Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν
2
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ:
3
ἀλλ᾽ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν
4
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα.
5
ὡς δ᾽ ὅτ᾽ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο
6
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν
7
ἢ νιφετόν , ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας,
8
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο,
9
ὣς πυκίν᾽ ἐν στήθεσσιν ἀνεστενάχιζ᾽ Ἀγαμέμνων
10
νειόθεν ἐκ κραδίης , τρομέοντο δέ οἱ φρένες ἐντός.
11
ἤτοι ὅτ᾽ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε,
12
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ
13
αὐλῶν συρίγγων τ᾽ ἐνοπὴν ὅμαδόν τ᾽ ἀνθρώπων.
14
αὐτὰρ ὅτ᾽ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν,
15
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας
16
ὑψόθ᾽ ἐόντι Διί , μέγα δ᾽ ἔστενε κυδάλιμον κῆρ.
17
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ
18
Νέστορ᾽ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν,
19
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο,
20
ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.
21
ὀρθωθεὶς δ᾽ ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
22
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
23
ἀμφὶ δ᾽ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος
24
αἴθωνος μεγάλοιο ποδηνεκές , εἵλετο δ᾽ ἔγχος.
25
ὣς δ᾽ αὔτως Μενέλαον ἔχε τρόμος : οὐδὲ γὰρ αὐτῷ
26
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε : μή τι πάθοιεν
27
Ἀργεῖοι , τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ᾽ ὑγρὴν
28
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
29
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε
30
ποικίλῃ , αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας
31
θήκατο χαλκείην , δόρυ δ᾽ εἵλετο χειρὶ παχείῃ.
32
βῆ δ᾽ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν , ὃς μέγα πάντων
33
Ἀργείων ἤνασσε , θεὸς δ᾽ ὣς τίετο δήμῳ.
34
τὸν δ᾽ εὗρ᾽ ἀμφ᾽ ὤμοισι τιθήμενον ἔντεα καλὰ
35
νηῒ πάρα πρύμνῃ : τῷ δ᾽ ἀσπάσιος γένετ᾽ ἐλθών.
36
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος:
37
τίφθ᾽ οὕτως ἠθεῖε κορύσσεαι ; ἦ τιν᾽ ἑταίρων
38
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον ; ἀλλὰ μάλ᾽ αἰνῶς
39
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον
40
ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν
41
νύκτα δι᾽ ἀμβροσίην : μάλα τις θρασυκάρδιος ἔσται.
42
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
43
χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε
44
κερδαλέης , ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει
45
Ἀργείους καὶ νῆας , ἐπεὶ Διὸς ἐτράπετο φρήν.
46
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ᾽ ἱεροῖσιν:
47
οὐ γάρ πω ἰδόμην , οὐδ᾽ ἔκλυον αὐδήσαντος
48
ἄνδρ᾽ ἕνα τοσσάδε μέρμερ᾽ ἐπ᾽ ἤματι μητίσασθαι,
49
ὅσσ᾽ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν
50
αὔτως , οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο.
51
ἔργα δ᾽ ἔρεξ᾽ ὅσα φημὶ μελησέμεν Ἀργείοισι
52
δηθά τε καὶ δολιχόν : τόσα γὰρ κακὰ μήσατ᾽ Ἀχαιούς.
53
ἀλλ᾽ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον
54
ῥίμφα θέων παρὰ νῆας : ἐγὼ δ᾽ ἐπὶ Νέστορα δῖον
55
εἶμι , καὶ ὀτρυνέω ἀνστήμεναι , αἴ κ᾽ ἐθέλῃσιν
56
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ᾽ ἐπιτεῖλαι.
57
κείνῳ γάρ κε μάλιστα πιθοίατο : τοῖο γὰρ υἱὸς
58
σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων
59
Μηριόνης : τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα.
60
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:
61
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις;
62
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς,
63
ἦε θέω μετὰ σ᾽ αὖτις , ἐπὴν εὖ τοῖς ἐπιτείλω;
64
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
65
αὖθι μένειν , μή πως ἀβροτάξομεν ἀλλήλοιιν
66
ἐρχομένω : πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.
67
φθέγγεο δ᾽ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι
68
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον
69
πάντας κυδαίνων : μηδὲ μεγαλίζεο θυμῷ,
70
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα : ὧδέ που ἄμμι
71
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν.
72
ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας:
73
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν:
74
τὸν δ᾽ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
75
εὐνῇ ἔνι μαλακῇ : παρὰ δ᾽ ἔντεα ποικίλ᾽ ἔκειτο
76
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια.
77
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος , ᾧ ῥ᾽ ὁ γεραιὸς
78
ζώννυθ᾽ ὅτ᾽ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο
79
λαὸν ἄγων , ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ.
80
ὀρθωθεὶς δ᾽ ἄρ᾽ ἐπ᾽ ἀγκῶνος κεφαλὴν ἐπαείρας
81
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ:
82
τίς δ᾽ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος
83
νύκτα δι᾽ ὀρφναίην , ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,
84
ἠέ τιν᾽ οὐρήων διζήμενος , ἤ τιν᾽ ἑταίρων;
85
φθέγγεο , μηδ᾽ ἀκέων ἐπ᾽ ἔμ᾽ ἔρχεο : τίπτε δέ σε χρεώ;
86
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
87
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
88
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα , τὸν περὶ πάντων
89
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ᾽ ἀϋτμὴ
90
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
91
πλάζομαι ὧδ᾽ ἐπεὶ οὔ μοι ἐπ᾽ ὄμμασι νήδυμος ὕπνος
92
ἱζάνει , ἀλλὰ μέλει πόλεμος καὶ κήδε᾽ Ἀχαιῶν.
93
αἰνῶς γὰρ Δαναῶν περιδείδια , οὐδέ μοι ἦτορ
94
ἔμπεδον , ἀλλ᾽ ἀλαλύκτημαι , κραδίη δέ μοι ἔξω
95
στηθέων ἐκθρῴσκει , τρομέει δ᾽ ὑπὸ φαίδιμα γυῖα.
96
ἀλλ᾽ εἴ τι δραίνεις , ἐπεὶ οὐδὲ σέ γ᾽ ὕπνος ἱκάνει,
97
δεῦρ᾽ ἐς τοὺς φύλακας καταβήομεν , ὄφρα ἴδωμεν
98
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ
99
κοιμήσωνται , ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται.
100
δυσμενέες δ᾽ ἄνδρες σχεδὸν εἵαται : οὐδέ τι ἴδμεν
101
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι.
102
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
103
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
104
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς
105
ἐκτελέει , ὅσα πού νυν ἐέλπεται : ἀλλά μιν οἴω
106
κήδεσι μοχθήσειν καὶ πλείοσιν , εἴ κεν Ἀχιλλεὺς
107
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ.
108
σοὶ δὲ μάλ᾽ ἕψομ᾽ ἐγώ : ποτὶ δ᾽ αὖ καὶ ἐγείρομεν ἄλλους
109
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ᾽ Ὀδυσῆα
110
ἠδ᾽ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν.
111
ἀλλ᾽ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν
112
ἀντίθεόν τ᾽ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα:
113
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω , οὐδὲ μάλ᾽ ἐγγύς.
114
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
115
νεικέσω , εἴ πέρ μοι νεμεσήσεαι , οὐδ᾽ ἐπικεύσω
116
ὡς εὕδει , σοὶ δ᾽ οἴῳ ἐπέτρεψεν πονέεσθαι.
117
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι
118
λισσόμενος : χρειὼ γὰρ ἱκάνεται οὐκέτ᾽ ἀνεκτός.
119
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
120
ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα:
121
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι
122
οὔτ᾽ ὄκνῳ εἴκων οὔτ᾽ ἀφραδίῃσι νόοιο,
123
ἀλλ᾽ ἐμέ τ᾽ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν.
124
νῦν δ᾽ ἐμέο πρότερος μάλ᾽ ἐπέγρετο καί μοι ἐπέστη:
125
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς.
126
ἀλλ᾽ ἴομεν : κείνους δὲ κιχησόμεθα πρὸ πυλάων
127
ἐν φυλάκεσσ᾽ , ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι.
128
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
129
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ᾽ ἀπιθήσει
130
Ἀργείων , ὅτε κέν τιν᾽ ἐποτρύνῃ καὶ ἀνώγῃ.
131
ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα,
132
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
133
ἀμφὶ δ᾽ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν
134
διπλῆν ἐκταδίην , οὔλη δ᾽ ἐπενήνοθε λάχνη.
135
εἵλετο δ᾽ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,
136
βῆ δ᾽ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
137
πρῶτον ἔπειτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον
138
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ
139
φθεγξάμενος : τὸν δ᾽ αἶψα περὶ φρένας ἤλυθ᾽ ἰωή,
140
ἐκ δ᾽ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε:
141
τίφθ᾽ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε
142
νύκτα δι᾽ ἀμβροσίην , ὅ τι δὴ χρειὼ τόσον ἵκει;
143
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
144
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
145
μὴ νεμέσα : τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.
146
ἀλλ᾽ ἕπε᾽ , ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ᾽ ἐπέοικε
147
βουλὰς βουλεύειν , ἢ φευγέμεν ἠὲ μάχεσθαι.
148
ὣς φάθ᾽ , ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς
149
ποικίλον ἀμφ᾽ ὤμοισι σάκος θέτο , βῆ δὲ μετ᾽ αὐτούς.
150
βὰν δ᾽ ἐπὶ Τυδεΐδην Διομήδεα : τὸν δὲ κίχανον
151
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν : ἀμφὶ δ᾽ ἑταῖροι
152
εὗδον , ὑπὸ κρασὶν δ᾽ ἔχον ἀσπίδας : ἔγχεα δέ σφιν
153
ὄρθ᾽ ἐπὶ σαυρωτῆρος ἐλήλατο , τῆλε δὲ χαλκὸς
154
λάμφ᾽ ὥς τε στεροπὴ πατρὸς Διός : αὐτὰρ ὅ γ᾽ ἥρως
155
εὗδ᾽ , ὑπὸ δ᾽ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο,
156
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός.
157
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ,
158
λὰξ ποδὶ κινήσας , ὄτρυνέ τε νείκεσέ τ᾽ ἄντην:
159
ἔγρεο Τυδέος υἱέ : τί πάννυχον ὕπνον ἀωτεῖς;
160
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο
161
εἵαται ἄγχι νεῶν , ὀλίγος δ᾽ ἔτι χῶρος ἐρύκει;
162
ὣς φάθ᾽ , ὃ δ᾽ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε,
163
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
164
σχέτλιός ἐσσι γεραιέ : σὺ μὲν πόνου οὔ ποτε λήγεις.
165
οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν
166
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων
167
πάντῃ ἐποιχόμενοι ; σὺ δ᾽ ἀμήχανός ἐσσι γεραιέ.
168
τὸν δ᾽ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ:
169
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες.
170
εἰσὶν μέν μοι παῖδες ἀμύμονες , εἰσὶ δὲ λαοὶ
171
καὶ πολέες , τῶν κέν τις ἐποιχόμενος καλέσειεν:
172
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς.
173
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς
174
ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι.
175
ἀλλ᾽ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν
176
ἄνστησον : σὺ γάρ ἐσσι νεώτερος : εἴ μ᾽ ἐλεαίρεις.
177
ὣς φάθ᾽ , ὃ δ᾽ ἀμφ᾽ ὤμοισιν ἑέσσατο δέρμα λέοντος
178
αἴθωνος μεγάλοιο ποδηνεκές , εἵλετο δ᾽ ἔγχος.
179
βῆ δ᾽ ἰέναι , τοὺς δ᾽ ἔνθεν ἀναστήσας ἄγεν ἥρως.
180
οἳ δ᾽ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν,
181
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον,
182
ἀλλ᾽ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες.
183
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ
184
θηρὸς ἀκούσαντες κρατερόφρονος , ὅς τε καθ᾽ ὕλην
185
ἔρχηται δι᾽ ὄρεσφι : πολὺς δ᾽ ὀρυμαγδὸς ἐπ᾽ αὐτῷ
186
ἀνδρῶν ἠδὲ κυνῶν , ἀπό τέ σφισιν ὕπνος ὄλωλεν:
187
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει
188
νύκτα φυλασσομένοισι κακήν : πεδίον δὲ γὰρ αἰεὶ
189
τετράφαθ᾽ , ὁππότ᾽ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων.
190
τοὺς δ᾽ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ
191
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
192
οὕτω νῦν φίλα τέκνα φυλάσσετε : μηδέ τιν᾽ ὕπνος
193
αἱρείτω , μὴ χάρμα γενώμεθα δυσμενέεσσιν.
194
ὣς εἰπὼν τάφροιο διέσσυτο : τοὶ δ᾽ ἅμ᾽ ἕποντο
195
Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν.
196
τοῖς δ᾽ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς
197
ἤϊσαν : αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι.
198
τάφρον δ᾽ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο
199
ἐν καθαρῷ , ὅθι δὴ νεκύων διεφαίνετο χῶρος
200
πιπτόντων : ὅθεν αὖτις ἀπετράπετ᾽ ὄβριμος Ἕκτωρ
201
ὀλλὺς Ἀργείους , ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν.
202
ἔνθα καθεζόμενοι ἔπε᾽ ἀλλήλοισι πίφαυσκον:
203
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
204
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ᾽ ἑῷ αὐτοῦ
205
θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους
206
ἐλθεῖν , εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα,
207
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο,
208
ἅσσά τε μητιόωσι μετὰ σφίσιν , ἢ μεμάασιν
209
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν , ἦε πόλιν δὲ
210
ἂψ ἀναχωρήσουσιν , ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.
211
ταῦτά κε πάντα πύθοιτο , καὶ ἂψ εἰς ἡμέας ἔλθοι
212
ἀσκηθής : μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη
213
πάντας ἐπ᾽ ἀνθρώπους , καί οἱ δόσις ἔσσεται ἐσθλή:
214
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι
215
τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν
216
θῆλυν ὑπόρρηνον : τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον,
217
αἰεὶ δ᾽ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται.
218
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
219
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
220
Νέστορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
221
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων
222
Τρώων : ἀλλ᾽ εἴ τίς μοι ἀνὴρ ἅμ᾽ ἕποιτο καὶ ἄλλος
223
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται.
224
σύν τε δύ᾽ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν
225
ὅππως κέρδος ἔῃ : μοῦνος δ᾽ εἴ πέρ τε νοήσῃ
226
ἀλλά τέ οἱ βράσσων τε νόος , λεπτὴ δέ τε μῆτις.
227
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι.
228
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος,
229
ἤθελε Μηριόνης , μάλα δ᾽ ἤθελε Νέστορος υἱός,
230
ἤθελε δ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος,
231
ἤθελε δ᾽ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον
232
Τρώων : αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα.
233
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
234
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
235
τὸν μὲν δὴ ἕταρόν γ᾽ αἱρήσεαι ὅν κ᾽ ἐθέλῃσθα,
236
φαινομένων τὸν ἄριστον , ἐπεὶ μεμάασί γε πολλοί.
237
μηδὲ σύ γ᾽ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω
238
καλλείπειν , σὺ δὲ χείρον᾽ ὀπάσσεαι αἰδοῖ εἴκων
239
ἐς γενεὴν ὁρόων , μηδ᾽ εἰ βασιλεύτερός ἐστιν.
240
ὣς ἔφατ᾽ , ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ.
241
τοῖς δ᾽ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
242
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ᾽ αὐτὸν ἑλέσθαι,
243
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
244
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ
245
ἐν πάντεσσι πόνοισι , φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη.
246
τούτου γ᾽ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο
247
ἄμφω νοστήσαιμεν , ἐπεὶ περίοιδε νοῆσαι.
248
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
249
Τυδεΐδη μήτ᾽ ἄρ με μάλ᾽ αἴνεε μήτέ τι νείκει:
250
εἰδόσι γάρ τοι ταῦτα μετ᾽ Ἀργείοις ἀγορεύεις.
251
ἀλλ᾽ ἴομεν : μάλα γὰρ νὺξ ἄνεται , ἐγγύθι δ᾽ ἠώς,
252
ἄστρα δὲ δὴ προβέβηκε , παροίχωκεν δὲ πλέων νὺξ
253
τῶν δύο μοιράων , τριτάτη δ᾽ ἔτι μοῖρα λέλειπται.
254
ὣς εἰπόνθ᾽ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην.
255
Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης
256
φάσγανον ἄμφηκες : τὸ δ᾽ ἑὸν παρὰ νηῒ λέλειπτο:
257
καὶ σάκος : ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
258
ταυρείην , ἄφαλόν τε καὶ ἄλλοφον , ἥ τε καταῖτυξ
259
κέκληται , ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.
260
Μηριόνης δ᾽ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην
261
καὶ ξίφος , ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε
262
ῥινοῦ ποιητήν : πολέσιν δ᾽ ἔντοσθεν ἱμᾶσιν
263
ἐντέτατο στερεῶς : ἔκτοσθε δὲ λευκοὶ ὀδόντες
264
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα
265
εὖ καὶ ἐπισταμένως : μέσσῃ δ᾽ ἐνὶ πῖλος ἀρήρει.
266
τήν ῥά ποτ᾽ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο
267
ἐξέλετ᾽ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας,
268
Σκάνδειαν δ᾽ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι:
269
Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι,
270
αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι:
271
δὴ τότ᾽ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα.
272
τὼ δ᾽ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην,
273
βάν ῥ᾽ ἰέναι , λιπέτην δὲ κατ᾽ αὐτόθι πάντας ἀρίστους.
274
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο
275
Παλλὰς Ἀθηναίη : τοὶ δ᾽ οὐκ ἴδον ὀφθαλμοῖσι
276
νύκτα δι᾽ ὀρφναίην , ἀλλὰ κλάγξαντος ἄκουσαν.
277
χαῖρε δὲ τῷ ὄρνιθ᾽ Ὀδυσεύς , ἠρᾶτο δ᾽ Ἀθήνῃ:
278
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος , ἥ τέ μοι αἰεὶ
279
ἐν πάντεσσι πόνοισι παρίστασαι , οὐδέ σε λήθω
280
κινύμενος : νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,
281
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι
282
ῥέξαντας μέγα ἔργον , ὅ κε Τρώεσσι μελήσῃ.
283
δεύτερος αὖτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:
284
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη:
285
σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ᾽ ἕσπεο Τυδέϊ δίῳ
286
ἐς Θήβας , ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει.
287
τοὺς δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς,
288
αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι
289
κεῖσ᾽ : ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα
290
σὺν σοὶ δῖα θεά , ὅτε οἱ πρόφρασσα παρέστης.
291
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε.
292
σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
293
ἀδμήτην , ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
294
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
295
ὣς ἔφαν εὐχόμενοι , τῶν δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
296
οἳ δ᾽ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο,
297
βάν ῥ᾽ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν
298
ἂμ φόνον , ἂν νέκυας , διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα.
299
οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ
300
εὕδειν , ἀλλ᾽ ἄμυδις κικλήσκετο πάντας ἀρίστους,
301
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες:
302
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:
303
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε
304
δώρῳ ἔπι μεγάλῳ ; μισθὸς δέ οἱ ἄρκιος ἔσται.
305
δώσω γὰρ δίφρόν τε δύω τ᾽ ἐριαύχενας ἵππους
306
οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν
307
ὅς τίς κε τλαίη , οἷ τ᾽ αὐτῷ κῦδος ἄροιτο,
308
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν , ἔκ τε πυθέσθαι
309
ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
310
ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρῃσι δαμέντες
311
φύξιν βουλεύουσι μετὰ σφίσιν , οὐδ᾽ ἐθέλουσι
312
νύκτα φυλασσέμεναι , καμάτῳ ἀδηκότες αἰνῷ.
313
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
314
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς
315
κήρυκος θείοιο πολύχρυσος πολύχαλκος,
316
ὃς δή τοι εἶδος μὲν ἔην κακός , ἀλλὰ ποδώκης:
317
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν.
318
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν:
319
Ἕκτορ ἔμ᾽ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
320
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.
321
ἀλλ᾽ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο , καί μοι ὄμοσσον
322
ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ
323
δωσέμεν , οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα,
324
σοὶ δ᾽ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ᾽ ἀπὸ δόξης:
325
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ᾽ ἂν ἵκωμαι
326
νῆ᾽ Ἀγαμεμνονέην , ὅθι που μέλλουσιν ἄριστοι
327
βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι.
328
ὣς φάθ᾽ , ὃ δ᾽ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν:
329
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης
330
μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος
331
Τρώων , ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι.
332
ὣς φάτο καί ῥ᾽ ἐπίορκον ἐπώμοσε , τὸν δ᾽ ὀρόθυνεν:
333
αὐτίκα δ᾽ ἀμφ᾽ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα,
334
ἕσσατο δ᾽ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο,
335
κρατὶ δ᾽ ἐπὶ κτιδέην κυνέην , ἕλε δ᾽ ὀξὺν ἄκοντα,
336
βῆ δ᾽ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ : οὐδ᾽ ἄρ᾽ ἔμελλεν
337
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν.
338
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵππων τε καὶ ἀνδρῶν κάλλιφ᾽ ὅμιλον,
339
βῆ ῥ᾽ ἀν᾽ ὁδὸν μεμαώς : τὸν δὲ φράσατο προσιόντα
340
διογενὴς Ὀδυσεύς , Διομήδεα δὲ προσέειπεν:
341
οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ,
342
οὐκ οἶδ᾽ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν,
343
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων.
344
ἀλλ᾽ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο
345
τυτθόν : ἔπειτα δέ κ᾽ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν
346
καρπαλίμως : εἰ δ᾽ ἄμμε παραφθαίησι πόδεσσιν,
347
αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν
348
ἔγχει ἐπαΐσσων , μή πως προτὶ ἄστυ ἀλύξῃ.
349
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι
350
κλινθήτην : ὃ δ᾽ ἄρ᾽ ὦκα παρέδραμεν ἀφραδίῃσιν.
351
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀπέην ὅσσόν τ᾽ ἐπὶ οὖρα πέλονται
352
ἡμιόνων : αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν
353
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον:
354
τὼ μὲν ἐπεδραμέτην , ὃ δ᾽ ἄρ᾽ ἔστη δοῦπον ἀκούσας.
355
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους
356
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος.
357
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον,
358
γνῶ ῥ᾽ ἄνδρας δηΐους , λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα
359
φευγέμεναι : τοὶ δ᾽ αἶψα διώκειν ὁρμήθησαν.
360
ὡς δ᾽ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης
361
ἢ κεμάδ᾽ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ
362
χῶρον ἀν᾽ ὑλήενθ᾽ , ὃ δέ τε προθέῃσι μεμηκώς,
363
ὣς τὸν Τυδεΐδης ἠδ᾽ ὃ πτολίπορθος Ὀδυσσεὺς
364
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί.
365
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε μιγήσεσθαι φυλάκεσσι
366
φεύγων ἐς νῆας , τότε δὴ μένος ἔμβαλ᾽ Ἀθήνη
367
Τυδεΐδῃ , ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων
368
φθαίη ἐπευξάμενος βαλέειν , ὃ δὲ δεύτερος ἔλθοι.
369
δουρὶ δ᾽ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης:
370
ἠὲ μέν᾽ ἠέ σε δουρὶ κιχήσομαι , οὐδέ σέ φημι
371
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον.
372
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν , ἑκὼν δ᾽ ἡμάρτανε φωτός:
373
δεξιτερὸν δ᾽ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ
374
ἐν γαίῃ ἐπάγη : ὃ δ᾽ ἄρ᾽ ἔστη τάρβησέν τε
375
βαμβαίνων : ἄραβος δὲ διὰ στόμα γίγνετ᾽ ὀδόντων:
376
χλωρὸς ὑπαὶ δείους : τὼ δ᾽ ἀσθμαίνοντε κιχήτην,
377
χειρῶν δ᾽ ἁψάσθην : ὃ δὲ δακρύσας ἔπος ηὔδα:
378
ζωγρεῖτ᾽ , αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι : ἔστι γὰρ ἔνδον
379
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
380
τῶν κ᾽ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
381
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
382
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
383
θάρσει , μηδέ τί τοι θάνατος καταθύμιος ἔστω.
384
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
385
πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος
386
νύκτα δι᾽ ὀρφναίην , ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
387
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων;
388
ἦ σ᾽ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα
389
νῆας ἔπι γλαφυράς ; ἦ σ᾽ αὐτὸν θυμὸς ἀνῆκε;
390
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων , ὑπὸ δ᾽ ἔτρεμε γυῖα:
391
πολλῇσίν μ᾽ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ,
392
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους
393
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ,
394
ἠνώγει δέ μ᾽ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν
395
ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν , ἔκ τε πυθέσθαι
396
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ,
397
ἦ ἤδη χείρεσσιν ὑφ᾽ ἡμετέρῃσι δαμέντες
398
φύξιν βουλεύουσι μετὰ σφίσιν , οὐδ᾽ ἐθέλουσι
399
νύκτα φυλασσέμεναι , καμάτῳ ἀδηκότες αἰνῷ.
400
τὸν δ᾽ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς:
401
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς
402
ἵππων Αἰακίδαο δαΐφρονος : οἳ δ᾽ ἀλεγεινοὶ
403
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι
404
ἄλλῳ γ᾽ ἢ Ἀχιλῆϊ , τὸν ἀθανάτη τέκε μήτηρ.
405
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
406
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν;
407
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα , ποῦ δέ οἱ ἵπποι;
408
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;
409
ἅσσά τε μητιόωσι μετὰ σφίσιν , ἢ μεμάασιν
410
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν , ἦε πόλιν δὲ
411
ἂψ ἀναχωρήσουσιν , ἐπεὶ δαμάσαντό γ᾽ Ἀχαιούς.
412
τὸν δ᾽ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός:
413
τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
414
Ἕκτωρ μὲν μετὰ τοῖσιν , ὅσοι βουληφόροι εἰσί,
415
βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου
416
νόσφιν ἀπὸ φλοίσβου : φυλακὰς δ᾽ ἃς εἴρεαι ἥρως
417
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει.
418
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι , οἷσιν ἀνάγκη
419
οἷ δ᾽ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται
420
ἀλλήλοις : ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι
421
εὕδουσι : Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν:
422
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες.
423
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
424
πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν
425
εὕδουσ᾽ ἦ ἀπάνευθε ; δίειπέ μοι ὄφρα δαείω.
426
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Δόλων Εὐμήδεος υἱός:
427
τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ᾽ ἀτρεκέως καταλέξω.
428
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι
429
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί,
430
πρὸς Θύμβρης δ᾽ ἔλαχον Λύκιοι Μυσοί τ᾽ ἀγέρωχοι
431
καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί.
432
ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα;
433
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον
434
Θρήϊκες οἷδ᾽ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων:
435
ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος.
436
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους:
437
λευκότεροι χιόνος , θείειν δ᾽ ἀνέμοισιν ὁμοῖοι:
438
ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται:
439
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι
440
ἤλυθ᾽ ἔχων : τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν
441
ἄνδρεσσιν φορέειν , ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν.
442
ἀλλ᾽ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν,
443
ἠέ με δήσαντες λίπετ᾽ αὐτόθι νηλέϊ δεσμῷ,
444
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο
445
ἠὲ κατ᾽ αἶσαν ἔειπον ἐν ὑμῖν , ἦε καὶ οὐκί.
446
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:
447
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ:
448
ἐσθλά περ ἀγγείλας , ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς.
449
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν,
450
ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν
451
ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων:
452
εἰ δέ κ᾽ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς,
453
οὐκέτ᾽ ἔπειτα σὺ πῆμά ποτ᾽ ἔσσεαι Ἀργείοισιν.
454
ἦ , καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ
455
ἁψάμενος λίσσεσθαι , ὃ δ᾽ αὐχένα μέσσον ἔλασσε
456
φασγάνῳ ἀΐξας , ἀπὸ δ᾽ ἄμφω κέρσε τένοντε:
457
φθεγγομένου δ᾽ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
458
τοῦ δ᾽ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο
459
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν:
460
καὶ τά γ᾽ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς
461
ὑψόσ᾽ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα:
462
χαῖρε θεὰ τοῖσδεσσι : σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ
463
πάντων ἀθανάτων ἐπιδωσόμεθ᾽ : ἀλλὰ καὶ αὖτις
464
πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς.
465
ὣς ἄρ᾽ ἐφώνησεν , καὶ ἀπὸ ἕθεν ὑψόσ᾽ ἀείρας
466
θῆκεν ἀνὰ μυρίκην : δέελον δ᾽ ἐπὶ σῆμά τ᾽ ἔθηκε
467
συμμάρψας δόνακας μυρίκης τ᾽ ἐριθηλέας ὄζους,
468
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν.
469
τὼ δὲ βάτην προτέρω διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα,
470
αἶψα δ᾽ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες.
471
οἳ δ᾽ εὗδον καμάτῳ ἀδηκότες , ἔντεα δέ σφιν
472
καλὰ παρ᾽ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον
473
τριστοιχί : παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι.
474
Ῥῆσος δ᾽ ἐν μέσῳ εὗδε , παρ᾽ αὐτῷ δ᾽ ὠκέες ἵπποι
475
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο.
476
τὸν δ᾽ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν:
477
οὗτός τοι Διόμηδες ἀνήρ , οὗτοι δέ τοι ἵπποι,
478
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς.
479
ἀλλ᾽ ἄγε δὴ πρόφερε κρατερὸν μένος : οὐδέ τί σε χρὴ
480
ἑστάμεναι μέλεον σὺν τεύχεσιν , ἀλλὰ λύ᾽ ἵππους:
481
ἠὲ σύ γ᾽ ἄνδρας ἔναιρε , μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.
482
ὣς φάτο , τῷ δ᾽ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη,
483
κτεῖνε δ᾽ ἐπιστροφάδην : τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
484
ἄορι θεινομένων , ἐρυθαίνετο δ᾽ αἵματι γαῖα.
485
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν
486
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ,
487
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς
488
ὄφρα δυώδεκ᾽ ἔπεφνεν : ἀτὰρ πολύμητις Ὀδυσσεὺς
489
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς
490
τὸν δ᾽ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε,
491
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι
492
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ
493
νεκροῖς ἀμβαίνοντες : ἀήθεσσον γὰρ ἔτ᾽ αὐτῶν.
494
ἀλλ᾽ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός,
495
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα
496
ἀσθμαίνοντα : κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη
497
τὴν νύκτ᾽ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης.
498
τόφρα δ᾽ ἄρ᾽ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους,
499
σὺν δ᾽ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου
500
τόξῳ ἐπιπλήσσων , ἐπεὶ οὐ μάστιγα φαεινὴν
501
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι:
502
ῥοίζησεν δ᾽ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ.
503
αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι,
504
ἢ ὅ γε δίφρον ἑλών , ὅθι ποικίλα τεύχε᾽ ἔκειτο,
505
ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ᾽ ἀείρας,
506
ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο.
507
εἷος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα , τόφρα δ᾽ Ἀθήνη
508
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον:
509
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ
510
νῆας ἔπι γλαφυράς , μὴ καὶ πεφοβημένος ἔλθῃς,
511
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος.
512
ὣς φάθ᾽ , ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
513
καρπαλίμως δ᾽ ἵππων ἐπεβήσετο : κόψε δ᾽ Ὀδυσσεὺς
514
τόξῳ : τοὶ δ᾽ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
515
οὐδ᾽ ἀλαοσκοπιὴν εἶχ᾽ ἀργυρότοξος Ἀπόλλων
516
ὡς ἴδ᾽ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν:
517
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον,
518
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα
519
Ῥήσου ἀνεψιὸν ἐσθλόν : ὃ δ᾽ ἐξ ὕπνου ἀνορούσας
520
ὡς ἴδε χῶρον ἐρῆμον , ὅθ᾽ ἕστασαν ὠκέες ἵπποι,
521
ἄνδράς τ᾽ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν,
522
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα φίλον τ᾽ ὀνόμηνεν ἑταῖρον.
523
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς
524
θυνόντων ἄμυδις : θηεῦντο δὲ μέρμερα ἔργα
525
ὅσσ᾽ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας.
526
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν,
527
ἔνθ᾽ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους,
528
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα
529
ἐν χείρεσσ᾽ Ὀδυσῆϊ τίθει , ἐπεβήσετο δ᾽ ἵππων:
530
μάστιξεν δ᾽ ἵππους , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
531
νῆας ἔπι γλαφυράς : τῇ γὰρ φίλον ἔπλετο θυμῷ.
532
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε:
533
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
534
ψεύσομαι , ἦ ἔτυμον ἐρέω ; κέλεται δέ με θυμός.
535
ἵππων μ᾽ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει.
536
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης
537
ὧδ᾽ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους:
538
ἀλλ᾽ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν
539
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
540
οὔ πω πᾶν εἴρητο ἔπος ὅτ᾽ ἄρ᾽ ἤλυθον αὐτοί.
541
καί ῥ᾽ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα , τοὶ δὲ χαρέντες
542
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι:
543
πρῶτος δ᾽ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ:
544
εἴπ᾽ ἄγε μ᾽ ὦ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
545
ὅππως τοῦσδ᾽ ἵππους λάβετον καταδύντες ὅμιλον
546
Τρώων , ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας.
547
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο.
548
αἰεὶ μὲν Τρώεσσ᾽ ἐπιμίσγομαι , οὐδέ τί φημι
549
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής:
550
ἀλλ᾽ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα.
551
ἀλλά τιν᾽ ὔμμ᾽ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα:
552
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς
553
κούρη τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη.
554
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
555
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν
556
ῥεῖα θεός γ᾽ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε
557
ἵππους δωρήσαιτ᾽ , ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν.
558
ἵπποι δ᾽ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις
559
Θρηΐκιοι : τὸν δέ σφιν ἄνακτ᾽ ἀγαθὸς Διομήδης
560
ἔκτανε , πὰρ δ᾽ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
561
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν,
562
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο
563
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί.
564
ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους
565
καγχαλόων : ἅμα δ᾽ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί.
566
οἳ δ᾽ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο,
567
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι
568
φάτνῃ ἐφ᾽ ἱππείῃ , ὅθι περ Διομήδεος ἵπποι
569
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες:
570
νηῒ δ᾽ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος
571
θῆκ᾽ Ὀδυσεύς , ὄφρ᾽ ἱρὸν ἑτοιμασσαίατ᾽ Ἀθήνῃ.
572
αὐτοὶ δ᾽ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ
573
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς.
574
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν
575
νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ,
576
ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
577
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ᾽ ἐλαίῳ
578
δείπνῳ ἐφιζανέτην , ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ
579
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.