Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,
2
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
3
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο:
4
αὐτὸς δέ σφ᾽ ἀγόρευε , θεοὶ δ᾽ ὑπὸ πάντες ἄκουον:
5
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
6
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
7
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
8
πειράτω διακέρσαι ἐμὸν ἔπος , ἀλλ᾽ ἅμα πάντες
9
αἰνεῖτ᾽ , ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
10
ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
11
ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
12
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ:
13
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
14
τῆλε μάλ᾽ , ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
15
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
16
τόσσον ἔνερθ᾽ Ἀΐδεω ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης:
17
γνώσετ᾽ ἔπειθ᾽ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
18
εἰ δ᾽ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες:
19
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
20
πάντές τ᾽ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι:
21
ἀλλ᾽ οὐκ ἂν ἐρύσαιτ᾽ ἐξ οὐρανόθεν πεδίον δὲ
22
Ζῆν᾽ ὕπατον μήστωρ᾽ , οὐδ᾽ εἰ μάλα πολλὰ κάμοιτε.
23
ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
24
αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ:
25
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
26
δησαίμην , τὰ δέ κ᾽ αὖτε μετήορα πάντα γένοιτο.
27
τόσσον ἐγὼ περί τ᾽ εἰμὶ θεῶν περί τ᾽ εἴμ᾽ ἀνθρώπων.
28
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
29
μῦθον ἀγασσάμενοι : μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
30
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
31
ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
32
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν:
33
ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,
34
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
35
ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽ ὡς σὺ κελεύεις:
36
βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ ἥ τις ὀνήσει,
37
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
38
τὴν δ᾽ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς:
39
θάρσει Τριτογένεια φίλον τέκος : οὔ νύ τι θυμῷ
40
πρόφρονι μυθέομαι , ἐθέλω δέ τοι ἤπιος εἶναι.
41
ὣς εἰπὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω
42
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
43
χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ , γέντο δ᾽ ἱμάσθλην
44
χρυσείην εὔτυκτον , ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,
45
μάστιξεν δ᾽ ἐλάαν : τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
46
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
47
Ἴδην δ᾽ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
48
Γάργαρον , ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
49
ἔνθ᾽ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
50
λύσας ἐξ ὀχέων , κατὰ δ᾽ ἠέρα πουλὺν ἔχευεν.
51
αὐτὸς δ᾽ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
52
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
53
οἳ δ᾽ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
54
ῥίμφα κατὰ κλισίας , ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.
55
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
56
παυρότεροι : μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
57
χρειοῖ ἀναγκαίῃ , πρό τε παίδων καὶ πρὸ γυναικῶν.
58
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι , ἐκ δ᾽ ἔσσυτο λαός,
59
πεζοί θ᾽ ἱππῆές τε : πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
60
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
61
σύν ῥ᾽ ἔβαλον ῥινούς , σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν
62
χαλκεοθωρήκων : ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
63
ἔπληντ᾽ ἀλλήλῃσι , πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
64
ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
65
ὀλλύντων τε καὶ ὀλλυμένων , ῥέε δ᾽ αἵματι γαῖα.
66
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
67
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο , πῖπτε δὲ λαός.
68
ἦμος δ᾽ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
69
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα:
70
ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
71
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
72
ἕλκε δὲ μέσσα λαβών : ῥέπε δ᾽ αἴσιμον ἦμαρ Ἀχαιῶν.
73
αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
74
ἑζέσθην , Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν:
75
αὐτὸς δ᾽ ἐξ Ἴδης μεγάλ᾽ ἔκτυπε , δαιόμενον δὲ
76
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν : οἳ δὲ ἰδόντες
77
θάμβησαν , καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
78
ἔνθ᾽ οὔτ᾽ Ἰδομενεὺς τλῆ μίμνειν οὔτ᾽ Ἀγαμέμνων,
79
οὔτε δύ᾽ Αἴαντες μενέτην θεράποντες Ἄρηος:
80
Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
81
οὔ τι ἑκών , ἀλλ᾽ ἵππος ἐτείρετο , τὸν βάλεν ἰῷ
82
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
83
ἄκρην κὰκ κορυφήν , ὅθι τε πρῶται τρίχες ἵππων
84
κρανίῳ ἐμπεφύασι , μάλιστα δὲ καίριόν ἐστιν.
85
ἀλγήσας δ᾽ ἀνέπαλτο , βέλος δ᾽ εἰς ἐγκέφαλον δῦ,
86
σὺν δ᾽ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
87
ὄφρ᾽ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
88
φασγάνῳ ἀΐσσων , τόφρ᾽ Ἕκτορος ὠκέες ἵπποι
89
ἦλθον ἀν᾽ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
90
Ἕκτορα : καί νύ κεν ἔνθ᾽ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
91
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης:
92
σμερδαλέον δ᾽ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα:
93
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
94
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
95
μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ:
96
ἀλλὰ μέν᾽ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.
97
ὣς ἔφατ᾽ , οὐδ᾽ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
98
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
99
Τυδεΐδης δ᾽ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100
στῆ δὲ πρόσθ᾽ ἵππων Νηληϊάδαο γέροντος,
101
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
102
ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
103
σὴ δὲ βίη λέλυται , χαλεπὸν δέ σε γῆρας ὀπάζει,
104
ἠπεδανὸς δέ νύ τοι θεράπων , βραδέες δέ τοι ἵπποι.
105
ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο , ὄφρα ἴδηαι
106
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
107
κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
108
οὕς ποτ᾽ ἀπ᾽ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
109
τούτω μὲν θεράποντε κομείτων , τώδε δὲ νῶϊ
110
Τρωσὶν ἐφ᾽ ἱπποδάμοις ἰθύνομεν , ὄφρα καὶ Ἕκτωρ
111
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.
112
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
113
Νεστορέας μὲν ἔπειθ᾽ ἵππους θεράποντε κομείτην
114
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115
τὼ δ᾽ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην:
116
Νέστωρ δ᾽ ἐν χείρεσσι λάβ᾽ ἡνία σιγαλόεντα,
117
μάστιξεν δ᾽ ἵππους : τάχα δ᾽ Ἕκτορος ἄγχι γένοντο.
118
τοῦ δ᾽ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός:
119
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν , ὃ δ᾽ ἡνίοχον θεράποντα
120
υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
121
ἵππων ἡνί᾽ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
122
ἤριπε δ᾽ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
123
ὠκύποδες : τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
124
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
125
τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
126
κεῖσθαι , ὃ δ᾽ ἡνίοχον μέθεπε θρασύν : οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
127
ἵππω δευέσθην σημάντορος : αἶψα γὰρ εὗρεν
128
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν , ὅν ῥα τόθ᾽ ἵππων
129
ὠκυπόδων ἐπέβησε , δίδου δέ οἱ ἡνία χερσίν.
130
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
131
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
132
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
133
βροντήσας δ᾽ ἄρα δεινὸν ἀφῆκ᾽ ἀργῆτα κεραυνόν,
134
κὰδ δὲ πρόσθ᾽ ἵππων Διομήδεος ἧκε χαμᾶζε:
135
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
136
τὼ δ᾽ ἵππω δείσαντε καταπτήτην ὑπ᾽ ὄχεσφι:
137
Νέστορα δ᾽ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
138
δεῖσε δ᾽ ὅ γ᾽ ἐν θυμῷ , Διομήδεα δὲ προσέειπε:
139
Τυδεΐδη ἄγε δ᾽ αὖτε φόβον δ᾽ ἔχε μώνυχας ἵππους.
140
ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ᾽ ἀλκή;
141
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
142
σήμερον : ὕστερον αὖτε καὶ ἡμῖν , αἴ κ᾽ ἐθέλῃσι,
143
δώσει : ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
144
οὐδὲ μάλ᾽ ἴφθιμος , ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.
145
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης:
146
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες:
147
ἀλλὰ τόδ᾽ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει:
148
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ᾽ ἀγορεύων:
149
Τυδεΐδης ὑπ᾽ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
150
ὥς ποτ᾽ ἀπειλήσει : τότε μοι χάνοι εὐρεῖα χθών.
151
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
152
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος , οἷον ἔειπες.
153
εἴ περ γάρ σ᾽ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
154
ἀλλ᾽ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
155
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
156
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.
157
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
158
αὖτις ἀν᾽ ἰωχμόν : ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
159
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
160
τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ:
161
Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
162
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι:
163
νῦν δέ σ᾽ ἀτιμήσουσι : γυναικὸς ἄρ᾽ ἀντὶ τέτυξο.
164
ἔρρε κακὴ γλήνη , ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
165
πύργων ἡμετέρων ἐπιβήσεαι , οὐδὲ γυναῖκας
166
ἄξεις ἐν νήεσσι : πάρος τοι δαίμονα δώσω.
167
ὣς φάτο , Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
168
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
169
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
170
τρὶς δ᾽ ἄρ᾽ ἀπ᾽ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
171
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
172
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας:
173
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
174
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς.
175
γιγνώσκω δ᾽ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
176
νίκην καὶ μέγα κῦδος , ἀτὰρ Δαναοῖσί γε πῆμα:
177
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
178
ἀβλήχρ᾽ οὐδενόσωρα : τὰ δ᾽ οὐ μένος ἁμὸν ἐρύξει:
179
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
180
ἀλλ᾽ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
181
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
182
ὡς πυρὶ νῆας ἐνιπρήσω , κτείνω δὲ καὶ αὐτοὺς
183
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.
184
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:
185
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
186
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον , ἣν μάλα πολλὴν
187
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
188
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
189
οἶνόν τ᾽ ἐγκεράσασα πιεῖν , ὅτε θυμὸς ἀνώγοι,
190
ἢ ἐμοί , ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
191
ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
192
ἀσπίδα Νεστορέην , τῆς νῦν κλέος οὐρανὸν ἵκει
193
πᾶσαν χρυσείην ἔμεναι , κανόνας τε καὶ αὐτήν,
194
αὐτὰρ ἀπ᾽ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
195
δαιδάλεον θώρηκα , τὸν Ἥφαιστος κάμε τεύχων.
196
εἰ τούτω κε λάβοιμεν , ἐελποίμην κεν Ἀχαιοὺς
197
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.
198
ὣς ἔφατ᾽ εὐχόμενος , νεμέσησε δὲ πότνια Ἥρη,
199
σείσατο δ᾽ εἰνὶ θρόνῳ , ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
200
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα:
201
ὢ πόποι ἐννοσίγαι᾽ εὐρυσθενές , οὐδέ νυ σοί περ
202
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
203
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ᾽ ἀνάγουσι
204
πολλά τε καὶ χαρίεντα : σὺ δέ σφισι βούλεο νίκην.
205
εἴ περ γάρ κ᾽ ἐθέλοιμεν , ὅσοι Δαναοῖσιν ἀρωγοί,
206
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
207
αὐτοῦ κ᾽ ἔνθ᾽ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.
208
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων:
209
Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
210
οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
211
ἡμέας τοὺς ἄλλους , ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.
212
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
213
τῶν δ᾽ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
214
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
215
εἰλομένων : εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
216
Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
217
καί νύ κ᾽ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
218
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ᾽ Ἀγαμέμνονι πότνια Ἥρη
219
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220
βῆ δ᾽ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
221
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
222
στῆ δ᾽ ἐπ᾽ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
223
ἥ ῥ᾽ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
224
ἠμὲν ἐπ᾽ Αἴαντος κλισίας Τελαμωνιάδαο
225
ἠδ᾽ ἐπ᾽ Ἀχιλλῆος , τοί ῥ᾽ ἔσχατα νῆας ἐΐσας
226
εἴρυσαν , ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν:
227
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:
228
αἰδὼς Ἀργεῖοι , κάκ᾽ ἐλέγχεα , εἶδος ἀγητοί:
229
πῇ ἔβαν εὐχωλαί , ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
230
ἃς ὁπότ᾽ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
231
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
232
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
233
Τρώων ἄνθ᾽ ἑκατόν τε διηκοσίων τε ἕκαστος
234
στήσεσθ᾽ ἐν πολέμῳ : νῦν δ᾽ οὐδ᾽ ἑνὸς ἄξιοί εἰμεν
235
Ἕκτορος , ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
236
Ζεῦ πάτερ , ἦ ῥά τιν᾽ ἤδη ὑπερμενέων βασιλήων
237
τῇδ᾽ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
238
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
239
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
240
ἀλλ᾽ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί᾽ ἔκηα
241
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
242
ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:
243
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
244
μηδ᾽ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
245
ὣς φάτο , τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
246
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ᾽ ἀπολέσθαι.
247
αὐτίκα δ᾽ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
248
νεβρὸν ἔχοντ᾽ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης:
249
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250
ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
251
οἳ δ᾽ ὡς οὖν εἴδονθ᾽ ὅ τ᾽ ἄρ᾽ ἐκ Διὸς ἤλυθεν ὄρνις,
252
μᾶλλον ἐπὶ Τρώεσσι θόρον , μνήσαντο δὲ χάρμης.
253
ἔνθ᾽ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
254
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255
τάφρου τ᾽ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
256
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
257
Φραδμονίδην Ἀγέλαον : ὃ μὲν φύγαδ᾽ ἔτραπεν ἵππους:
258
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
259
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν:
260
ἤριπε δ᾽ ἐξ ὀχέων , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
261
τὸν δὲ μετ᾽ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
262
τοῖσι δ᾽ ἐπ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
263
τοῖσι δ᾽ ἐπ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
264
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265
τοῖσι δ᾽ ἐπ᾽ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός:
266
Τεῦκρος δ᾽ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
267
στῆ δ᾽ ἄρ᾽ ὑπ᾽ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
268
ἔνθ᾽ Αἴας μὲν ὑπεξέφερεν σάκος : αὐτὰρ ὅ γ᾽ ἥρως
269
παπτήνας , ἐπεὶ ἄρ τιν᾽ ὀϊστεύσας ἐν ὁμίλῳ
270
βεβλήκοι , ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
271
αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
272
εἰς Αἴανθ᾽ : ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
273
ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
274
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ᾽ Ὀφελέστην
275
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
276
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
277
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
278
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
279
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας:
280
στῆ δὲ παρ᾽ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε:
281
Τεῦκρε φίλη κεφαλή , Τελαμώνιε κοίρανε λαῶν
282
βάλλ᾽ οὕτως , αἴ κέν τι φόως Δαναοῖσι γένηαι
283
πατρί τε σῷ Τελαμῶνι , ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,
284
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ:
285
τὸν καὶ τηλόθ᾽ ἐόντα ἐϋκλείης ἐπίβησον.
286
σοὶ δ᾽ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται:
287
αἴ κέν μοι δώῃ Ζεύς τ᾽ αἰγίοχος καὶ Ἀθήνη
288
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
289
πρώτῳ τοι μετ᾽ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290
ἢ τρίποδ᾽ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
291
ἠὲ γυναῖχ᾽ , ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.
292
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων:
293
Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
294
ὀτρύνεις ; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295
παύομαι , ἀλλ᾽ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ᾽ αὐτοὺς
296
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
297
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
298
πάντες δ᾽ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν:
299
τοῦτον δ᾽ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.
300
ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
301
Ἕκτορος ἀντικρύ , βαλέειν δέ ἑ ἵετο θυμός:
302
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρθ᾽ , ὃ δ᾽ ἀμύμονα Γοργυθίωνα
303
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
304
τόν ῥ᾽ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305
καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
306
μήκων δ᾽ ὡς ἑτέρωσε κάρη βάλεν , ἥ τ᾽ ἐνὶ κήπῳ
307
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
308
ὣς ἑτέρωσ᾽ ἤμυσε κάρη πήληκι βαρυνθέν.
309
Τεῦκρος δ᾽ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310
Ἕκτορος ἀντικρύ , βαλέειν δέ ἑ ἵετο θυμός.
311
ἀλλ᾽ ὅ γε καὶ τόθ᾽ ἅμαρτε : παρέσφηλεν γὰρ Ἀπόλλων:
312
ἀλλ᾽ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
313
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν:
314
ἤριπε δ᾽ ἐξ ὀχέων , ὑπερώησαν δέ οἱ ἵπποι
315
ὠκύποδες : τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
316
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
317
τὸν μὲν ἔπειτ᾽ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
318
Κεβριόνην δ᾽ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
319
ἵππων ἡνί᾽ ἑλεῖν : ὃ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
320
αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
321
σμερδαλέα ἰάχων : ὃ δὲ χερμάδιον λάβε χειρί,
322
βῆ δ᾽ ἰθὺς Τεύκρου , βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
323
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
324
θῆκε δ᾽ ἐπὶ νευρῇ : τὸν δ᾽ αὖ κορυθαίολος Ἕκτωρ
325
αὐερύοντα παρ᾽ ὦμον , ὅθι κληῒς ἀποέργει
326
αὐχένα τε στῆθός τε , μάλιστα δὲ καίριόν ἐστι,
327
τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
328
ῥῆξε δέ οἱ νευρήν : νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
329
στῆ δὲ γνὺξ ἐριπών , τόξον δέ οἱ ἔκπεσε χειρός.
330
Αἴας δ᾽ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
331
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
332
τὸν μὲν ἔπειθ᾽ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
333
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
334
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335
ἂψ δ᾽ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν:
336
οἳ δ᾽ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς:
337
Ἕκτωρ δ᾽ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
338
ὡς δ᾽ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
339
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
340
ἰσχία τε γλουτούς τε , ἑλισσόμενόν τε δοκεύει,
341
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
342
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον : οἳ δὲ φέβοντο.
343
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
344
φεύγοντες , πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
346
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
347
χεῖρας ἀνίσχοντες μεγάλ᾽ εὐχετόωντο ἕκαστος:
348
Ἕκτωρ δ᾽ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
349
Γοργοῦς ὄμματ᾽ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350
τοὺς δὲ ἰδοῦσ᾽ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
351
αἶψα δ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:
352
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
353
ὀλλυμένων Δαναῶν κεκαδησόμεθ᾽ ὑστάτιόν περ;
354
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
355
ἀνδρὸς ἑνὸς ῥιπῇ , ὃ δὲ μαίνεται οὐκέτ᾽ ἀνεκτῶς
356
Ἕκτωρ Πριαμίδης , καὶ δὴ κακὰ πολλὰ ἔοργε.
357
τὴν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
358
καὶ λίην οὗτός γε μένος θυμόν τ᾽ ὀλέσειε
359
χερσὶν ὑπ᾽ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ:
360
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
361
σχέτλιος , αἰὲν ἀλιτρός , ἐμῶν μενέων ἀπερωεύς:
362
οὐδέ τι τῶν μέμνηται , ὅ οἱ μάλα πολλάκις υἱὸν
363
τειρόμενον σώεσκον ὑπ᾽ Εὐρυσθῆος ἀέθλων.
364
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν , αὐτὰρ ἐμὲ Ζεὺς
365
τῷ ἐπαλεξήσουσαν ἀπ᾽ οὐρανόθεν προΐαλλεν.
366
εἰ γὰρ ἐγὼ τάδε ᾔδε᾽ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
367
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
368
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
369
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
370
νῦν δ᾽ ἐμὲ μὲν στυγέει , Θέτιδος δ᾽ ἐξήνυσε βουλάς,
371
ἥ οἱ γούνατ᾽ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
372
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
373
ἔσται μὰν ὅτ᾽ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
374
ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
375
ὄφρ᾽ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
376
τεύχεσιν ἐς πόλεμον θωρήξομαι , ὄφρα ἴδωμαι
377
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
378
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
379
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ᾽ οἰωνοὺς
380
δημῷ καὶ σάρκεσσι , πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
381
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
382
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
383
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:
384
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει
386
ποικίλον , ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
387
ἣ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο
388
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
389
ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο , λάζετο δ᾽ ἔγχος
390
βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν
391
ἡρώων , τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
392
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους:
393
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
394
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
395
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι.
396
τῇ ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
397
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ᾽ ἄρ᾽ αἰνῶς,
398
Ἶριν δ᾽ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν:
399
βάσκ᾽ ἴθι Ἶρι ταχεῖα , πάλιν τρέπε μηδ᾽ ἔα ἄντην
400
ἔρχεσθ᾽ : οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
401
ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
402
γυιώσω μέν σφωϊν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
403
αὐτὰς δ᾽ ἐκ δίφρου βαλέω κατά θ᾽ ἅρματα ἄξω:
404
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
405
ἕλκε᾽ ἀπαλθήσεσθον , ἅ κεν μάρπτῃσι κεραυνός:
406
ὄφρα ἰδῇ γλαυκῶπις ὅτ᾽ ἂν ᾧ πατρὶ μάχηται.
407
Ἥρῃ δ᾽ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι:
408
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.
409
ὣς ἔφατ᾽ , ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
410
βῆ δ᾽ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
411
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
412
ἀντομένη κατέρυκε , Διὸς δέ σφ᾽ ἔννεπε μῦθον:
413
πῇ μέματον ; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
414
οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
415
ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς , ᾗ τελέει περ,
416
γυιώσειν μὲν σφῶϊν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
417
αὐτὰς δ᾽ ἐκ δίφρου βαλέειν κατά θ᾽ ἅρματα ἄξειν:
418
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
419
ἕλκε᾽ ἀπαλθήσεσθον , ἅ κεν μάρπτῃσι κεραυνός:
420
ὄφρα ἰδῇς γλαυκῶπι ὅτ᾽ ἂν σῷ πατρὶ μάχηαι.
421
Ἥρῃ δ᾽ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται:
422
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ:
423
ἀλλὰ σύ γ᾽ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
424
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.
425
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
426
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν:
427
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος , οὐκέτ᾽ ἔγωγε
428
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν:
429
τῶν ἄλλος μὲν ἀποφθίσθω , ἄλλος δὲ βιώτω,
430
ὅς κε τύχῃ : κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
431
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω , ὡς ἐπιεικές.
432
ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους:
433
τῇσιν δ᾽ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
434
καὶ τοὺς μὲν κατέδησαν ἐπ᾽ ἀμβροσίῃσι κάπῃσιν,
435
ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα:
436
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
437
μίγδ᾽ ἄλλοισι θεοῖσι , φίλον τετιημέναι ἦτορ.
438
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
439
Οὔλυμπον δὲ δίωκε , θεῶν δ᾽ ἐξίκετο θώκους.
440
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
441
ἅρματα δ᾽ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας:
442
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
443
ἕζετο , τῷ δ᾽ ὑπὸ ποσσὶ μέγας πελεμίζετ᾽ Ὄλυμπος.
444
αἳ δ᾽ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
445
ἥσθην , οὐδέ τί μιν προσεφώνεον οὐδ᾽ ἐρέοντο:
446
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:
447
τίφθ᾽ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
448
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
449
ὀλλῦσαι Τρῶας , τοῖσιν κότον αἰνὸν ἔθεσθε.
450
πάντως , οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
451
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ.
452
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
453
πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
454
ὧδε γὰρ ἐξερέω , τὸ δέ κεν τετελεσμένον ἦεν:
455
οὐκ ἂν ἐφ᾽ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
456
ἂψ ἐς Ὄλυμπον ἵκεσθον , ἵν᾽ ἀθανάτων ἕδος ἐστίν.
457
ὣς ἔφαθ᾽ , αἳ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη:
458
πλησίαι αἵ γ᾽ ἥσθην , κακὰ δὲ Τρώεσσι μεδέσθην.
459
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
460
σκυζομένη Διὶ πατρί , χόλος δέ μιν ἄγριος ᾕρει:
461
Ἥρῃ δ᾽ οὐκ ἔχαδε στῆθος χόλον , ἀλλὰ προσηύδα:
462
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
463
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν:
464
ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,
465
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
466
ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽ , εἰ σὺ κελεύεις:
467
βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽ ἥ τις ὀνήσει,
468
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.
469
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
470
ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
471
ὄψεαι , αἴ κ᾽ ἐθέλῃσθα , βοῶπις πότνια Ἥρη
472
ὀλλύντ᾽ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων:
473
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
474
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
475
ἤματι τῷ ὅτ᾽ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
476
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος:
477
ὣς γὰρ θέσφατόν ἐστι : σέθεν δ᾽ ἐγὼ οὐκ ἀλεγίζω
478
χωομένης , οὐδ᾽ εἴ κε τὰ νείατα πείραθ᾽ ἵκηαι
479
γαίης καὶ πόντοιο , ἵν᾽ Ἰάπετός τε Κρόνος τε
480
ἥμενοι οὔτ᾽ αὐγῇς Ὑπερίονος Ἠελίοιο
481
τέρποντ᾽ οὔτ᾽ ἀνέμοισι , βαθὺς δέ τε Τάρταρος ἀμφίς:
482
οὐδ᾽ ἢν ἔνθ᾽ ἀφίκηαι ἀλωμένη , οὔ σευ ἔγωγε
483
σκυζομένης ἀλέγω , ἐπεὶ οὐ σέο κύντερον ἄλλο.
484
ὣς φάτο , τὸν δ᾽ οὔ τι προσέφη λευκώλενος Ἥρη.
485
ἐν δ᾽ ἔπεσ᾽ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
486
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
487
Τρωσὶν μέν ῥ᾽ ἀέκουσιν ἔδυ φάος , αὐτὰρ Ἀχαιοῖς
488
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
489
Τρώων αὖτ᾽ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
490
νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
491
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
492
ἐξ ἵππων δ᾽ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
493
τόν ῥ᾽ Ἕκτωρ ἀγόρευε Διῒ φίλος : ἐν δ᾽ ἄρα χειρὶ
494
ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ : πάροιθε δὲ λάμπετο δουρὸς
495
αἰχμὴ χαλκείη , περὶ δὲ χρύσεος θέε πόρκης,
496
τῷ ὅ γ᾽ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα:
497
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ᾽ ἐπίκουροι:
498
νῦν ἐφάμην νῆάς τ᾽ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
499
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν:
500
ἀλλὰ πρὶν κνέφας ἦλθε , τὸ νῦν ἐσάωσε μάλιστα
501
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
502
ἀλλ᾽ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
503
δόρπά τ᾽ ἐφοπλισόμεσθα : ἀτὰρ καλλίτριχας ἵππους
504
λύσαθ᾽ ὑπὲξ ὀχέων , παρὰ δέ σφισι βάλλετ᾽ ἐδωδήν:
505
ἐκ πόλιος δ᾽ ἄξεσθε βόας καὶ ἴφια μῆλα
506
καρπαλίμως , οἶνον δὲ μελίφρονα οἰνίζεσθε
507
σῖτόν τ᾽ ἐκ μεγάρων , ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
508
ὥς κεν παννύχιοι μέσφ᾽ ἠοῦς ἠριγενείης
509
καίωμεν πυρὰ πολλά , σέλας δ᾽ εἰς οὐρανὸν ἵκῃ,
510
μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
511
φεύγειν ὁρμήσωνται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
512
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
513
ἀλλ᾽ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
514
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
515
νηὸς ἐπιθρῴσκων , ἵνα τις στυγέῃσι καὶ ἄλλος
516
Τρωσὶν ἐφ᾽ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
517
κήρυκες δ᾽ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
518
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
519
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων:
520
θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
521
πῦρ μέγα καιόντων : φυλακὴ δέ τις ἔμπεδος ἔστω
522
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
523
ὧδ᾽ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω:
524
μῦθος δ᾽ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
525
τὸν δ᾽ ἠοῦς Τρώεσσι μεθ᾽ ἱπποδάμοις ἀγορεύσω.
526
ἔλπομαι εὐχόμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν
527
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
528
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
529
ἀλλ᾽ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
530
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
531
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
532
εἴσομαι εἴ κέ μ᾽ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
533
πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται , ἤ κεν ἐγὼ τὸν
534
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
535
αὔριον ἣν ἀρετὴν διαείσεται , εἴ κ᾽ ἐμὸν ἔγχος
536
μείνῃ ἐπερχόμενον : ἀλλ᾽ ἐν πρώτοισιν ὀΐω
537
κείσεται οὐτηθείς , πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
538
ἠελίου ἀνιόντος ἐς αὔριον : εἰ γὰρ ἐγὼν ὣς
539
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
540
τιοίμην δ᾽ ὡς τίετ᾽ Ἀθηναίη καὶ Ἀπόλλων,
541
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.
542
ὣς Ἕκτωρ ἀγόρευ᾽ , ἐπὶ δὲ Τρῶες κελάδησαν.
543
οἳ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
544
δῆσαν δ᾽ ἱμάντεσσι παρ᾽ ἅρμασιν οἷσιν ἕκαστος:
545
ἐκ πόλιος δ᾽ ἄξοντο βόας καὶ ἴφια μῆλα
546
καρπαλίμως , οἶνον δὲ μελίφρονα οἰνίζοντο,
547
σῖτόν τ᾽ ἐκ μεγάρων , ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
549
κνίσην δ᾽ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
553
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
554
εἴατο παννύχιοι , πυρὰ δέ σφισι καίετο πολλά.
555
ὡς δ᾽ ὅτ᾽ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
556
φαίνετ᾽ ἀριπρεπέα , ὅτε τ᾽ ἔπλετο νήνεμος αἰθήρ:
557
ἔκ τ᾽ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
558
καὶ νάπαι : οὐρανόθεν δ᾽ ἄρ᾽ ὑπερράγη ἄσπετος αἰθήρ,
559
πάντα δὲ εἴδεται ἄστρα , γέγηθε δέ τε φρένα ποιμήν:
560
τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
561
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
562
χίλι᾽ ἄρ᾽ ἐν πεδίῳ πυρὰ καίετο , πὰρ δὲ ἑκάστῳ
563
εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
564
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565
ἑσταότες παρ᾽ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.