Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
2
Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς,
3
ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
4
πρὸς πόλιν , ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
5
ἤματι τῷ προτέρῳ , ὅτε μαίνετο φαίδιμος Ἕκτωρ:
6
τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες , ἠέρα δ᾽ Ἥρη
7
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν : ἡμίσεες δὲ
8
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
9
ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ , βράχε δ᾽ αἰπὰ ῥέεθρα,
10
ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον : οἳ δ᾽ ἀλαλητῷ
11
ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
12
ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
13
φευγέμεναι ποταμὸν δέ : τὸ δὲ φλέγει ἀκάματον πῦρ
14
ὄρμενον ἐξαίφνης , ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ:
15
ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
16
πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
17
αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθῃ
18
κεκλιμένον μυρίκῃσιν , ὃ δ᾽ ἔσθορε δαίμονι ἶσος
19
φάσγανον οἶον ἔχων , κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
20
τύπτε δ᾽ ἐπιστροφάδην : τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
21
ἄορι θεινομένων , ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ.
22
ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
23
φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
24
δειδιότες : μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν:
25
ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
26
πτῶσσον ὑπὸ κρημνούς . ὃ δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
27
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
28
ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος:
29
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
30
δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,
31
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
32
δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
33
αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
34
ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35
ἐκ ποταμοῦ φεύγοντι Λυκάονι , τόν ῥά ποτ᾽ αὐτὸς
36
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
37
ἐννύχιος προμολών : ὃ δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῷ
38
τάμνε νέους ὄρπηκας , ἵν᾽ ἅρματος ἄντυγες εἶεν:
39
τῷ δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
40
καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
41
νηυσὶν ἄγων , ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε:
42
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ᾽ ἔδωκεν
43
Ἴμβριος Ἠετίων , πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην:
44
ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
45
ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
46
ἐλθὼν ἐκ Λήμνοιο : δυωδεκάτῃ δέ μιν αὖτις
47
χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν , ὅς μιν ἔμελλε
48
πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
49
τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
50
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος , οὐδ᾽ ἔχεν ἔγχος,
51
ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε : τεῖρε γὰρ ἱδρὼς
52
φεύγοντ᾽ ἐκ ποταμοῦ , κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα:
53
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
54
ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
55
ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
56
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
57
οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
58
Λῆμνον ἐς ἠγαθέην πεπερημένος : οὐδέ μιν ἔσχε
59
πόντος ἁλὸς πολιῆς , ὃ πολέας ἀέκοντας ἐρύκει.
60
ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο
61
γεύσεται , ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
62
ἢ ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται , ἦ μιν ἐρύξει
63
γῆ φυσίζοος , ἥ τε κατὰ κρατερόν περ ἐρύκει.
64
ὣς ὅρμαινε μένων : ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
65
γούνων ἅψασθαι μεμαώς , περὶ δ᾽ ἤθελε θυμῷ
66
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
67
ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
68
οὐτάμεναι μεμαώς , ὃ δ᾽ ὑπέδραμε καὶ λάβε γούνων
69
κύψας : ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ
70
ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
71
αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
72
τῇ δ᾽ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει:
73
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
74
γουνοῦμαι σ᾽ Ἀχιλεῦ : σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον:
75
ἀντί τοί εἰμ᾽ ἱκέταο διοτρεφὲς αἰδοίοιο:
76
πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
77
ἤματι τῷ ὅτε μ᾽ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
78
καί μ᾽ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
79
Λῆμνον ἐς ἠγαθέην , ἑκατόμβοιον δέ τοι ἦλφον.
80
νῦν δὲ λύμην τρὶς τόσσα πορών : ἠὼς δέ μοί ἐστιν
81
ἥδε δυωδεκάτη , ὅτ᾽ ἐς Ἴλιον εἰλήλουθα
82
πολλὰ παθών : νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
83
μοῖρ᾽ ὀλοή : μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
84
ὅς με σοὶ αὖτις δῶκε : μινυνθάδιον δέ με μήτηρ
85
γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
86
Ἄλτεω , ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
87
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
88
τοῦ δ᾽ ἔχε θυγατέρα Πρίαμος , πολλὰς δὲ καὶ ἄλλας:
89
τῆς δὲ δύω γενόμεσθα , σὺ δ᾽ ἄμφω δειροτομήσεις,
90
ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας
91
ἀντίθεον Πολύδωρον , ἐπεὶ βάλες ὀξέϊ δουρί:
92
νῦν δὲ δὴ ἐνθάδ᾽ ἐμοὶ κακὸν ἔσσεται : οὐ γὰρ ὀΐω
93
σὰς χεῖρας φεύξεσθαι , ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.
94
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι:
95
μή με κτεῖν᾽ , ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
96
ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
97
ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
98
λισσόμενος ἐπέεσσιν , ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσε:
99
νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ᾽ ἀγόρευε:
100
πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
101
τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
102
Τρώων , καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ᾽ ἐπέρασσα:
103
νῦν δ᾽ οὐκ ἔσθ᾽ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
104
Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
105
καὶ πάντων Τρώων , περὶ δ᾽ αὖ Πριάμοιό γε παίδων.
106
ἀλλὰ φίλος θάνε καὶ σύ : τί ἦ ὀλοφύρεαι οὕτως;
107
κάτθανε καὶ Πάτροκλος , ὅ περ σέο πολλὸν ἀμείνων.
108
οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
109
πατρὸς δ᾽ εἴμ᾽ ἀγαθοῖο , θεὰ δέ με γείνατο μήτηρ:
110
ἀλλ᾽ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή:
111
ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ
112
ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
113
ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.
114
ὣς φάτο , τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ:
115
ἔγχος μέν ῥ᾽ ἀφέηκεν , ὃ δ᾽ ἕζετο χεῖρε πετάσσας
116
ἀμφοτέρας : Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
117
τύψε κατὰ κληῗδα παρ᾽ αὐχένα , πᾶν δέ οἱ εἴσω
118
δῦ ξίφος ἄμφηκες : ὃ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ
119
κεῖτο ταθείς , ἐκ δ᾽ αἷμα μέλαν ῥέε , δεῦε δὲ γαῖαν.
120
τὸν δ᾽ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,
121
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
122
ἐνταυθοῖ νῦν κεῖσο μετ᾽ ἰχθύσιν , οἵ σ᾽ ὠτειλὴν
123
αἷμ᾽ ἀπολιχμήσονται ἀκηδέες : οὐδέ σε μήτηρ
124
ἐνθεμένη λεχέεσσι γοήσεται , ἀλλὰ Σκάμανδρος
125
οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον:
126
θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ᾽ ὑπαΐξει
127
ἰχθύς , ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
128
φθείρεσθ᾽ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
129
ὑμεῖς μὲν φεύγοντες , ἐγὼ δ᾽ ὄπιθεν κεραΐζων.
130
οὐδ᾽ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
131
ἀρκέσει , ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
132
ζωοὺς δ᾽ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
133
ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον , εἰς ὅ κε πάντες
134
τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
135
οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
136
ὣς ἄρ᾽ ἔφη , ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
137
ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
138
δῖον Ἀχιλλῆα , Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
139
τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
140
Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
141
υἱέϊ Πηλεγόνος : τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθρος
142
γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
143
πρεσβυτάτη : τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
144
τῷ ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν , ὃ δ᾽ ἀντίος ἐκ ποταμοῖο
145
ἔστη ἔχων δύο δοῦρε : μένος δέ οἱ ἐν φρεσὶ θῆκε
146
Ξάνθος , ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
147
τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν.
148
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
149
τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
150
τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;
151
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
152
τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός:
153
Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;
154
εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου τηλόθ᾽ ἐούσης
155
Παίονας ἄνδρας ἄγων δολιχεγχέας : ἥδε δέ μοι νῦν
156
ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
157
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
158
Ἀξιοῦ , ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
159
ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ : τὸν δ᾽ ἐμέ φασι
160
γείνασθαι : νῦν αὖτε μαχώμεθα φαίδιμ᾽ Ἀχιλλεῦ.
161
ὣς φάτ᾽ ἀπειλήσας , ὃ δ᾽ ἀνέσχετο δῖος Ἀχιλλεὺς
162
Πηλιάδα μελίην : ὃ δ᾽ ἁμαρτῇ δούρασιν ἀμφὶς
163
ἥρως Ἀστεροπαῖος , ἐπεὶ περιδέξιος ἦεν.
164
καί ῥ᾽ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν , οὐδὲ διὰ πρὸ
165
ῥῆξε σάκος : χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο:
166
τῷ δ᾽ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
167
δεξιτερῆς , σύτο δ᾽ αἷμα κελαινεφές : ἣ δ᾽ ὑπὲρ αὐτοῦ
168
γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
169
δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
170
Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
171
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν , ὃ δ᾽ ὑψηλὴν βάλεν ὄχθην,
172
μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος.
173
Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
174
ἆλτ᾽ ἐπί οἱ μεμαώς : ὃ δ᾽ ἄρα μελίην Ἀχιλῆος
175
οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
176
τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
177
τρὶς δὲ μεθῆκε βίης : τὸ δὲ τέτρατον ἤθελε θυμῷ
178
ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
179
ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
180
γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν , ἐκ δ᾽ ἄρα πᾶσαι
181
χύντο χαμαὶ χολάδες : τὸν δὲ σκότος ὄσσε κάλυψεν
182
ἀσθμαίνοντ᾽ : Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐνὶ στήθεσσιν ὀρούσας
183
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα:
184
κεῖσ᾽ οὕτως : χαλεπόν τοι ἐρισθενέος Κρονίωνος
185
παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.
186
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,
187
αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.
188
τίκτέ μ᾽ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι
189
Πηλεὺς Αἰακίδης : ὃ δ᾽ ἄρ᾽ Αἰακὸς ἐκ Διὸς ἦεν.
190
τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,
191
κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.
192
καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας , εἰ δύναταί τι
193
χραισμεῖν : ἀλλ᾽ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,
194
τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,
195
οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,
196
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα
197
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν:
198
ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν
199
δεινήν τε βροντήν , ὅτ᾽ ἀπ᾽ οὐρανόθεν σμαραγήσῃ.
200
ἦ ῥα , καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
201
τὸν δὲ κατ᾽ αὐτόθι λεῖπεν , ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
202
κείμενον ἐν ψαμάθοισι , δίαινε δέ μιν μέλαν ὕδωρ.
203
τὸν μὲν ἄρ᾽ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο
204
δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες:
205
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,
206
οἵ ῥ᾽ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,
207
ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ
208
χέρσ᾽ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.
209
ἔνθ᾽ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε
210
Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ᾽ Ὀφελέστην:
211
καί νύ κ᾽ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
212
εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
213
ἀνέρι εἰσάμενος , βαθέης δ᾽ ἐκ φθέγξατο δίνης:
214
ὦ Ἀχιλεῦ , περὶ μὲν κρατέεις , περὶ δ᾽ αἴσυλα ῥέζεις
215
ἀνδρῶν : αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
216
εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
217
ἐξ ἐμέθεν γ᾽ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε:
218
πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
219
οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
220
στεινόμενος νεκύεσσι , σὺ δὲ κτείνεις ἀϊδήλως.
221
ἀλλ᾽ ἄγε δὴ καὶ ἔασον : ἄγη μ᾽ ἔχει ὄρχαμε λαῶν.
222
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
223
ἔσται ταῦτα Σκάμανδρε διοτρεφές , ὡς σὺ κελεύεις.
224
Τρῶας δ᾽ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
225
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
226
ἀντιβίην , ἤ κέν με δαμάσσεται , ἦ κεν ἐγὼ τόν.
227
ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος:
228
καὶ τότ᾽ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης:
229
ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
230
εἰρύσαο Κρονίωνος , ὅ τοι μάλα πόλλ᾽ ἐπέτελλε
231
Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν , εἰς ὅ κεν ἔλθῃ
232
δείελος ὀψὲ δύων , σκιάσῃ δ᾽ ἐρίβωλον ἄρουραν.
233
ἦ , καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
234
κρημνοῦ ἀπαΐξας : ὃ δ᾽ ἐπέσσυτο οἴδματι θύων,
235
πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος , ὦσε δὲ νεκροὺς
236
πολλούς , οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν , οὓς κτάν᾽ Ἀχιλλεύς
237
τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
238
χέρσον δέ : ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
239
κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
240
δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,
241
ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος : οὐδὲ πόδεσσιν
242
εἶχε στηρίξασθαι : ὃ δὲ πτελέην ἕλε χερσὶν
243
εὐφυέα μεγάλην : ἣ δ᾽ ἐκ ῥιζῶν ἐριποῦσα
244
κρημνὸν ἅπαντα διῶσεν , ἐπέσχε δὲ καλὰ ῥέεθρα
245
ὄζοισιν πυκινοῖσι , γεφύρωσεν δέ μιν αὐτὸν
246
εἴσω πᾶσ᾽ ἐριποῦσ᾽ : ὃ δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσας
247
ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
248
δείσας : οὐδέ τ᾽ ἔληγε θεὸς μέγας , ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ
249
ἀκροκελαινιόων , ἵνα μιν παύσειε πόνοιο
250
δῖον Ἀχιλλῆα , Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
251
Πηλεΐδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή,
252
αἰετοῦ οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,
253
ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν:
254
τῷ ἐϊκὼς ἤϊξεν , ἐπὶ στήθεσσι δὲ χαλκὸς
255
σμερδαλέον κονάβιζεν : ὕπαιθα δὲ τοῖο λιασθεὶς
256
φεῦγ᾽ , ὃ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
257
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
258
ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
259
χερσὶ μάκελλαν ἔχων , ἀμάρης ἐξ ἔχματα βάλλων:
260
τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
261
ὀχλεῦνται : τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζει
262
χώρῳ ἔνι προαλεῖ , φθάνει δέ τε καὶ τὸν ἄγοντα:
263
ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
264
καὶ λαιψηρὸν ἐόντα : θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
265
ὁσσάκι δ᾽ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
266
στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
267
ἀθάνατοι φοβέουσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
268
τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
269
πλάζ᾽ ὤμους καθύπερθεν : ὃ δ᾽ ὑψόσε ποσσὶν ἐπήδα
270
θυμῷ ἀνιάζων : ποταμὸς δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα
271
λάβρος ὕπαιθα ῥέων , κονίην δ᾽ ὑπέρεπτε ποδοῖιν.
272
Πηλεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
273
Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
274
ἐκ ποταμοῖο σαῶσαι : ἔπειτα δὲ καί τι πάθοιμι.
275
ἄλλος δ᾽ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
276
ἀλλὰ φίλη μήτηρ , ἥ με ψεύδεσσιν ἔθελγεν:
277
ἥ μ᾽ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
278
λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
279
ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ᾽ ἔτραφ᾽ ἄριστος:
280
τώ κ᾽ ἀγαθὸς μὲν ἔπεφν᾽ , ἀγαθὸν δέ κεν ἐξενάριξε:
281
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
282
ἐρχθέντ᾽ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
283
ὅν ῥά τ᾽ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
284
ὣς φάτο , τῷ δὲ μάλ᾽ ὦκα Ποσειδάων καὶ Ἀθήνη
285
στήτην ἐγγὺς ἰόντε , δέμας δ᾽ ἄνδρεσσιν ἐΐκτην,
286
χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ᾽ ἐπέεσσι.
287
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων:
288
Πηλεΐδη μήτ᾽ ἄρ τι λίην τρέε μήτέ τι τάρβει:
289
τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
290
Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη:
291
ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
292
ἀλλ᾽ ὅδε μὲν τάχα λωφήσει , σὺ δὲ εἴσεαι αὐτός:
293
αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ᾽ αἴ κε πίθηαι:
294
μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
295
πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
296
Τρωϊκόν , ὅς κε φύγῃσι : σὺ δ᾽ Ἕκτορι θυμὸν ἀπούρας
297
ἂψ ἐπὶ νῆας ἴμεν : δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
298
τὼ μὲν ἄρ᾽ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην:
299
αὐτὰρ ὃ βῆ , μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
300
ἐς πεδίον : τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο,
301
πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
302
πλῶον καὶ νέκυες : τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδα
303
πρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν , οὐδέ μιν ἴσχεν
304
εὐρὺ ῥέων ποταμός : μέγα γὰρ σθένος ἔμβαλ᾽ Ἀθήνη.
305
οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος , ἀλλ᾽ ἔτι μᾶλλον
306
χώετο Πηλεΐωνι , κόρυσσε δὲ κῦμα ῥόοιο
307
ὑψόσ᾽ ἀειρόμενος , Σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας:
308
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
309
σχῶμεν , ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
310
ἐκπέρσει , Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
311
ἀλλ᾽ ἐπάμυνε τάχιστα , καὶ ἐμπίπληθι ῥέεθρα
312
ὕδατος ἐκ πηγέων , πάντας δ᾽ ὀρόθυνον ἐναύλους,
313
ἵστη δὲ μέγα κῦμα , πολὺν δ᾽ ὀρυμαγδὸν ὄρινε
314
φιτρῶν καὶ λάων , ἵνα παύσομεν ἄγριον ἄνδρα
315
ὃς δὴ νῦν κρατέει , μέμονεν δ᾽ ὅ γε ἶσα θεοῖσι.
316
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
317
οὔτε τὰ τεύχεα καλά , τά που μάλα νειόθι λίμνης
318
κείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα : κὰδ δέ μιν αὐτὸν
319
εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
320
μυρίον , οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται Ἀχαιοὶ
321
ἀλλέξαι : τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
322
αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται , οὐδέ τί μιν χρεὼ
323
ἔσται τυμβοχόης , ὅτε μιν θάπτωσιν Ἀχαιοί.
324
ἦ , καὶ ἐπῶρτ᾽ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
325
μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
326
πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖο
327
ἵστατ᾽ ἀειρόμενον , κατὰ δ᾽ ᾕρεε Πηλεΐωνα:
328
Ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ Ἀχιλῆϊ
329
μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
330
αὐτίκα δ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν:
331
ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος : ἄντα σέθεν γὰρ
332
Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι:
333
ἀλλ᾽ ἐπάμυνε τάχιστα , πιφαύσκεο δὲ φλόγα πολλήν.
334
αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
335
εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
336
ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
337
φλέγμα κακὸν φορέουσα : σὺ δὲ Ξάνθοιο παρ᾽ ὄχθας
338
δένδρεα καῖ᾽ , ἐν δ᾽ αὐτὸν ἵει πυρί : μὴ δέ σε πάμπαν
339
μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ:
340
μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος , ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ
341
φθέγξομ᾽ ἐγὼν ἰάχουσα , τότε σχεῖν ἀκάματον πῦρ.
342
ὣς ἔφαθ᾽ , Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
343
πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο , καῖε δὲ νεκροὺς
344
πολλούς , οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν , οὓς κτάν᾽ Ἀχιλλεύς:
345
πᾶν δ᾽ ἐξηράνθη πεδίον , σχέτο δ᾽ ἀγλαὸν ὕδωρ.
346
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴν
347
αἶψ᾽ ἀγξηράνῃ : χαίρει δέ μιν ὅς τις ἐθείρῃ:
348
ὣς ἐξηράνθη πεδίον πᾶν , κὰδ δ᾽ ἄρα νεκροὺς
349
κῆεν : ὃ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
350
καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
351
καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
352
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει:
353
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
354
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
355
πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
356
καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
357
Ἥφαιστ᾽ , οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν,
358
οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
359
λῆγ᾽ ἔριδος , Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
360
ἄστεος ἐξελάσειε : τί μοι ἔριδος καὶ ἀρωγῆς;
361
φῆ πυρὶ καιόμενος , ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα.
362
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
363
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
364
πάντοθεν ἀμβολάδην , ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365
ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο , ζέε δ᾽ ὕδωρ:
366
οὐδ᾽ ἔθελε προρέειν , ἀλλ᾽ ἴσχετο : τεῖρε δ᾽ ἀϋτμὴ
367
Ἡφαίστοιο βίηφι πολύφρονος . αὐτὰρ ὅ γ᾽ Ἥρην
368
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
369
Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
370
ἐξ ἄλλων ; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
371
ὅσσον οἱ ἄλλοι πάντες , ὅσοι Τρώεσσιν ἀρωγοί.
372
ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
373
παυέσθω δὲ καὶ οὗτος : ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,
374
μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
375
μὴ δ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
376
καιομένη , καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.
377
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
378
αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν:
379
Ἥφαιστε σχέο τέκνον ἀγακλεές : οὐ γὰρ ἔοικεν
380
ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
381
ὣς ἔφαθ᾽ , Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
382
ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
383
αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος , οἳ μὲν ἔπειτα
384
παυσάσθην , Ἥρη γὰρ ἐρύκακε χωομένη περ:
385
ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
386
ἀργαλέη , δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο:
387
σὺν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ , βράχε δ᾽ εὐρεῖα χθών,
388
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός . ἄϊε δὲ Ζεὺς
389
ἥμενος Οὐλύμπῳ : ἐγέλασσε δέ οἱ φίλον ἦτορ
390
γηθοσύνῃ , ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.
391
ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν : ἦρχε γὰρ Ἄρης
392
ῥινοτόρος , καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
393
χάλκεον ἔγχος ἔχων , καὶ ὀνείδειον φάτο μῦθον:
394
τίπτ᾽ αὖτ᾽ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
395
θάρσος ἄητον ἔχουσα , μέγας δέ σε θυμὸς ἀνῆκεν;
396
ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκας
397
οὐτάμεναι , αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
398
ἰθὺς ἐμεῦ ὦσας , διὰ δὲ χρόα καλὸν ἔδαψας;
399
τώ σ᾽ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
400
ὣς εἰπὼν οὔτησε κατ᾽ αἰγίδα θυσσανόεσσαν
401
σμερδαλέην , ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός:
402
τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
403
ἣ δ᾽ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
404
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
405
τόν ῥ᾽ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης:
406
τῷ βάλε θοῦρον Ἄρηα κατ᾽ αὐχένα , λῦσε δὲ γυῖα.
407
ἑπτὰ δ᾽ ἐπέσχε πέλεθρα πεσών , ἐκόνισε δὲ χαίτας,
408
τεύχεά τ᾽ ἀμφαράβησε : γέλασσε δὲ Παλλὰς Ἀθήνη,
409
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα:
410
νηπύτι᾽ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
411
εὔχομ᾽ ἐγὼν ἔμεναι , ὅτι μοι μένος ἰσοφαρίζεις.
412
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
413
ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ᾽ Ἀχαιοὺς
414
κάλλιπες , αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
415
ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ:
416
τὸν δ᾽ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
417
πυκνὰ μάλα στενάχοντα : μόγις δ᾽ ἐσαγείρετο θυμόν.
418
τὴν δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
419
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:
420
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη
421
καὶ δ᾽ αὖθ᾽ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
422
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον : ἀλλὰ μέτελθε.
423
ὣς φάτ᾽ , Ἀθηναίη δὲ μετέσσυτο , χαῖρε δὲ θυμῷ,
424
καί ῥ᾽ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
425
ἤλασε : τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
426
τὼ μὲν ἄρ᾽ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
427
ἣ δ᾽ ἄρ᾽ ἐπευχομένη ἔπεα πτερόεντ᾽ ἀγόρευε:
428
τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
429
εἶεν , ὅτ᾽ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
430
ὧδέ τε θαρσαλέοι καὶ τλήμονες , ὡς Ἀφροδίτη
431
ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα:
432
τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
433
Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
434
ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
435
αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων:
436
Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν ; οὐδὲ ἔοικεν
437
ἀρξάντων ἑτέρων : τὸ μὲν αἴσχιον αἴ κ᾽ ἀμαχητὶ
438
ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
439
ἄρχε : σὺ γὰρ γενεῆφι νεώτερος : οὐ γὰρ ἔμοιγε
440
καλόν , ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
441
νηπύτι᾽ ὡς ἄνοον κραδίην ἔχες : οὐδέ νυ τῶν περ
442
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
443
μοῦνοι νῶϊ θεῶν , ὅτ᾽ ἀγήνορι Λαομέδοντι
444
πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
445
μισθῷ ἔπι ῥητῷ : ὃ δὲ σημαίνων ἐπέτελλεν.
446
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
447
εὐρύ τε καὶ μάλα καλόν , ἵν᾽ ἄρρηκτος πόλις εἴη:
448
Φοῖβε σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
449
Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
450
ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι
451
ἐξέφερον , τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
452
Λαομέδων ἔκπαγλος , ἀπειλήσας δ᾽ ἀπέπεμπε.
453
σὺν μὲν ὅ γ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
454
δήσειν , καὶ περάαν νήσων ἔπι τηλεδαπάων:
455
στεῦτο δ᾽ ὅ γ᾽ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
456
νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
457
μισθοῦ χωόμενοι , τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
458
τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν , οὐδὲ μεθ᾽ ἡμέων
459
πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
460
πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
461
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων:
462
ἐννοσίγαι᾽ οὐκ ἄν με σαόφρονα μυθήσαιο
463
ἔμμεναι , εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
464
δειλῶν , οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
465
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
466
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι . ἀλλὰ τάχιστα
467
παυώμεσθα μάχης : οἳ δ᾽ αὐτοὶ δηριαάσθων.
468
ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽ : αἴδετο γάρ ῥα
469
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
470
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
471
Ἄρτεμις ἀγροτέρη , καὶ ὀνείδειον φάτο μῦθον:
472
φεύγεις δὴ ἑκάεργε , Ποσειδάωνι δὲ νίκην
473
πᾶσαν ἐπέτρεψας , μέλεον δέ οἱ εὖχος ἔδωκας:
474
νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
475
μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
476
εὐχομένου , ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
477
ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
478
ὣς φάτο , τὴν δ᾽ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
479
ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
480
νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι:
481
πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί᾽ ἐμεῖο
482
στήσεσθαι ; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
483
τοξοφόρῳ περ ἐούσῃ , ἐπεὶ σὲ λέοντα γυναιξὶ
484
Ζεὺς θῆκεν , καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέλῃσθα.
485
ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρειν
486
ἀγροτέρας τ᾽ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.
487
εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι , ὄφρ᾽ ἐῢ εἰδῇς
488
ὅσσον φερτέρη εἴμ᾽ , ὅτι μοι μένος ἀντιφερίζεις.
489
ἦ ῥα , καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
490
σκαιῇ , δεξιτερῇ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα,
491
αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσα
492
ἐντροπαλιζομένην : ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί.
493
δακρυόεσσα δ᾽ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
494
ἥ ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
495
χηραμόν : οὐδ᾽ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν:
496
ὣς ἣ δακρυόεσσα φύγεν , λίπε δ᾽ αὐτόθι τόξα.
497
Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης:
498
Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι : ἀργαλέον δὲ
499
πληκτίζεσθ᾽ ἀλόχοισι Διὸς νεφεληγερέταο:
500
ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσιν
501
εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
502
ὣς ἄρ᾽ ἔφη , Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
503
πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
504
ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς:
505
ἣ δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
506
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
507
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε : τὴν δὲ προτὶ οἷ
508
εἷλε πατὴρ Κρονίδης , καὶ ἀνείρετο ἡδὺ γελάσσας:
509
τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων
510
μαψιδίως , ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
511
τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή:
512
σή μ᾽ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
513
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
514
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
515
αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν:
516
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
517
μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
518
οἳ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
519
οἳ μὲν χωόμενοι , οἳ δὲ μέγα κυδιόωντες:
520
κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ : αὐτὰρ Ἀχιλλεὺς
521
Τρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους.
522
ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
523
ἄστεος αἰθομένοιο , θεῶν δέ ἑ μῆνις ἀνῆκε,
524
πᾶσι δ᾽ ἔθηκε πόνον , πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν,
525
ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν.
526
ἑστήκει δ᾽ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
527
ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον : αὐτὰρ ὑπ᾽ αὐτοῦ
528
Τρῶες ἄφαρ κλονέοντο πεφυζότες , οὐδέ τις ἀλκὴ
529
γίγνεθ᾽ : ὃ δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
530
ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς:
531
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽ εἰς ὅ κε λαοὶ
532
ἔλθωσι προτὶ ἄστυ πεφυζότες : ἦ γὰρ Ἀχιλλεὺς
533
ἐγγὺς ὅδε κλονέων : νῦν οἴω λοίγι᾽ ἔσεσθαι.
534
αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
535
αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας:
536
δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
537
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας:
538
αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος : αὐτὰρ Ἀπόλλων
539
ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
540
οἳ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο
541
δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
542
φεῦγον : ὃ δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ , λύσσα δέ οἱ κῆρ
543
αἰὲν ἔχε κρατερή , μενέαινε δὲ κῦδος ἀρέσθαι.
544
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
545
εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
546
φῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
547
ἐν μέν οἱ κραδίῃ θάρσος βάλε , πὰρ δέ οἱ αὐτὸς
548
ἔστη , ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
549
φηγῷ κεκλιμένος : κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.
550
αὐτὰρ ὅ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
551
ἔστη , πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι:
552
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
553
ὤ μοι ἐγών : εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
554
φεύγω , τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
555
αἱρήσει με καὶ ὧς , καὶ ἀνάλκιδα δειροτομήσει.
556
εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
557
Πηλεΐδῃ Ἀχιλῆϊ , ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλλῃ
558
φεύγω πρὸς πεδίον Ἰλήϊον , ὄφρ᾽ ἂν ἵκωμαι
559
Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω:
560
ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
561
ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην:
562
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
563
μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
564
καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
565
οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι:
566
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων.
567
εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω:
568
καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
569
ἐν δὲ ἴα ψυχή , θνητὸν δέ ἕ φασ᾽ ἄνθρωποι
570
ἔμμεναι : αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.
571
ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν , ἐν δέ οἱ ἦτορ
572
ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
573
ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
574
ἀνδρὸς θηρητῆρος ἐναντίον , οὐδέ τι θυμῷ
575
ταρβεῖ οὐδὲ φοβεῖται , ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ:
576
εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,
577
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
578
ἀλκῆς , πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι:
579
ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
580
οὐκ ἔθελεν φεύγειν , πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος.
581
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,
582
ἐγχείῃ δ᾽ αὐτοῖο τιτύσκετο , καὶ μέγ᾽ ἀΰτει:
583
ἦ δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦ
584
ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
585
νηπύτι᾽ : ἦ τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῇ.
586
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
587
οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
588
Ἴλιον εἰρυόμεσθα : σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψεις
589
ὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
590
ἦ ῥα , καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
591
καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν.
592
ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
593
σμερδαλέον κονάβησε : πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσε
594
βλημένου , οὐδ᾽ ἐπέρησε , θεοῦ δ᾽ ἠρύκακε δῶρα.
595
Πηλεΐδης δ᾽ ὁρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιο
596
δεύτερος : οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
597
ἀλλά μιν ἐξήρπαξε , κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,
598
ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
599
αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ:
600
αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς
601
ἔστη πρόσθε ποδῶν , ὃ δ᾽ ἐπέσσυτο ποσσὶ διώκειν:
602
εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο
603
τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον
604
τυτθὸν ὑπεκπροθέοντα : δόλῳ δ᾽ ἄρ᾽ ἔθελγεν Ἀπόλλων
605
ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι:
606
τόφρ᾽ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ
607
ἀσπάσιοι προτὶ ἄστυ , πόλις δ᾽ ἔμπλητο ἀλέντων.
608
οὐδ᾽ ἄρα τοί γ᾽ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς
609
μεῖναι ἔτ᾽ ἀλλήλους , καὶ γνώμεναι ὅς τε πεφεύγοι
610
ὅς τ᾽ ἔθαν᾽ ἐν πολέμῳ : ἀλλ᾽ ἐσσυμένως ἐσέχυντο
611
ἐς πόλιν , ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.