Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον : αὐτὰρ Ἀχαιοὺς
2
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
3
πένθεϊ δ᾽ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
4
ὡς δ᾽ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα
5
Βορέης καὶ Ζέφυρος , τώ τε Θρῄκηθεν ἄητον
6
ἐλθόντ᾽ ἐξαπίνης : ἄμυδις δέ τε κῦμα κελαινὸν
7
κορθύεται , πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν:
8
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
9
Ἀτρεΐδης δ᾽ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
10
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων
11
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
12
μὴ δὲ βοᾶν : αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
13
ἷζον δ᾽ εἰν ἀγορῇ τετιηότες : ἂν δ᾽ Ἀγαμέμνων
14
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος
15
ἥ τε κατ᾽ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ:
16
ὣς ὃ βαρὺ στενάχων ἔπε᾽ Ἀργείοισι μετηύδα:
17
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
18
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ
19
σχέτλιος , ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν
20
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
21
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο , καί με κελεύει
22
δυσκλέα Ἄργος ἱκέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν.
23
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
24
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
25
ἠδ᾽ ἔτι καὶ λύσει : τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
26
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
27
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
28
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.
29
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
30
δὴν δ᾽ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν:
31
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
32
Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,
33
ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ : σὺ δὲ μή τι χολωθῇς.
34
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι
35
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα : ταῦτα δὲ πάντα
36
ἴσασ᾽ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
37
σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω:
38
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,
39
ἀλκὴν δ᾽ οὔ τοι δῶκεν , ὅ τε κράτος ἐστὶ μέγιστον.
40
δαιμόνι᾽ οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
41
ἀπτολέμους τ᾽ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
42
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
43
ἔρχεο : πάρ τοι ὁδός , νῆες δέ τοι ἄγχι θαλάσσης
44
ἑστᾶσ᾽ , αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
45
ἀλλ᾽ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
46
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν . εἰ δὲ καὶ αὐτοὶ
47
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
48
νῶϊ δ᾽ ἐγὼ Σθένελός τε μαχησόμεθ᾽ εἰς ὅ κε τέκμωρ
49
Ἰλίου εὕρωμεν : σὺν γὰρ θεῷ εἰλήλουθμεν.
50
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
51
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
52
τοῖσι δ᾽ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ:
53
Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
54
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
55
οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
56
οὐδὲ πάλιν ἐρέει : ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
57
ἦ μὲν καὶ νέος ἐσσί , ἐμὸς δέ κε καὶ πάϊς εἴης
58
ὁπλότατος γενεῆφιν : ἀτὰρ πεπνυμένα βάζεις
59
Ἀργείων βασιλῆας , ἐπεὶ κατὰ μοῖραν ἔειπες.
60
ἀλλ᾽ ἄγ᾽ ἐγών , ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,
61
ἐξείπω καὶ πάντα διίξομαι : οὐδέ κέ τίς μοι
62
μῦθον ἀτιμήσει᾽ , οὐδὲ κρείων Ἀγαμέμνων.
63
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
64
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
65
ἀλλ᾽ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
66
δόρπά τ᾽ ἐφοπλισόμεσθα : φυλακτῆρες δὲ ἕκαστοι
67
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
68
κούροισιν μὲν ταῦτ᾽ ἐπιτέλλομαι : αὐτὰρ ἔπειτα
69
Ἀτρεΐδη σὺ μὲν ἄρχε : σὺ γὰρ βασιλεύτατός ἐσσι.
70
δαίνυ δαῖτα γέρουσιν : ἔοικέ τοι , οὔ τοι ἀεικές.
71
πλεῖαί τοι οἴνου κλισίαι , τὸν νῆες Ἀχαιῶν
72
ἠμάτιαι Θρῄκηθεν ἐπ᾽ εὐρέα πόντον ἄγουσι:
73
πᾶσά τοί ἐσθ᾽ ὑποδεξίη , πολέεσσι δ᾽ ἀνάσσεις.
74
πολλῶν δ᾽ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
75
βουλὴν βουλεύσῃ : μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
76
ἐσθλῆς καὶ πυκινῆς , ὅτι δήϊοι ἐγγύθι νηῶν
77
καίουσιν πυρὰ πολλά : τίς ἂν τάδε γηθήσειε;
78
νὺξ δ᾽ ἧδ᾽ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
79
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
80
ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο
81
ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,
82
ἠδ᾽ ἀμφ᾽ Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος
83
ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,
84
ἠδ᾽ ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.
85
ἕπτ᾽ ἔσαν ἡγεμόνες φυλάκων , ἑκατὸν δὲ ἑκάστῳ
86
κοῦροι ἅμα στεῖχον δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες:
87
κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες:
88
ἔνθα δὲ πῦρ κήαντο , τίθεντο δὲ δόρπα ἕκαστος.
89
Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν
90
ἐς κλισίην , παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα.
91
οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
92
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
93
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν
94
Νέστωρ , οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή:
95
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
96
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
97
ἐν σοὶ μὲν λήξω , σέο δ᾽ ἄρξομαι , οὕνεκα πολλῶν
98
λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε
99
σκῆπτρόν τ᾽ ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσθα.
100
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι,
101
κρηῆναι δὲ καὶ ἄλλῳ , ὅτ᾽ ἄν τινα θυμὸς ἀνώγῃ
102
εἰπεῖν εἰς ἀγαθόν : σέο δ᾽ ἕξεται ὅττί κεν ἄρχῃ.
103
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
104
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει
105
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ᾽ ἔτι καὶ νῦν
106
ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην
107
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας
108
οὔ τι καθ᾽ ἡμέτερόν γε νόον : μάλα γάρ τοι ἔγωγε
109
πόλλ᾽ ἀπεμυθεόμην : σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
110
εἴξας ἄνδρα φέριστον , ὃν ἀθάνατοί περ ἔτισαν,
111
ἠτίμησας , ἑλὼν γὰρ ἔχεις γέρας : ἀλλ᾽ ἔτι καὶ νῦν
112
φραζώμεσθ᾽ ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν
113
δώροισίν τ᾽ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.
114
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
115
ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας:
116
ἀασάμην , οὐδ᾽ αὐτὸς ἀναίνομαι . ἀντί νυ πολλῶν
117
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,
118
ὡς νῦν τοῦτον ἔτισε , δάμασσε δὲ λαὸν Ἀχαιῶν.
119
ἀλλ᾽ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,
120
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ᾽ ἀπερείσι᾽ ἄποινα.
121
ὑμῖν δ᾽ ἐν πάντεσσι περικλυτὰ δῶρ᾽ ὀνομήνω
122
ἕπτ᾽ ἀπύρους τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα,
123
αἴθωνας δὲ λέβητας ἐείκοσι , δώδεκα δ᾽ ἵππους
124
πηγοὺς ἀθλοφόρους , οἳ ἀέθλια ποσσὶν ἄροντο.
125
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο,
126
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
127
ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.
128
δώσω δ᾽ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
129
Λεσβίδας , ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς
130
ἐξελόμην , αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν.
131
τὰς μέν οἱ δώσω , μετὰ δ᾽ ἔσσεται ἣν τότ᾽ ἀπηύρων
132
κούρη Βρισῆος : ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι
133
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,
134
ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.
135
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται : εἰ δέ κεν αὖτε
136
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ᾽ ἀλαπάξαι,
137
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω
138
εἰσελθών , ὅτε κεν δατεώμεθα ληΐδ᾽ Ἀχαιοί,
139
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,
140
αἴ κε μετ᾽ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
141
εἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
142
γαμβρός κέν μοι ἔοι : τίσω δέ μιν ἶσον Ὀρέστῃ,
143
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
144
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
145
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
146
τάων ἥν κ᾽ ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω
147
πρὸς οἶκον Πηλῆος : ἐγὼ δ᾽ ἐπὶ μείλια δώσω
148
πολλὰ μάλ᾽ , ὅσσ᾽ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί:
149
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα
150
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
151
Φηράς τε ζαθέας ἠδ᾽ Ἄνθειαν βαθύλειμον
152
καλήν τ᾽ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
153
πᾶσαι δ᾽ ἐγγὺς ἁλός , νέαται Πύλου ἠμαθόεντος:
154
ἐν δ᾽ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
155
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι
156
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
157
ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.
158
δμηθήτω : Ἀΐδης τοι ἀμείλιχος ἠδ᾽ ἀδάμαστος,
159
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων:
160
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι
161
ἠδ᾽ ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.
162
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
163
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
164
δῶρα μὲν οὐκέτ᾽ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι:
165
ἀλλ᾽ ἄγετε κλητοὺς ὀτρύνομεν , οἵ κε τάχιστα
166
ἔλθωσ᾽ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.
167
εἰ δ᾽ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.
168
Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω,
169
αὐτὰρ ἔπειτ᾽ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς:
170
κηρύκων δ᾽ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ᾽ ἑπέσθων.
171
φέρτε δὲ χερσὶν ὕδωρ , εὐφημῆσαί τε κέλεσθε,
172
ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ᾽ , αἴ κ᾽ ἐλεήσῃ.
173
ὣς φάτο , τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.
174
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
175
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
176
νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
177
αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽ ὅσον ἤθελε θυμός,
178
ὁρμῶντ᾽ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.
179
τοῖσι δὲ πόλλ᾽ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ
180
δενδίλλων ἐς ἕκαστον , Ὀδυσσῆϊ δὲ μάλιστα,
181
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.
182
τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης
183
πολλὰ μάλ᾽ εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ
184
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.
185
Μυρμιδόνων δ᾽ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,
186
τὸν δ᾽ εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ
187
καλῇ δαιδαλέῃ , ἐπὶ δ᾽ ἀργύρεον ζυγὸν ἦεν,
188
τὴν ἄρετ᾽ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας:
189
τῇ ὅ γε θυμὸν ἔτερπεν , ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν.
190
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ,
191
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,
192
τὼ δὲ βάτην προτέρω , ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,
193
στὰν δὲ πρόσθ᾽ αὐτοῖο : ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεὺς
194
αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.
195
ὣς δ᾽ αὔτως Πάτροκλος , ἐπεὶ ἴδε φῶτας , ἀνέστη.
196
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
197
χαίρετον : ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,
198
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.
199
ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,
200
εἷσεν δ᾽ ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν.
201
αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα:
202
μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,
203
ζωρότερον δὲ κέραιε , δέπας δ᾽ ἔντυνον ἑκάστῳ:
204
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.
205
ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ᾽ ἑταίρῳ.
206
αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,
207
ἐν δ᾽ ἄρα νῶτον ἔθηκ᾽ ὄϊος καὶ πίονος αἰγός,
208
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.
209
τῷ δ᾽ ἔχεν Αὐτομέδων , τάμνεν δ᾽ ἄρα δῖος Ἀχιλλεύς.
210
καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρε,
211
πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.
212
αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,
213
ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,
214
πάσσε δ᾽ ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.
215
αὐτὰρ ἐπεί ῥ᾽ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε,
216
Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
217
καλοῖς ἐν κανέοισιν , ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
218
αὐτὸς δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο
219
τοίχου τοῦ ἑτέροιο , θεοῖσι δὲ θῦσαι ἀνώγει
220
Πάτροκλον ὃν ἑταῖρον : ὃ δ᾽ ἐν πυρὶ βάλλε θυηλάς.
221
οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
222
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
223
νεῦσ᾽ Αἴας Φοίνικι : νόησε δὲ δῖος Ὀδυσσεύς,
224
πλησάμενος δ᾽ οἴνοιο δέπας δείδεκτ᾽ Ἀχιλῆα:
225
χαῖρ᾽ Ἀχιλεῦ : δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς
226
ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο
227
ἠδὲ καὶ ἐνθάδε νῦν , πάρα γὰρ μενοεικέα πολλὰ
228
δαίνυσθ᾽ : ἀλλ᾽ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,
229
ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες
230
δείδιμεν : ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι
231
νῆας ἐϋσσέλμους , εἰ μὴ σύ γε δύσεαι ἀλκήν.
232
ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο
233
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ ἐπίκουροι
234
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν , οὐδ᾽ ἔτι φασὶ
235
σχήσεσθ᾽ , ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
236
Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων
237
ἀστράπτει : Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων
238
μαίνεται ἐκπάγλως πίσυνος Διί , οὐδέ τι τίει
239
ἀνέρας οὐδὲ θεούς : κρατερὴ δέ ἑ λύσσα δέδυκεν.
240
ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν:
241
στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα
242
αὐτάς τ᾽ ἐμπρήσειν μαλεροῦ πυρός , αὐτὰρ Ἀχαιοὺς
243
δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.
244
ταῦτ᾽ αἰνῶς δείδοικα κατὰ φρένα , μή οἱ ἀπειλὰς
245
ἐκτελέσωσι θεοί , ἡμῖν δὲ δὴ αἴσιμον εἴη
246
φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
247
ἀλλ᾽ ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν
248
τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.
249
αὐτῷ τοι μετόπισθ᾽ ἄχος ἔσσεται , οὐδέ τι μῆχος
250
ῥεχθέντος κακοῦ ἔστ᾽ ἄκος εὑρεῖν : ἀλλὰ πολὺ πρὶν
251
φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.
252
ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς
253
ἤματι τῷ ὅτε σ᾽ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε:
254
τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη
255
δώσουσ᾽ αἴ κ᾽ ἐθέλωσι , σὺ δὲ μεγαλήτορα θυμὸν
256
ἴσχειν ἐν στήθεσσι : φιλοφροσύνη γὰρ ἀμείνων:
257
ληγέμεναι δ᾽ ἔριδος κακομηχάνου , ὄφρά σε μᾶλλον
258
τίωσ᾽ Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.
259
ὣς ἐπέτελλ᾽ ὃ γέρων , σὺ δὲ λήθεαι : ἀλλ᾽ ἔτι καὶ νῦν
260
παύε᾽ , ἔα δὲ χόλον θυμαλγέα : σοὶ δ᾽ Ἀγαμέμνων
261
ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.
262
εἰ δὲ σὺ μέν μευ ἄκουσον , ἐγὼ δέ κέ τοι καταλέξω
263
ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ᾽ Ἀγαμέμνων:
264
ἕπτ᾽ ἀπύρους τρίποδας , δέκα δὲ χρυσοῖο τάλαντα,
265
αἴθωνας δὲ λέβητας ἐείκοσι , δώδεκα δ᾽ ἵππους
266
πηγοὺς ἀθλοφόρους , οἳ ἀέθλια ποσσὶν ἄροντο.
267
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο
268
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,
269
ὅσσ᾽ Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.
270
δώσει δ᾽ ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας
271
Λεσβίδας , ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς
272
ἐξέλεθ᾽ , αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.
273
τὰς μέν τοι δώσει , μετὰ δ᾽ ἔσσεται ἣν τότ᾽ ἀπηύρα
274
κούρη Βρισῆος : ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται
275
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι
276
ἣ θέμις ἐστὶν ἄναξ ἤτ᾽ ἀνδρῶν ἤτε γυναικῶν.
277
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται : εἰ δέ κεν αὖτε
278
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ᾽ ἀλαπάξαι,
279
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι
280
εἰσελθών , ὅτε κεν δατεώμεθα ληΐδ᾽ Ἀχαιοί,
281
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,
282
αἵ κε μετ᾽ Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.
283
εἰ δέ κεν Ἄργος ἱκοίμεθ᾽ Ἀχαιϊκὸν οὖθαρ ἀρούρης
284
γαμβρός κέν οἱ ἔοις : τίσει δέ σε ἶσον Ὀρέστῃ,
285
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.
286
τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ
287
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,
288
τάων ἥν κ᾽ ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι
289
πρὸς οἶκον Πηλῆος : ὃ δ᾽ αὖτ᾽ ἐπὶ μείλια δώσει
290
πολλὰ μάλ᾽ , ὅσσ᾽ οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί:
291
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα
292
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν
293
Φηράς τε ζαθέας ἠδ᾽ Ἄνθειαν βαθύλειμον
294
καλήν τ᾽ Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.
295
πᾶσαι δ᾽ ἐγγὺς ἁλός , νέαται Πύλου ἠμαθόεντος:
296
ἐν δ᾽ ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,
297
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι
298
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.
299
ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.
300
εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον
301
αὐτὸς καὶ τοῦ δῶρα , σὺ δ᾽ ἄλλους περ Παναχαιοὺς
302
τειρομένους ἐλέαιρε κατὰ στρατόν , οἵ σε θεὸν ὣς
303
τίσουσ᾽ : ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο:
304
νῦν γάρ χ᾽ Ἕκτορ᾽ ἕλοις , ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι
305
λύσσαν ἔχων ὀλοήν , ἐπεὶ οὔ τινά φησιν ὁμοῖον
306
οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.
307
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
308
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
309
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,
310
ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται,
311
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.
312
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν
313
ὅς χ᾽ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν , ἄλλο δὲ εἴπῃ.
314
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα:
315
οὔτ᾽ ἔμεγ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω
316
οὔτ᾽ ἄλλους Δαναούς , ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
317
μάρνασθαι δηΐοισιν ἐπ᾽ ἀνδράσι νωλεμὲς αἰεί.
318
ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι:
319
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός:
320
κάτθαν᾽ ὁμῶς ὅ τ᾽ ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς.
321
οὐδέ τί μοι περίκειται , ἐπεὶ πάθον ἄλγεα θυμῷ
322
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.
323
ὡς δ᾽ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
324
μάστακ᾽ ἐπεί κε λάβῃσι , κακῶς δ᾽ ἄρα οἱ πέλει αὐτῇ,
325
ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον,
326
ἤματα δ᾽ αἱματόεντα διέπρησσον πολεμίζων
327
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.
328
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ᾽ ἀνθρώπων,
329
πεζὸς δ᾽ ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον:
330
τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ
331
ἐξελόμην , καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον
332
Ἀτρεΐδῃ : ὃ δ᾽ ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι
333
δεξάμενος διὰ παῦρα δασάσκετο , πολλὰ δ᾽ ἔχεσκεν.
334
ἄλλα δ᾽ ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι:
335
τοῖσι μὲν ἔμπεδα κεῖται , ἐμεῦ δ᾽ ἀπὸ μούνου Ἀχαιῶν
336
εἵλετ᾽ , ἔχει δ᾽ ἄλοχον θυμαρέα : τῇ παριαύων
337
τερπέσθω . τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν
338
Ἀργείους ; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ᾽ ἀγείρας
339
Ἀτρεΐδης ; ἦ οὐχ Ἑλένης ἕνεκ᾽ ἠϋκόμοιο;
340
ἦ μοῦνοι φιλέουσ᾽ ἀλόχους μερόπων ἀνθρώπων
341
Ἀτρεΐδαι ; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων
342
τὴν αὐτοῦ φιλέει καὶ κήδεται , ὡς καὶ ἐγὼ τὴν
343
ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.
344
νῦν δ᾽ ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ᾽ ἀπάτησε
345
μή μευ πειράτω εὖ εἰδότος : οὐδέ με πείσει.
346
ἀλλ᾽ Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι
347
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.
348
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,
349
καὶ δὴ τεῖχος ἔδειμε , καὶ ἤλασε τάφρον ἐπ᾽ αὐτῷ
350
εὐρεῖαν μεγάλην , ἐν δὲ σκόλοπας κατέπηξεν:
351
ἀλλ᾽ οὐδ᾽ ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο
352
ἴσχειν : ὄφρα δ᾽ ἐγὼ μετ᾽ Ἀχαιοῖσιν πολέμιζον
353
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,
354
ἀλλ᾽ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν:
355
ἔνθά ποτ᾽ οἶον ἔμιμνε , μόγις δέ μευ ἔκφυγεν ὁρμήν.
356
νῦν δ᾽ ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ
357
αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι
358
νηήσας εὖ νῆας , ἐπὴν ἅλα δὲ προερύσσω,
359
ὄψεαι , αἴ κ᾽ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
360
ἦρι μάλ᾽ Ἑλλήσποντον ἐπ᾽ ἰχθυόεντα πλεούσας
361
νῆας ἐμάς , ἐν δ᾽ ἄνδρας ἐρεσσέμεναι μεμαῶτας:
362
εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος
363
ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.
364
ἔστι δέ μοι μάλα πολλά , τὰ κάλλιπον ἐνθάδε ἔρρων:
365
ἄλλον δ᾽ ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν
366
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον
367
ἄξομαι , ἅσσ᾽ ἔλαχόν γε : γέρας δέ μοι , ὅς περ ἔδωκεν,
368
αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
369
Ἀτρεΐδης : τῷ πάντ᾽ ἀγορευέμεν ὡς ἐπιτέλλω
370
ἀμφαδόν , ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
371
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
372
αἰὲν ἀναιδείην ἐπιειμένος : οὐδ᾽ ἂν ἔμοιγε
373
τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι:
374
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι , οὐδὲ μὲν ἔργον:
375
ἐκ γὰρ δή μ᾽ ἀπάτησε καὶ ἤλιτεν : οὐδ᾽ ἂν ἔτ᾽ αὖτις
376
ἐξαπάφοιτ᾽ ἐπέεσσιν : ἅλις δέ οἱ : ἀλλὰ ἕκηλος
377
ἐρρέτω : ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.
378
ἐχθρὰ δέ μοι τοῦ δῶρα , τίω δέ μιν ἐν καρὸς αἴσῃ.
379
οὐδ᾽ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
380
ὅσσά τέ οἱ νῦν ἔστι , καὶ εἴ ποθεν ἄλλα γένοιτο,
381
οὐδ᾽ ὅσ᾽ ἐς Ὀρχομενὸν ποτινίσεται , οὐδ᾽ ὅσα Θήβας
382
Αἰγυπτίας , ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
383
αἵ θ᾽ ἑκατόμπυλοί εἰσι , διηκόσιοι δ᾽ ἀν᾽ ἑκάστας
384
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν:
385
οὐδ᾽ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
386
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει᾽ Ἀγαμέμνων
387
πρίν γ᾽ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
388
κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
389
οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
390
ἔργα δ᾽ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι:
391
οὐδέ μιν ὧς γαμέω : ὃ δ᾽ Ἀχαιῶν ἄλλον ἑλέσθω,
392
ὅς τις οἷ τ᾽ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
393
ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ᾽ ἵκωμαι,
394
Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
395
πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν᾽ Ἑλλάδα τε Φθίην τε
396
κοῦραι ἀριστήων , οἵ τε πτολίεθρα ῥύονται,
397
τάων ἥν κ᾽ ἐθέλωμι φίλην ποιήσομ᾽ ἄκοιτιν.
398
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
399
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
400
κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς:
401
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ᾽ ὅσα φασὶν
402
Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
403
τὸ πρὶν ἐπ᾽ εἰρήνης , πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
404
οὐδ᾽ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
405
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
406
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
407
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
408
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
409
οὔθ᾽ ἑλετή , ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
410
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
411
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
412
εἰ μέν κ᾽ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
413
ὤλετο μέν μοι νόστος , ἀτὰρ κλέος ἄφθιτον ἔσται:
414
εἰ δέ κεν οἴκαδ᾽ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
415
ὤλετό μοι κλέος ἐσθλόν , ἐπὶ δηρὸν δέ μοι αἰὼν
416
ἔσσεται , οὐδέ κέ μ᾽ ὦκα τέλος θανάτοιο κιχείη.
417
καὶ δ᾽ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
418
οἴκαδ᾽ ἀποπλείειν , ἐπεὶ οὐκέτι δήετε τέκμωρ
419
Ἰλίου αἰπεινῆς : μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
420
χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί.
421
ἀλλ᾽ ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν
422
ἀγγελίην ἀπόφασθε : τὸ γὰρ γέρας ἐστὶ γερόντων:
423
ὄφρ᾽ ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,
424
ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν
425
νηυσὶν ἔπι γλαφυρῇς , ἐπεὶ οὔ σφισιν ἥδέ γ᾽ ἑτοίμη
426
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος:
427
Φοῖνιξ δ᾽ αὖθι παρ᾽ ἄμμι μένων κατακοιμηθήτω,
428
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ᾽ ἕπηται
429
αὔριον ἢν ἐθέλῃσιν : ἀνάγκῃ δ᾽ οὔ τί μιν ἄξω.
430
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
431
μῦθον ἀγασσάμενοι : μάλα γὰρ κρατερῶς ἀπέειπεν:
432
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ
433
δάκρυ᾽ ἀναπρήσας : περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν:
434
εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦ
435
βάλλεαι , οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι
436
πῦρ ἐθέλεις ἀΐδηλον , ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
437
πῶς ἂν ἔπειτ᾽ ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην
438
οἶος ; σοὶ δέ μ᾽ ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς
439
ἤματι τῷ ὅτε σ᾽ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε
440
νήπιον οὔ πω εἰδόθ᾽ ὁμοιΐου πολέμοιο
441
οὐδ᾽ ἀγορέων , ἵνα τ᾽ ἄνδρες ἀριπρεπέες τελέθουσι.
442
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,
443
μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε ἔργων.
444
ὡς ἂν ἔπειτ᾽ ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι
445
λείπεσθ᾽ , οὐδ᾽ εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς
446
γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,
447
οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα
448
φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,
449
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,
450
τὴν αὐτὸς φιλέεσκεν , ἀτιμάζεσκε δ᾽ ἄκοιτιν
451
μητέρ᾽ ἐμήν : ἣ δ᾽ αἰὲν ἐμὲ λισσέσκετο γούνων
452
παλλακίδι προμιγῆναι , ἵν᾽ ἐχθήρειε γέροντα.
453
τῇ πιθόμην καὶ ἔρεξα : πατὴρ δ᾽ ἐμὸς αὐτίκ᾽ ὀϊσθεὶς
454
πολλὰ κατηρᾶτο , στυγερὰς δ᾽ ἐπεκέκλετ᾽ Ἐρινῦς,
455
μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν
456
ἐξ ἐμέθεν γεγαῶτα : θεοὶ δ᾽ ἐτέλειον ἐπαρὰς
457
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.
462
ἔνθ᾽ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ᾽ ἐν φρεσὶ θυμὸς
463
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
464
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
465
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,
466
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
467
ἔσφαζον , πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
468
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
469
πολλὸν δ᾽ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
470
εἰνάνυχες δέ μοι ἀμφ᾽ αὐτῷ παρὰ νύκτας ἴαυον:
471
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον , οὐδέ ποτ᾽ ἔσβη
472
πῦρ , ἕτερον μὲν ὑπ᾽ αἰθούσῃ εὐερκέος αὐλῆς,
473
ἄλλο δ᾽ ἐνὶ προδόμῳ , πρόσθεν θαλάμοιο θυράων.
474
ἀλλ᾽ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
475
καὶ τότ᾽ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας
476
ῥήξας ἐξῆλθον , καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
477
ῥεῖα , λαθὼν φύλακάς τ᾽ ἄνδρας δμῳάς τε γυναῖκας.
478
φεῦγον ἔπειτ᾽ ἀπάνευθε δι᾽ Ἑλλάδος εὐρυχόροιο,
479
Φθίην δ᾽ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
480
ἐς Πηλῆα ἄναχθ᾽ : ὃ δέ με πρόφρων ὑπέδεκτο,
481
καί μ᾽ ἐφίλησ᾽ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ
482
μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,
483
καί μ᾽ ἀφνειὸν ἔθηκε , πολὺν δέ μοι ὤπασε λαόν:
484
ναῖον δ᾽ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.
485
καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,
486
ἐκ θυμοῦ φιλέων , ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ᾽ ἄλλῳ
487
οὔτ᾽ ἐς δαῖτ᾽ ἰέναι οὔτ᾽ ἐν μεγάροισι πάσασθαι,
488
πρίν γ᾽ ὅτε δή σ᾽ ἐπ᾽ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
489
ὄψου τ᾽ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
490
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
491
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
492
ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
493
τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
494
ἐξ ἐμεῦ : ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
495
ποιεύμην , ἵνα μοί ποτ᾽ ἀεικέα λοιγὸν ἀμύνῃς.
496
ἀλλ᾽ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν : οὐδέ τί σε χρὴ
497
νηλεὲς ἦτορ ἔχειν : στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
498
τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
499
καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
500
λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ᾽ ἄνθρωποι
501
λισσόμενοι , ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
502
καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
503
χωλαί τε ῥυσαί τε παραβλῶπές τ᾽ ὀφθαλμώ,
504
αἵ ῥά τε καὶ μετόπισθ᾽ ἄτης ἀλέγουσι κιοῦσαι.
505
ἣ δ᾽ ἄτη σθεναρή τε καὶ ἀρτίπος , οὕνεκα πάσας
506
πολλὸν ὑπεκπροθέει , φθάνει δέ τε πᾶσαν ἐπ᾽ αἶαν
507
βλάπτουσ᾽ ἀνθρώπους : αἳ δ᾽ ἐξακέονται ὀπίσσω.
508
ὃς μέν τ᾽ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
509
τὸν δὲ μέγ᾽ ὤνησαν καί τ᾽ ἔκλυον εὐχομένοιο:
510
ὃς δέ κ᾽ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
511
λίσσονται δ᾽ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
512
τῷ ἄτην ἅμ᾽ ἕπεσθαι , ἵνα βλαφθεὶς ἀποτίσῃ.
513
ἀλλ᾽ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
514
τιμήν , ἥ τ᾽ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
515
εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ᾽ ὄπισθ᾽ ὀνομάζοι
516
Ἀτρεΐδης , ἀλλ᾽ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
517
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
518
Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης:
519
νῦν δ᾽ ἅμα τ᾽ αὐτίκα πολλὰ διδοῖ τὰ δ᾽ ὄπισθεν ὑπέστη,
520
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
521
κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν , οἵ τε σοὶ αὐτῷ
522
φίλτατοι Ἀργείων : τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
523
μηδὲ πόδας : πρὶν δ᾽ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
524
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν
525
ἡρώων , ὅτε κέν τιν᾽ ἐπιζάφελος χόλος ἵκοι:
526
δωρητοί τε πέλοντο παράρρητοί τ᾽ ἐπέεσσι.
527
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
528
ὡς ἦν : ἐν δ᾽ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
529
Κουρῆτές τ᾽ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
530
ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
531
Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
532
Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
533
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
534
χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
535
Οἰνεὺς ῥέξ᾽ : ἄλλοι δὲ θεοὶ δαίνυνθ᾽ ἑκατόμβας,
536
οἴῃ δ᾽ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
537
ἢ λάθετ᾽ ἢ οὐκ ἐνόησεν : ἀάσατο δὲ μέγα θυμῷ.
538
ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
539
ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
540
ὃς κακὰ πόλλ᾽ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν:
541
πολλὰ δ᾽ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
542
αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
543
τὸν δ᾽ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
544
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας
545
καὶ κύνας : οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι:
546
τόσσος ἔην , πολλοὺς δὲ πυρῆς ἐπέβησ᾽ ἀλεγεινῆς.
547
ἣ δ᾽ ἀμφ᾽ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
548
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
549
Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
550
ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
551
τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν , οὐδὲ δύναντο
552
τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες:
553
ἀλλ᾽ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος , ὅς τε καὶ ἄλλων
554
οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
555
ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
556
κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
557
κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
558
Ἴδεώ θ᾽ , ὃς κάρτιστος ἐπιχθονίων γένετ᾽ ἀνδρῶν
559
τῶν τότε : καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
560
Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
561
τὴν δὲ τότ᾽ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
562
Ἀλκυόνην καλέεσκον ἐπώνυμον , οὕνεκ᾽ ἄρ᾽ αὐτῆς
563
μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
564
κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων:
565
τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων
566
ἐξ ἀρέων μητρὸς κεχολωμένος , ἥ ῥα θεοῖσι
567
πόλλ᾽ ἀχέουσ᾽ ἠρᾶτο κασιγνήτοιο φόνοιο,
568
πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία
569
κικλήσκουσ᾽ Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν
570
πρόχνυ καθεζομένη , δεύοντο δὲ δάκρυσι κόλποι,
571
παιδὶ δόμεν θάνατον : τῆς δ᾽ ἠεροφοῖτις Ἐρινὺς
572
ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.
573
τῶν δὲ τάχ᾽ ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει
574
πύργων βαλλομένων : τὸν δὲ λίσσοντο γέροντες
575
Αἰτωλῶν , πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,
576
ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον:
577
ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,
578
ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι
579
πεντηκοντόγυον , τὸ μὲν ἥμισυ οἰνοπέδοιο,
580
ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.
581
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς
582
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο
583
σείων κολλητὰς σανίδας γουνούμενος υἱόν:
584
πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ
585
ἐλλίσσονθ᾽ : ὃ δὲ μᾶλλον ἀναίνετο : πολλὰ δ᾽ ἑταῖροι,
586
οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων:
587
ἀλλ᾽ οὐδ᾽ ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,
588
πρίν γ᾽ ὅτε δὴ θάλαμος πύκ᾽ ἐβάλλετο , τοὶ δ᾽ ἐπὶ πύργων
589
βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ.
590
καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις
591
λίσσετ᾽ ὀδυρομένη , καί οἱ κατέλεξεν ἅπαντα
592
κήδε᾽ , ὅσ᾽ ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ:
593
ἄνδρας μὲν κτείνουσι , πόλιν δέ τε πῦρ ἀμαθύνει,
594
τέκνα δέ τ᾽ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας.
595
τοῦ δ᾽ ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,
596
βῆ δ᾽ ἰέναι , χροῒ δ᾽ ἔντε᾽ ἐδύσετο παμφανόωντα.
597
ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
598
εἴξας ᾧ θυμῷ : τῷ δ᾽ οὐκέτι δῶρα τέλεσσαν
599
πολλά τε καὶ χαρίεντα , κακὸν δ᾽ ἤμυνε καὶ αὔτως.
600
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί , μὴ δέ σε δαίμων
601
ἐνταῦθα τρέψειε φίλος : κάκιον δέ κεν εἴη
602
νηυσὶν καιομένῃσιν ἀμυνέμεν : ἀλλ᾽ ἐπὶ δώρων
603
ἔρχεο : ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
604
εἰ δέ κ᾽ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
605
οὐκέθ᾽ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών,
606
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
607
Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
608
χρεὼ τιμῆς : φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
609
ἥ μ᾽ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ᾽ ἀϋτμὴ
610
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ᾽ ὀρώρῃ.
611
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι:
612
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων
613
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν : οὐδέ τί σε χρὴ
614
τὸν φιλέειν , ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
615
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ᾽ ἐμὲ κήδῃ:
616
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
617
οὗτοι δ᾽ ἀγγελέουσι , σὺ δ᾽ αὐτόθι λέξεο μίμνων
618
εὐνῇ ἔνι μαλακῇ : ἅμα δ᾽ ἠοῖ φαινομένηφι
619
φρασσόμεθ᾽ ἤ κε νεώμεθ᾽ ἐφ᾽ ἡμέτερ᾽ ἦ κε μένωμεν.
620
ἦ καὶ Πατρόκλῳ ὅ γ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε σιωπῇ
621
Φοίνικι στορέσαι πυκινὸν λέχος , ὄφρα τάχιστα
622
ἐκ κλισίης νόστοιο μεδοίατο : τοῖσι δ᾽ ἄρ᾽ Αἴας
623
ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε:
624
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
625
ἴομεν : οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
626
τῇδέ γ᾽ ὁδῷ κρανέεσθαι : ἀπαγγεῖλαι δὲ τάχιστα
627
χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα
628
οἵ που νῦν ἕαται ποτιδέγμενοι . αὐτάρ Ἀχιλλεὺς
629
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν
630
σχέτλιος , οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων
631
τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων
632
νηλής : καὶ μέν τίς τε κασιγνήτοιο φονῆος
633
ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος:
634
καί ῥ᾽ ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ᾽ ἀποτίσας,
635
τοῦ δέ τ᾽ ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ
636
ποινὴν δεξαμένῳ : σοὶ δ᾽ ἄληκτόν τε κακόν τε
637
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης
638
οἴης : νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ᾽ ἀρίστας,
639
ἄλλά τε πόλλ᾽ ἐπὶ τῇσι : σὺ δ᾽ ἵλαον ἔνθεο θυμόν,
640
αἴδεσσαι δὲ μέλαθρον : ὑπωρόφιοι δέ τοί εἰμεν
641
πληθύος ἐκ Δαναῶν , μέμαμεν δέ τοι ἔξοχον ἄλλων
642
κήδιστοί τ᾽ ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.
643
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
644
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
645
πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι:
646
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
647
μνήσομαι ὥς μ᾽ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
648
Ἀτρεΐδης ὡς εἴ τιν᾽ ἀτίμητον μετανάστην.
649
ἀλλ᾽ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε:
650
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
651
πρίν γ᾽ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
652
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
653
κτείνοντ᾽ Ἀργείους , κατά τε σμῦξαι πυρὶ νῆας.
654
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
655
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
656
ὣς ἔφαθ᾽ , οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
657
σπείσαντες παρὰ νῆας ἴσαν πάλιν : ἦρχε δ᾽ Ὀδυσσεύς.
658
Πάτροκλος δ᾽ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
659
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
660
αἳ δ᾽ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
661
κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
662
ἔνθ᾽ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
663
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου:
664
τῷ δ᾽ ἄρα παρκατέλεκτο γυνή , τὴν Λεσβόθεν ἦγε,
665
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
666
Πάτροκλος δ᾽ ἑτέρωθεν ἐλέξατο : πὰρ δ᾽ ἄρα καὶ τῷ
667
Ἶφις ἐΰζωνος , τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
668
Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
669
οἳ δ᾽ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
670
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
671
δειδέχατ᾽ ἄλλοθεν ἄλλος ἀνασταδόν , ἔκ τ᾽ ἐρέοντο:
672
πρῶτος δ᾽ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
673
εἴπ᾽ ἄγε μ᾽ ὦ πολύαιν᾽ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
674
ἤ ῥ᾽ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
675
ἦ ἀπέειπε , χόλος δ᾽ ἔτ᾽ ἔχει μεγαλήτορα θυμόν;
676
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
677
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
678
κεῖνός γ᾽ οὐκ ἐθέλει σβέσσαι χόλον , ἀλλ᾽ ἔτι μᾶλλον
679
πιμπλάνεται μένεος , σὲ δ᾽ ἀναίνεται ἠδὲ σὰ δῶρα.
680
αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
681
ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν:
682
αὐτὸς δ᾽ ἠπείλησεν ἅμ᾽ ἠοῖ φαινομένηφι
683
νῆας ἐϋσσέλμους ἅλαδ᾽ ἑλκέμεν ἀμφιελίσσας.
684
καὶ δ᾽ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
685
οἴκαδ᾽ ἀποπλείειν , ἐπεὶ οὐκέτι δήετε τέκμωρ
686
Ἰλίου αἰπεινῆς : μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
687
χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί.
688
ὣς ἔφατ᾽ : εἰσὶ καὶ οἵδε τάδ᾽ εἰπέμεν , οἵ μοι ἕποντο,
689
Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
690
Φοῖνιξ δ᾽ αὖθ᾽ ὃ γέρων κατελέξατο , ὡς γὰρ ἀνώγει,
691
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ᾽ ἕπηται
692
αὔριον , ἢν ἐθέλῃσιν : ἀνάγκῃ δ᾽ οὔ τί μιν ἄξει.
693
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
694
μῦθον ἀγασσάμενοι : μάλα γὰρ κρατερῶς ἀγόρευσε.
695
δὴν δ᾽ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν:
696
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:
697
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
698
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
699
μυρία δῶρα διδούς : ὃ δ᾽ ἀγήνωρ ἐστὶ καὶ ἄλλως:
700
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
701
ἀλλ᾽ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
702
ἦ κε μένῃ : τότε δ᾽ αὖτε μαχήσεται ὁππότε κέν μιν
703
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
704
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:
705
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
706
σίτου καὶ οἴνοιο : τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή:
707
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
708
καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
709
ὀτρύνων , καὶ δ᾽ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
710
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
711
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
712
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
713
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.
Alpheios needs funds to keep these texts and tools freely available.
Make a tax-deductible donation by December 31, 2024 to keep reading.