καὶ πεζός περ ἐών , ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.
722
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων
723
ἐγγύθεν Ἀρήνης , ὅθι μείναμεν Ἠῶ δῖαν
724
ἱππῆες Πυλίων , τὰ δ᾽ ἐπέρρεον ἔθνεα πεζῶν.
725
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες
726
ἔνδιοι ἱκόμεσθ᾽ ἱερὸν ῥόον Ἀλφειοῖο.
727
ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,
728
ταῦρον δ᾽ Ἀλφειῷ , ταῦρον δὲ Ποσειδάωνι,
729
αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,
730
δόρπον ἔπειθ᾽ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,
731
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος
732
ἀμφὶ ῥοὰς ποταμοῖο . ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
733
ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες:
734
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος:
735
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,
736
συμφερόμεσθα μάχῃ Διί τ᾽ εὐχόμενοι καὶ Ἀθήνῃ.
737
ἀλλ᾽ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,
738
πρῶτος ἐγὼν ἕλον ἄνδρα , κόμισσα δὲ μώνυχας ἵππους,
739
Μούλιον αἰχμητήν : γαμβρὸς δ᾽ ἦν Αὐγείαο,
740
πρεσβυτάτην δὲ θύγατρ᾽ εἶχε ξανθὴν Ἀγαμήδην,
741
ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
742
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,
743
ἤριπε δ᾽ ἐν κονίῃσιν : ἐγὼ δ᾽ ἐς δίφρον ὀρούσας
744
στῆν ῥα μετὰ προμάχοισιν : ἀτὰρ μεγάθυμοι Ἐπειοὶ
745
ἔτρεσαν ἄλλυδις ἄλλος , ἐπεὶ ἴδον ἄνδρα πεσόντα
746
ἡγεμόν᾽ ἱππήων , ὃς ἀριστεύεσκε μάχεσθαι.
747
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,
748
πεντήκοντα δ᾽ ἕλον δίφρους , δύο δ᾽ ἀμφὶς ἕκαστον
749
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
750
καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ᾽ ἀλάπαξα,
751
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων
752
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.
753
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε:
754
τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο
755
κτείνοντές τ᾽ αὐτοὺς ἀνά τ᾽ ἔντεα καλὰ λέγοντες,
756
ὄφρ᾽ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους
757
πέτρης τ᾽ Ὠλενίης , καὶ Ἀλησίου ἔνθα κολώνη
758
κέκληται : ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.
759
ἔνθ᾽ ἄνδρα κτείνας πύματον λίπον : αὐτὰρ Ἀχαιοὶ
760
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ᾽ ἔχον ὠκέας ἵππους,
761
πάντες δ᾽ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ᾽ ἀνδρῶν.
762
ὣς ἔον , εἴ ποτ᾽ ἔον γε , μετ᾽ ἀνδράσιν . αὐτὰρ Ἀχιλλεὺς
763
οἶος τῆς ἀρετῆς ἀπονήσεται : ἦ τέ μιν οἴω
764
πολλὰ μετακλαύσεσθαι ἐπεί κ᾽ ἀπὸ λαὸς ὄληται.
765
ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ᾽ ἐπέτελλεν
766
ἤματι τῷ ὅτε σ᾽ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,
767
νῶϊ δέ τ᾽ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
768
πάντα μάλ᾽ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.
769
Πηλῆος δ᾽ ἱκόμεσθα δόμους εὖ ναιετάοντας
770
λαὸν ἀγείροντες κατ᾽ Ἀχαιΐδα πουλυβότειραν.
771
ἔνθα δ᾽ ἔπειθ᾽ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον
772
ἠδὲ σέ , πὰρ δ᾽ Ἀχιλῆα : γέρων δ᾽ ἱππηλάτα Πηλεὺς
773
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ
774
αὐλῆς ἐν χόρτῳ : ἔχε δὲ χρύσειον ἄλεισον
775
σπένδων αἴθοπα οἶνον ἐπ᾽ αἰθομένοις ἱεροῖσι.
776
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα , νῶϊ δ᾽ ἔπειτα
777
στῆμεν ἐνὶ προθύροισι : ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεύς,
778
ἐς δ᾽ ἄγε χειρὸς ἑλών , κατὰ δ᾽ ἑδριάασθαι ἄνωγε,
779
ξείνιά τ᾽ εὖ παρέθηκεν , ἅ τε ξείνοις θέμις ἐστίν.
780
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,
781
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ᾽ ἅμ᾽ ἕπεσθαι:
782
σφὼ δὲ μάλ᾽ ἠθέλετον , τὼ δ᾽ ἄμφω πόλλ᾽ ἐπέτελλον.
783
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ᾽ Ἀχιλῆϊ
784
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων:
785
σοὶ δ᾽ αὖθ᾽ ὧδ᾽ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός:
786
τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,
787
πρεσβύτερος δὲ σύ ἐσσι : βίῃ δ᾽ ὅ γε πολλὸν ἀμείνων.
788
ἀλλ᾽ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ᾽ ὑποθέσθαι
789
καί οἱ σημαίνειν : ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.
790
ὣς ἐπέτελλ᾽ ὃ γέρων , σὺ δὲ λήθεαι : ἀλλ᾽ ἔτι καὶ νῦν
791
ταῦτ᾽ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.
792
τίς δ᾽ οἶδ᾽ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις
793
παρειπών ; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.
794
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει
795
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,
796
ἀλλὰ σέ περ προέτω , ἅμα δ᾽ ἄλλος λαὸς ἑπέσθω
797
Μυρμιδόνων , αἴ κέν τι φόως Δαναοῖσι γένηαι:
798
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,
799
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο
800
Τρῶες , ἀναπνεύσωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν
801
τειρόμενοι : ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.
802
ῥεῖα δέ κ᾽ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
803
ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
804
ὣς φάτο , τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,
805
βῆ δὲ θέειν παρὰ νῆας ἐπ᾽ Αἰακίδην Ἀχιλῆα.
806
ἀλλ᾽ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο
807
ἷξε θέων Πάτροκλος , ἵνά σφ᾽ ἀγορή τε θέμις τε
808
ἤην , τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,
809
ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε
810
διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ
811
σκάζων ἐκ πολέμου : κατὰ δὲ νότιος ῥέεν ἱδρὼς
812
ὤμων καὶ κεφαλῆς , ἀπὸ δ᾽ ἕλκεος ἀργαλέοιο
813
αἷμα μέλαν κελάρυζε : νόος γε μὲν ἔμπεδος ἦεν.
814
τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,
815
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
816
ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
817
ὣς ἄρ᾽ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης
818
ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.
819
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ᾽ ἥρως,
820
ἤ ῥ᾽ ἔτι που σχήσουσι πελώριον Ἕκτορ᾽ Ἀχαιοί,
821
ἦ ἤδη φθίσονται ὑπ᾽ αὐτοῦ δουρὶ δαμέντες;
822
τὸν δ᾽ αὖτ᾽ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα:
823
οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν
824
ἔσσεται , ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.
825
οἳ μὲν γὰρ δὴ πάντες , ὅσοι πάρος ἦσαν ἄριστοι,
826
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε
827
χερσὶν ὕπο Τρώων : τῶν δὲ σθένος ὄρνυται αἰέν.
828
ἀλλ᾽ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,
829
μηροῦ δ᾽ ἔκταμ᾽ ὀϊστόν , ἀπ᾽ αὐτοῦ δ᾽ αἷμα κελαινὸν
830
νίζ᾽ ὕδατι λιαρῷ , ἐπὶ δ᾽ ἤπια φάρμακα πάσσε
831
ἐσθλά , τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,
832
ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.
833
ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων
834
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα
835
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος
836
κεῖσθαι : ὃ δ᾽ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.
837
τὸν δ᾽ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός:
838
πῶς τὰρ ἔοι τάδε ἔργα ; τί ῥέξομεν Εὐρύπυλ᾽ ἥρως;
839
ἔρχομαι ὄφρ᾽ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
840
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν:
841
ἀλλ᾽ οὐδ᾽ ὧς περ σεῖο μεθήσω τειρομένοιο.
842
ἦ , καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
843
ἐς κλισίην : θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.
844
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ
845
ὀξὺ βέλος περιπευκές , ἀπ᾽ αὐτοῦ δ᾽ αἷμα κελαινὸν
846
νίζ᾽ ὕδατι λιαρῷ , ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
847
χερσὶ διατρίψας ὀδυνήφατον , ἥ οἱ ἁπάσας
848
ἔσχ᾽ ὀδύνας : τὸ μὲν ἕλκος ἐτέρσετο , παύσατο δ᾽ αἷμα.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.