Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς οἳ μὲν παρὰ νηυσὶ κορωνίσι θωρήσσοντο
2
ἀμφὶ σὲ Πηλέος υἱὲ μάχης ἀκόρητον Ἀχαιοί,
3
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο:
4
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι
5
κρατὸς ἀπ᾽ Οὐλύμποιο πολυπτύχου : ἣ δ᾽ ἄρα πάντῃ
6
φοιτήσασα κέλευσε Διὸς πρὸς δῶμα νέεσθαι.
7
οὔτέ τις οὖν ποταμῶν ἀπέην νόσφ᾽ Ὠκεανοῖο,
8
οὔτ᾽ ἄρα νυμφάων αἵ τ᾽ ἄλσεα καλὰ νέμονται
9
καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
10
ἐλθόντες δ᾽ ἐς δῶμα Διὸς νεφεληγερέταο
11
ξεστῇς αἰθούσῃσιν ἐνίζανον , ἃς Διὶ πατρὶ
12
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσιν.
13
ὣς οἳ μὲν Διὸς ἔνδον ἀγηγέρατ᾽ : οὐδ᾽ ἐνοσίχθων
14
νηκούστησε θεᾶς , ἀλλ᾽ ἐξ ἁλὸς ἦλθε μετ᾽ αὐτούς,
15
ἷζε δ᾽ ἄρ᾽ ἐν μέσσοισι , Διὸς δ᾽ ἐξείρετο βουλήν:
16
τίπτ᾽ αὖτ᾽ ἀργικέραυνε θεοὺς ἀγορὴν δὲ κάλεσσας;
17
ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;
18
τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.
19
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
20
ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν
21
ὧν ἕνεκα ξυνάγειρα : μέλουσί μοι ὀλλύμενοί περ.
22
ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο
23
ἥμενος , ἔνθ᾽ ὁρόων φρένα τέρψομαι : οἳ δὲ δὴ ἄλλοι
24
ἔρχεσθ᾽ ὄφρ᾽ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,
25
ἀμφοτέροισι δ᾽ ἀρήγεθ᾽ ὅπῃ νόος ἐστὶν ἑκάστου.
26
εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται
27
οὐδὲ μίνυνθ᾽ ἕξουσι ποδώκεα Πηλεΐωνα.
28
καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες:
29
νῦν δ᾽ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς
30
δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.
31
ὣς ἔφατο Κρονίδης , πόλεμον δ᾽ ἀλίαστον ἔγειρε.
32
βὰν δ᾽ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες:
33
Ἥρη μὲν μετ᾽ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη
34
ἠδὲ Ποσειδάων γαιήοχος ἠδ᾽ ἐριούνης
35
Ἑρμείας , ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται:
36
Ἥφαιστος δ᾽ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων
37
χωλεύων , ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
38
ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος , αὐτὰρ ἅμ᾽ αὐτῷ
39
Φοῖβος ἀκερσεκόμης ἠδ᾽ Ἄρτεμις ἰοχέαιρα
40
Λητώ τε Ξάνθός τε φιλομειδής τ᾽ Ἀφροδίτη.
41
εἷος μέν ῥ᾽ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,
42
τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον , οὕνεκ᾽ Ἀχιλλεὺς
43
ἐξεφάνη , δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς:
44
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον
45
δειδιότας , ὅθ᾽ ὁρῶντο ποδώκεα Πηλεΐωνα
46
τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.
47
αὐτὰρ ἐπεὶ μεθ᾽ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,
48
ὦρτο δ᾽ Ἔρις κρατερὴ λαοσσόος , αὖε δ᾽ Ἀθήνη
49
στᾶσ᾽ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,
50
ἄλλοτ᾽ ἐπ᾽ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.
51
αὖε δ᾽ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος
52
ὀξὺ κατ᾽ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,
53
ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.
54
ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες
55
σύμβαλον , ἐν δ᾽ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν:
56
δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε
57
ὑψόθεν : αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε
58
γαῖαν ἀπειρεσίην ὀρέων τ᾽ αἰπεινὰ κάρηνα.
59
πάντες δ᾽ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης
60
καὶ κορυφαί , Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.
61
ἔδεισεν δ᾽ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,
62
δείσας δ᾽ ἐκ θρόνου ἆλτο καὶ ἴαχε , μή οἱ ὕπερθε
63
γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,
64
οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη
65
σμερδαλέ᾽ εὐρώεντα , τά τε στυγέουσι θεοί περ:
66
τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.
67
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος
68
ἵστατ᾽ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,
69
ἄντα δ᾽ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη:
70
Ἥρῃ δ᾽ ἀντέστη χρυσηλάκατος κελαδεινὴ
71
Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο:
72
Λητοῖ δ᾽ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,
73
ἄντα δ᾽ ἄρ᾽ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,
74
ὃν Ξάνθον καλέουσι θεοί , ἄνδρες δὲ Σκάμανδρον.
75
ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν : αὐτὰρ Ἀχιλλεὺς
76
Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον
77
Πριαμίδεω : τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει
78
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
79
Αἰνείαν δ᾽ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων
80
ἀντία Πηλεΐωνος , ἐνῆκε δέ οἱ μένος ἠΰ:
81
υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν:
82
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων:
83
Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ
84
ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων
85
Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;
86
τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμειβόμενος προσέειπε:
87
Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις
88
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;
89
οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντ᾽ Ἀχιλῆος
90
στήσομαι , ἀλλ᾽ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν
91
ἐξ Ἴδης , ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,
92
πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον : αὐτὰρ ἐμὲ Ζεὺς
93
εἰρύσαθ᾽ , ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.
94
ἦ κ᾽ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,
95
ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδ᾽ ἐκέλευεν
96
ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.
97
τὼ οὐκ ἔστ᾽ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι:
98
αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.
99
καὶ δ᾽ ἄλλως τοῦ γ᾽ ἰθὺ βέλος πέτετ᾽ , οὐδ᾽ ἀπολήγει
100
πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν . εἰ δὲ θεός περ
101
ἶσον τείνειεν πολέμου τέλος , οὔ κε μάλα ῥέα
102
νικήσει᾽ , οὐδ᾽ εἰ παγχάλκεος εὔχεται εἶναι.
103
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
104
ἥρως ἀλλ᾽ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν
105
εὔχεο : καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης
106
ἐκγεγάμεν , κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν:
107
ἣ μὲν γὰρ Διός ἐσθ᾽ , ἣ δ᾽ ἐξ ἁλίοιο γέροντος.
108
ἀλλ᾽ ἰθὺς φέρε χαλκὸν ἀτειρέα , μηδέ σε πάμπαν
109
λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.
110
ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,
111
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
112
οὐδ᾽ ἔλαθ᾽ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην
113
ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν:
114
ἣ δ᾽ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε:
115
φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη
116
ἐν φρεσὶν ὑμετέρῃσιν , ὅπως ἔσται τάδε ἔργα.
117
Αἰνείας ὅδ᾽ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ
118
ἀντία Πηλεΐωνος , ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.
119
ἀλλ᾽ ἄγεθ᾽ , ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω
120
αὐτόθεν , ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
121
παρσταίη , δοίη δὲ κράτος μέγα , μηδέ τι θυμῷ
122
δευέσθω , ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι
123
ἀθανάτων , οἳ δ᾽ αὖτ᾽ ἀνεμώλιοι οἳ τὸ πάρος περ
124
Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.
125
πάντες δ᾽ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες
126
τῆσδε μάχης , ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι
127
σήμερον : ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα
128
γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.
129
εἰ δ᾽ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς
130
δείσετ᾽ ἔπειθ᾽ , ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ
131
ἐν πολέμῳ : χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.
132
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων:
133
Ἥρη μὴ χαλέπαινε παρ᾽ ἐκ νόον : οὐδέ τί σε χρή.
134
οὐκ ἂν ἔγωγ᾽ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι
135
ἡμέας τοὺς ἄλλους , ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν:
136
ἀλλ᾽ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες
137
ἐκ πάτου ἐς σκοπιήν , πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.
138
εἰ δέ κ᾽ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,
139
ἢ Ἀχιλῆ᾽ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,
140
αὐτίκ᾽ ἔπειτα καὶ ἄμμι παρ᾽ αὐτόθι νεῖκος ὀρεῖται
141
φυλόπιδος : μάλα δ᾽ ὦκα διακρινθέντας ὀΐω
142
ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων
143
ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.
144
ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης
145
τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο
146
ὑψηλόν , τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη
147
ποίεον , ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,
148
ὁππότε μιν σεύαιτο ἀπ᾽ ἠϊόνος πεδίον δέ.
149
ἔνθα Ποσειδάων κατ᾽ ἄρ᾽ ἕζετο καὶ θεοὶ ἄλλοι,
150
ἀμφὶ δ᾽ ἄρ᾽ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο:
151
οἳ δ᾽ ἑτέρωσε καθῖζον ἐπ᾽ ὀφρύσι Καλλικολώνης
152
ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.
153
ὣς οἳ μέν ῥ᾽ ἑκάτερθε καθήατο μητιόωντες
154
βουλάς : ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο
155
ὄκνεον ἀμφότεροι , Ζεὺς δ᾽ ἥμενος ὕψι κέλευε.
156
τῶν δ᾽ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ
157
ἀνδρῶν ἠδ᾽ ἵππων : κάρκαιρε δὲ γαῖα πόδεσσιν
158
ὀρνυμένων ἄμυδις . δύο δ᾽ ἀνέρες ἔξοχ᾽ ἄριστοι
159
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι
160
Αἰνείας τ᾽ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.
161
Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει
162
νευστάζων κόρυθι βριαρῇ : ἀτὰρ ἀσπίδα θοῦριν
163
πρόσθεν ἔχε στέρνοιο , τίνασσε δὲ χάλκεον ἔγχος.
164
Πηλεΐδης δ᾽ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς
165
σίντης , ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν
166
ἀγρόμενοι πᾶς δῆμος : ὃ δὲ πρῶτον μὲν ἀτίζων
167
ἔρχεται , ἀλλ᾽ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν
168
δουρὶ βάλῃ ἐάλη τε χανών , περί τ᾽ ἀφρὸς ὀδόντας
169
γίγνεται , ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,
170
οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν
171
μαστίεται , ἑὲ δ᾽ αὐτὸν ἐποτρύνει μαχέσασθαι,
172
γλαυκιόων δ᾽ ἰθὺς φέρεται μένει , ἤν τινα πέφνῃ
173
ἀνδρῶν , ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ:
174
ὣς Ἀχιλῆ᾽ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ
175
ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.
176
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
177
τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
178
Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν
179
ἔστης ; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει
180
ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι
181
τιμῆς τῆς Πριάμου ; ἀτὰρ εἴ κεν ἔμ᾽ ἐξεναρίξῃς,
182
οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει:
183
εἰσὶν γάρ οἱ παῖδες , ὃ δ᾽ ἔμπεδος οὐδ᾽ ἀεσίφρων.
184
ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων
185
καλὸν φυταλιῆς καὶ ἀρούρης , ὄφρα νέμηαι
186
αἴ κεν ἐμὲ κτείνῃς ; χαλεπῶς δέ σ᾽ ἔολπα τὸ ῥέξειν.
187
ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.
188
ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα
189
σεῦα κατ᾽ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι
190
καρπαλίμως ; τότε δ᾽ οὔ τι μετατροπαλίζεο φεύγων.
191
ἔνθεν δ᾽ ἐς Λυρνησσὸν ὑπέκφυγες : αὐτὰρ ἐγὼ τὴν
192
πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,
193
ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
194
ἦγον : ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.
195
ἀλλ᾽ οὐ νῦν ἐρύεσθαι ὀΐομαι , ὡς ἐνὶ θυμῷ
196
βάλλεαι : ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύω
197
ἐς πληθὺν ἰέναι , μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο,
198
πρίν τι κακὸν παθέειν : ῥεχθὲν δέ τε νήπιος ἔγνω.
199
τὸν δ᾽ αὖτ᾽ Αἰνείας ἀπαμείβετο φώνησέν τε:
200
Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
201
ἔλπεο δειδίξεσθαι , ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
202
ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.
203
ἴδμεν δ᾽ ἀλλήλων γενεήν , ἴδμεν δὲ τοκῆας
204
πρόκλυτ᾽ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων:
205
ὄψει δ᾽ οὔτ᾽ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτ᾽ ἄρ᾽ ἐγὼ σούς.
206
φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,
207
μητρὸς δ᾽ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης:
208
αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο
209
εὔχομαι ἐκγεγάμεν , μήτηρ δέ μοί ἐστ᾽ Ἀφροδίτη:
210
τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται
211
σήμερον : οὐ γάρ φημ᾽ ἐπέεσσί γε νηπυτίοισιν
212
ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.
213
εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι , ὄφρ᾽ ἐῢ εἰδῇς
214
ἡμετέρην γενεήν , πολλοὶ δέ μιν ἄνδρες ἴσασι:
215
Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,
216
κτίσσε δὲ Δαρδανίην , ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ
217
ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,
218
ἀλλ᾽ ἔθ᾽ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.
219
Δάρδανος αὖ τέκεθ᾽ υἱὸν Ἐριχθόνιον βασιλῆα,
220
ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων:
221
τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο
222
θήλειαι , πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.
223
τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,
224
ἵππῳ δ᾽ εἰσάμενος παρελέξατο κυανοχαίτῃ:
225
αἳ δ᾽ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.
226
αἳ δ᾽ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,
227
ἄκρον ἐπ᾽ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων:
228
ἀλλ᾽ ὅτε δὴ σκιρτῷεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
229
ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.
230
Τρῶα δ᾽ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα:
231
Τρωὸς δ᾽ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο
232
Ἶλός τ᾽ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,
233
ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων:
234
τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν
235
κάλλεος εἵνεκα οἷο ἵν᾽ ἀθανάτοισι μετείη.
236
Ἶλος δ᾽ αὖ τέκεθ᾽ υἱὸν ἀμύμονα Λαομέδοντα:
237
Λαομέδων δ᾽ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε
238
Λάμπόν τε Κλυτίον θ᾽ Ἱκετάονά τ᾽ ὄζον Ἄρηος:
239
Ἀσσάρακος δὲ Κάπυν , ὃ δ᾽ ἄρ᾽ Ἀγχίσην τέκε παῖδα:
240
αὐτὰρ ἔμ᾽ Ἀγχίσης , Πρίαμος δ᾽ ἔτεχ᾽ Ἕκτορα δῖον.
241
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
242
Ζεὺς δ᾽ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε
243
ὅππως κεν ἐθέλῃσιν : ὃ γὰρ κάρτιστος ἁπάντων.
244
ἀλλ᾽ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς
245
ἑσταότ᾽ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.
246
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι
247
πολλὰ μάλ᾽ , οὐδ᾽ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.
248
στρεπτὴ δὲ γλῶσσ᾽ ἐστὶ βροτῶν , πολέες δ᾽ ἔνι μῦθοι
249
παντοῖοι , ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.
250
ὁπποῖόν κ᾽ εἴπῃσθα ἔπος , τοῖόν κ᾽ ἐπακούσαις.
251
ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη
252
νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,
253
αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο
254
νεικεῦσ᾽ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι
255
πόλλ᾽ ἐτεά τε καὶ οὐκί : χόλος δέ τε καὶ τὰ κελεύει.
256
ἀλκῆς δ᾽ οὔ μ᾽ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα
257
πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον : ἀλλ᾽ ἄγε θᾶσσον
258
γευσόμεθ᾽ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.
259
ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος
260
σμερδαλέῳ : μέγα δ᾽ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.
261
Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ
262
ἔσχετο ταρβήσας : φάτο γὰρ δολιχόσκιον ἔγχος
263
ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο
264
νήπιος , οὐδ᾽ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν
265
ὡς οὐ ῥηΐδι᾽ ἐστὶ θεῶν ἐρικυδέα δῶρα
266
ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδ᾽ ὑποείκειν.
267
οὐδὲ τότ᾽ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος
268
ῥῆξε σάκος : χρυσὸς γὰρ ἐρύκακε , δῶρα θεοῖο:
269
ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας , αἳ δ᾽ ἄρ᾽ ἔτι τρεῖς
270
ἦσαν , ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,
271
τὰς δύο χαλκείας , δύο δ᾽ ἔνδοθι κασσιτέροιο,
272
τὴν δὲ μίαν χρυσῆν , τῇ ῥ᾽ ἔσχετο μείλινον ἔγχος.
273
δεύτερος αὖτ᾽ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,
274
καὶ βάλεν Αἰνείαο κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην
275
ἄντυγ᾽ ὕπο πρώτην , ᾗ λεπτότατος θέε χαλκός,
276
λεπτοτάτη δ᾽ ἐπέην ῥινὸς βοός : ἣ δὲ διὰ πρὸ
277
Πηλιὰς ἤϊξεν μελίη , λάκε δ᾽ ἀσπὶς ὑπ᾽ αὐτῆς.
278
Αἰνείας δ᾽ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ᾽ ἀνέσχε
279
δείσας : ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ
280
ἔστη ἱεμένη , διὰ δ᾽ ἀμφοτέρους ἕλε κύκλους
281
ἀσπίδος ἀμφιβρότης : ὃ δ᾽ ἀλευάμενος δόρυ μακρὸν
282
ἔστη , κὰδ δ᾽ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,
283
ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος . αὐτὰρ Ἀχιλλεὺς
284
ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ
285
σμερδαλέα ἰάχων : ὃ δὲ χερμάδιον λάβε χειρὶ
286
Αἰνείας , μέγα ἔργον , ὃ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,
287
οἷοι νῦν βροτοί εἰσ᾽ : ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
288
ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ
289
ἢ κόρυθ᾽ ἠὲ σάκος , τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,
290
τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,
291
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων:
292
αὐτίκα δ᾽ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν:
293
ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,
294
ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι
295
πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο
296
νήπιος , οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.
297
ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
298
μὰψ ἕνεκ᾽ ἀλλοτρίων ἀχέων , κεχαρισμένα δ᾽ αἰεὶ
299
δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
300
ἀλλ᾽ ἄγεθ᾽ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,
301
μή πως καὶ Κρονίδης κεχολώσεται , αἴ κεν Ἀχιλλεὺς
302
τόνδε κατακτείνῃ : μόριμον δέ οἵ ἐστ᾽ ἀλέασθαι,
303
ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται
304
Δαρδάνου , ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων
305
οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.
306
ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων:
307
νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
308
καὶ παίδων παῖδες , τοί κεν μετόπισθε γένωνται.
309
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
310
ἐννοσίγαι᾽ , αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον
311
Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς
312
Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι , ἐσθλὸν ἐόντα.
313
ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους
314
πᾶσι μετ᾽ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη
315
μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
316
μηδ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
317
καιομένη , καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.
318
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
319
βῆ ῥ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,
320
ἷξε δ᾽ ὅθ᾽ Αἰνείας ἠδ᾽ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.
321
αὐτίκα τῷ μὲν ἔπειτα κατ᾽ ὀφθαλμῶν χέεν ἀχλὺν
322
Πηλεΐδῃ Ἀχιλῆϊ : ὃ δὲ μελίην εὔχαλκον
323
ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο:
324
καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,
325
Αἰνείαν δ᾽ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσ᾽ ἀείρας.
326
πολλὰς δὲ στίχας ἡρώων , πολλὰς δὲ καὶ ἵππων
327
Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,
328
ἷξε δ᾽ ἐπ᾽ ἐσχατιὴν πολυάϊκος πολέμοιο,
329
ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.
330
τῷ δὲ μάλ᾽ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,
331
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
332
Αἰνεία , τίς σ᾽ ὧδε θεῶν ἀτέοντα κελεύει
333
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,
334
ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;
335
ἀλλ᾽ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,
336
μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.
337
αὐτὰρ ἐπεί κ᾽ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,
338
θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι:
339
οὐ μὲν γάρ τίς σ᾽ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.
340
ὣς εἰπὼν λίπεν αὐτόθ᾽ , ἐπεὶ διεπέφραδε πάντα.
341
αἶψα δ᾽ ἔπειτ᾽ Ἀχιλῆος ἀπ᾽ ὀφθαλμῶν σκέδασ᾽ ἀχλὺν
342
θεσπεσίην : ὃ δ᾽ ἔπειτα μέγ᾽ ἔξιδεν ὀφθαλμοῖσιν,
343
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
344
ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
345
ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός , οὐδέ τι φῶτα
346
λεύσσω , τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.
347
ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν
348
ἦεν : ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.
349
ἐρρέτω : οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
350
ἔσσεται , ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.
351
ἀλλ᾽ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
352
τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.
353
ἦ , καὶ ἐπὶ στίχας ἆλτο , κέλευε δὲ φωτὶ ἑκάστῳ:
354
μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,
355
ἀλλ᾽ ἄγ᾽ ἀνὴρ ἄντ᾽ ἀνδρὸς ἴτω , μεμάτω δὲ μάχεσθαι.
356
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι
357
τοσσούσδ᾽ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι:
358
οὐδέ κ᾽ Ἄρης , ὅς περ θεὸς ἄμβροτος , οὐδέ κ᾽ Ἀθήνη
359
τοσσῆσδ᾽ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο:
360
ἀλλ᾽ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε
361
καὶ σθένει , οὔ μ᾽ ἔτι φημὶ μεθησέμεν οὐδ᾽ ἠβαιόν,
362
ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές , οὐδέ τιν᾽ οἴω
363
Τρώων χαιρήσειν , ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.
364
ὣς φάτ᾽ ἐποτρύνων : Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ
365
κέκλεθ᾽ ὁμοκλήσας , φάτο δ᾽ ἴμεναι ἄντ᾽ Ἀχιλῆος:
366
Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.
367
καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,
368
ἔγχεϊ δ᾽ ἀργαλέον , ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.
369
οὐδ᾽ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,
370
ἀλλὰ τὸ μὲν τελέει , τὸ δὲ καὶ μεσσηγὺ κολούει.
371
τοῦ δ᾽ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,
372
εἰ πυρὶ χεῖρας ἔοικε , μένος δ᾽ αἴθωνι σιδήρῳ.
373
ὣς φάτ᾽ ἐποτρύνων , οἳ δ᾽ ἀντίοι ἔγχε᾽ ἄειραν
374
Τρῶες : τῶν δ᾽ ἄμυδις μίχθη μένος , ὦρτο δ᾽ ἀϋτή.
375
καὶ τότ᾽ ἄρ᾽ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων:
376
Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,
377
ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,
378
μή πώς σ᾽ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.
379
ὣς ἔφαθ᾽ , Ἕκτωρ δ᾽ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν
380
ταρβήσας , ὅτ᾽ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.
381
ἐν δ᾽ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν
382
σμερδαλέα ἰάχων , πρῶτον δ᾽ ἕλεν Ἰφιτίωνα
383
ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,
384
ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ
385
Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ:
386
τὸν δ᾽ ἰθὺς μεμαῶτα βάλ᾽ ἔγχεϊ δῖος Ἀχιλλεὺς
387
μέσσην κὰκ κεφαλήν : ἣ δ᾽ ἄνδιχα πᾶσα κεάσθη,
388
δούπησεν δὲ πεσών , ὃ δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς:
389
κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν:
390
ἐνθάδε τοι θάνατος , γενεὴ δέ τοί ἐστ᾽ ἐπὶ λίμνῃ
391
Γυγαίῃ , ὅθι τοι τέμενος πατρώϊόν ἐστιν
392
Ὕλλῳ ἐπ᾽ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.
393
ὣς ἔφατ᾽ εὐχόμενος , τὸν δὲ σκότος ὄσσε κάλυψε.
394
τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο
395
πρώτῃ ἐν ὑσμίνῃ : ὃ δ᾽ ἐπ᾽ αὐτῷ Δημολέοντα
396
ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν
397
νύξε κατὰ κρόταφον , κυνέης διὰ χαλκοπαρῄου.
398
οὐδ᾽ ἄρα χαλκείη κόρυς ἔσχεθεν , ἀλλὰ δι᾽ αὐτῆς
399
αἰχμὴ ἱεμένη ῥῆξ᾽ ὀστέον , ἐγκέφαλος δὲ
400
ἔνδον ἅπας πεπάλακτο : δάμασσε δέ μιν μεμαῶτα.
401
Ἱπποδάμαντα δ᾽ ἔπειτα καθ᾽ ἵππων ἀΐξαντα
402
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.
403
αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν , ὡς ὅτε ταῦρος
404
ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα
405
κούρων ἑλκόντων : γάνυται δέ τε τοῖς ἐνοσίχθων:
406
ὣς ἄρα τόν γ᾽ ἐρυγόντα λίπ᾽ ὀστέα θυμὸς ἀγήνωρ:
407
αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετ᾽ ἀντίθεον Πολύδωρον
408
Πριαμίδην . τὸν δ᾽ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,
409
οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,
410
καί οἱ φίλτατος ἔσκε , πόδεσσι δὲ πάντας ἐνίκα
411
δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων
412
θῦνε διὰ προμάχων , εἷος φίλον ὤλεσε θυμόν.
413
τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς
414
νῶτα παραΐσσοντος , ὅθι ζωστῆρος ὀχῆες
415
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ:
416
ἀντικρὺ δὲ διέσχε παρ᾽ ὀμφαλὸν ἔγχεος αἰχμή,
417
γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας , νεφέλη δέ μιν ἀμφεκάλυψε
418
κυανέη , προτὶ οἷ δ᾽ ἔλαβ᾽ ἔντερα χερσὶ λιασθείς.
419
Ἕκτωρ δ᾽ ὡς ἐνόησε κασίγνητον Πολύδωρον
420
ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη
421
κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς : οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
422
δηρὸν ἑκὰς στρωφᾶσθ᾽ , ἀλλ᾽ ἀντίος ἦλθ᾽ Ἀχιλῆϊ
423
ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος : αὐτὰρ Ἀχιλλεὺς
424
ὡς εἶδ᾽ , ὣς ἀνεπᾶλτο , καὶ εὐχόμενος ἔπος ηὔδα:
425
ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ᾽ ἐσεμάσσατο θυμόν,
426
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον : οὐδ᾽ ἂν ἔτι δὴν
427
ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
428
ἦ , καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον:
429
ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.
430
τὸν δ᾽ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ:
431
Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
432
ἔλπεο δειδίξεσθαι , ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
433
ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.
434
οἶδα δ᾽ ὅτι σὺ μὲν ἐσθλός , ἐγὼ δὲ σέθεν πολὺ χείρων.
435
ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
436
αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
437
δουρὶ βαλών , ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
438
ἦ ῥα , καὶ ἀμπεπαλὼν προΐει δόρυ , καὶ τό γ᾽ Ἀθήνη
439
πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
440
ἦκα μάλα ψύξασα : τὸ δ᾽ ἂψ ἵκεθ᾽ Ἕκτορα δῖον,
441
αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν . αὐτὰρ Ἀχιλλεὺς
442
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
443
σμερδαλέα ἰάχων : τὸν δ᾽ ἐξήρπαξεν Ἀπόλλων
444
ῥεῖα μάλ᾽ ὥς τε θεός , ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.
445
τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
446
ἔγχεϊ χαλκείῳ , τρὶς δ᾽ ἠέρα τύψε βαθεῖαν.
447
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
448
δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
449
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον : ἦ τέ τοι ἄγχι
450
ἦλθε κακόν : νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων,
451
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.
452
ἦ θήν σ᾽ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,
453
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.
454
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι , ὅν κε κιχείω.
455
ὣς εἰπὼν Δρύοπ᾽ οὖτα κατ᾽ αὐχένα μέσσον ἄκοντι:
456
ἤριπε δὲ προπάροιθε ποδῶν : ὃ δὲ τὸν μὲν ἔασε,
457
Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε
458
κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε . τὸν μὲν ἔπειτα
459
οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν:
460
αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος
461
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,
462
τὸν μὲν δουρὶ βαλών , τὸν δὲ σχεδὸν ἄορι τύψας.
463
Τρῶα δ᾽ Ἀλαστορίδην , ὃ μὲν ἀντίος ἤλυθε γούνων,
464
εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη
465
μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,
466
νήπιος , οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν:
467
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ᾽ ἀγανόφρων,
468
ἀλλὰ μάλ᾽ ἐμμεμαώς : ὃ μὲν ἥπτετο χείρεσι γούνων
469
ἱέμενος λίσσεσθ᾽ , ὃ δὲ φασγάνῳ οὖτα καθ᾽ ἧπαρ:
470
ἐκ δέ οἱ ἧπαρ ὄλισθεν , ἀτὰρ μέλαν αἷμα κατ᾽ αὐτοῦ
471
κόλπον ἐνέπλησεν : τὸν δὲ σκότος ὄσσε κάλυψε
472
θυμοῦ δευόμενον : ὃ δὲ Μούλιον οὖτα παραστὰς
473
δουρὶ κατ᾽ οὖς : εἶθαρ δὲ δι᾽ οὔατος ἦλθ᾽ ἑτέροιο
474
αἰχμὴ χαλκείη : ὃ δ᾽ Ἀγήνορος υἱὸν Ἔχεκλον
475
μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,
476
πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι : τὸν δὲ κατ᾽ ὄσσε
477
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
478
Δευκαλίωνα δ᾽ ἔπειθ᾽ , ἵνα τε ξυνέχουσι τένοντες
479
ἀγκῶνος , τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν
480
αἰχμῇ χαλκείῃ : ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς
481
πρόσθ᾽ ὁρόων θάνατον : ὃ δὲ φασγάνῳ αὐχένα θείνας
482
τῆλ᾽ αὐτῇ πήληκι κάρη βάλε : μυελὸς αὖτε
483
σφονδυλίων ἔκπαλθ᾽ , ὃ δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
484
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα Πείρεω υἱὸν
485
Ῥίγμον , ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει:
486
τὸν βάλε μέσσον ἄκοντι , πάγη δ᾽ ἐν νηδύϊ χαλκός,
487
ἤριπε δ᾽ ἐξ ὀχέων : ὃ δ᾽ Ἀρηΐθοον θεράποντα
488
ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
489
νύξ᾽ , ἀπὸ δ᾽ ἅρματος ὦσε : κυκήθησαν δέ οἱ ἵπποι.
490
ὡς δ᾽ ἀναμαιμάει βαθέ᾽ ἄγκεα θεσπιδαὲς πῦρ
491
οὔρεος ἀζαλέοιο , βαθεῖα δὲ καίεται ὕλη,
492
πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
493
ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
494
κτεινομένους ἐφέπων : ῥέε δ᾽ αἵματι γαῖα μέλαινα.
495
ὡς δ᾽ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
496
τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
497
ῥίμφά τε λέπτ᾽ ἐγένοντο βοῶν ὑπὸ πόσσ᾽ ἐριμύκων,
498
ὣς ὑπ᾽ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
499
στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας : αἵματι δ᾽ ἄξων
500
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
501
ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
502
αἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων : ὃ δὲ ἵετο κῦδος ἀρέσθαι
503
Πηλεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.