Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ
2
ἱδρῶ ἀπεψύχοντο πίον τ᾽ ἀκέοντό τε δίψαν
3
κεκλιμένοι καλῇσιν ἐπάλξεσιν : αὐτὰρ Ἀχαιοὶ
4
τείχεος ἆσσον ἴσαν σάκε᾽ ὤμοισι κλίναντες.
5
Ἕκτορα δ᾽ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν
6
Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.
7
αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων:
8
τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις
9
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον ; οὐδέ νύ πώ με
10
ἔγνως ὡς θεός εἰμι , σὺ δ᾽ ἀσπερχὲς μενεαίνεις.
11
ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος , οὓς ἐφόβησας,
12
οἳ δή τοι εἰς ἄστυ ἄλεν , σὺ δὲ δεῦρο λιάσθης.
13
οὐ μέν με κτενέεις , ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.
14
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
15
ἔβλαψάς μ᾽ ἑκάεργε θεῶν ὀλοώτατε πάντων
16
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος : ἦ κ᾽ ἔτι πολλοὶ
17
γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.
18
νῦν δ᾽ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο , τοὺς δὲ σάωσας
19
ῥηϊδίως , ἐπεὶ οὔ τι τίσιν γ᾽ ἔδεισας ὀπίσσω.
20
ἦ σ᾽ ἂν τισαίμην , εἴ μοι δύναμίς γε παρείη.
21
ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,
22
σευάμενος ὥς θ᾽ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,
23
ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο:
24
ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ᾽ ἐνώμα.
25
τὸν δ᾽ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι
26
παμφαίνονθ᾽ ὥς τ᾽ ἀστέρ᾽ ἐπεσσύμενον πεδίοιο,
27
ὅς ῥά τ᾽ ὀπώρης εἶσιν , ἀρίζηλοι δέ οἱ αὐγαὶ
28
φαίνονται πολλοῖσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ,
29
ὅν τε κύν᾽ Ὠρίωνος ἐπίκλησιν καλέουσι.
30
λαμπρότατος μὲν ὅ γ᾽ ἐστί , κακὸν δέ τε σῆμα τέτυκται,
31
καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν:
32
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.
33
ᾤμωξεν δ᾽ ὃ γέρων , κεφαλὴν δ᾽ ὅ γε κόψατο χερσὶν
34
ὑψόσ᾽ ἀνασχόμενος , μέγα δ᾽ οἰμώξας ἐγεγώνει
35
λισσόμενος φίλον υἱόν : ὃ δὲ προπάροιθε πυλάων
36
ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι:
37
τὸν δ᾽ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς:
38
Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον
39
οἶος ἄνευθ᾽ ἄλλων , ἵνα μὴ τάχα πότμον ἐπίσπῃς
40
Πηλεΐωνι δαμείς , ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
41
σχέτλιος : αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο
42
ὅσσον ἐμοί : τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν
43
κείμενον : ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι:
44
ὅς μ᾽ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε
45
κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.
46
καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον
47
οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,
48
τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.
49
ἀλλ᾽ εἰ μὲν ζώουσι μετὰ στρατῷ , ἦ τ᾽ ἂν ἔπειτα
50
χαλκοῦ τε χρυσοῦ τ᾽ ἀπολυσόμεθ᾽ , ἔστι γὰρ ἔνδον:
51
πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.
52
εἰ δ᾽ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,
53
ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα:
54
λαοῖσιν δ᾽ ἄλλοισι μινυνθαδιώτερον ἄλγος
55
ἔσσεται , ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.
56
ἀλλ᾽ εἰσέρχεο τεῖχος ἐμὸν τέκος , ὄφρα σαώσῃς
57
Τρῶας καὶ Τρῳάς , μὴ δὲ μέγα κῦδος ὀρέξῃς
58
Πηλεΐδῃ , αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.
59
πρὸς δ᾽ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ᾽ ἐλέησον
60
δύσμορον , ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ
61
αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ᾽ ἐπιδόντα
62
υἷάς τ᾽ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,
63
καὶ θαλάμους κεραϊζομένους , καὶ νήπια τέκνα
64
βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,
65
ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
66
αὐτὸν δ᾽ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν
67
ὠμησταὶ ἐρύουσιν , ἐπεί κέ τις ὀξέϊ χαλκῷ
68
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,
69
οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,
70
οἵ κ᾽ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ
71
κείσοντ᾽ ἐν προθύροισι . νέῳ δέ τε πάντ᾽ ἐπέοικεν
72
ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ
73
κεῖσθαι : πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ:
74
ἀλλ᾽ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
75
αἰδῶ τ᾽ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,
76
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
77
ἦ ῥ᾽ ὃ γέρων , πολιὰς δ᾽ ἄρ᾽ ἀνὰ τρίχας ἕλκετο χερσὶ
78
τίλλων ἐκ κεφαλῆς : οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθε.
79
μήτηρ δ᾽ αὖθ᾽ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα
80
κόλπον ἀνιεμένη , ἑτέρηφι δὲ μαζὸν ἀνέσχε:
81
καί μιν δάκρυ χέουσ᾽ ἔπεα πτερόεντα προσηύδα:
82
Ἕκτορ τέκνον ἐμὸν τάδε τ᾽ αἴδεο καί μ᾽ ἐλέησον
83
αὐτήν , εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον:
84
τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα
85
τείχεος ἐντὸς ἐών , μὴ δὲ πρόμος ἵστασο τούτῳ
86
σχέτλιος : εἴ περ γάρ σε κατακτάνῃ , οὔ σ᾽ ἔτ᾽ ἔγωγε
87
κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος , ὃν τέκον αὐτή,
88
οὐδ᾽ ἄλοχος πολύδωρος : ἄνευθε δέ σε μέγα νῶϊν
89
Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.
90
ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν
91
πολλὰ λισσομένω : οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθον,
92
ἀλλ᾽ ὅ γε μίμν᾽ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
93
ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
94
βεβρωκὼς κακὰ φάρμακ᾽ , ἔδυ δέ τέ μιν χόλος αἰνός,
95
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ:
96
ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
97
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ᾽ ἐρείσας:
98
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
99
ὤ μοι ἐγών , εἰ μέν κε πύλας καὶ τείχεα δύω,
100
Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
101
ὅς μ᾽ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
102
νύχθ᾽ ὕπο τήνδ᾽ ὀλοὴν ὅτε τ᾽ ὤρετο δῖος Ἀχιλλεύς.
103
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην : ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν.
104
νῦν δ᾽ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
105
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
106
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο:
107
Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
108
ὣς ἐρέουσιν : ἐμοὶ δὲ τότ᾽ ἂν πολὺ κέρδιον εἴη
109
ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,
110
ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
111
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
112
καὶ κόρυθα βριαρήν , δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
113
αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
114
καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ,
115
πάντα μάλ᾽ ὅσσά τ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
116
ἠγάγετο Τροίηνδ᾽ , ἥ τ᾽ ἔπλετο νείκεος ἀρχή,
117
δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν , ἅμα δ᾽ ἀμφὶς Ἀχαιοῖς
118
ἄλλ᾽ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε:
119
Τρωσὶν δ᾽ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
120
μή τι κατακρύψειν , ἀλλ᾽ ἄνδιχα πάντα δάσασθαι
121
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει:
122
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
123
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών , ὃ δέ μ᾽ οὐκ ἐλεήσει
124
οὐδέ τί μ᾽ αἰδέσεται , κτενέει δέ με γυμνὸν ἐόντα
125
αὔτως ὥς τε γυναῖκα , ἐπεί κ᾽ ἀπὸ τεύχεα δύω.
126
οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ᾽ ἀπὸ πέτρης
127
τῷ ὀαριζέμεναι , ἅ τε παρθένος ἠΐθεός τε
128
παρθένος ἠΐθεός τ᾽ ὀαρίζετον ἀλλήλοιιν.
129
βέλτερον αὖτ᾽ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα:
130
εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
131
ὣς ὅρμαινε μένων , ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
132
ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
133
σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
134
δεινήν : ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
135
ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.
136
Ἕκτορα δ᾽ , ὡς ἐνόησεν , ἕλε τρόμος : οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
137
αὖθι μένειν , ὀπίσω δὲ πύλας λίπε , βῆ δὲ φοβηθείς:
138
Πηλεΐδης δ᾽ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
139
ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
140
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
141
ἣ δέ θ᾽ ὕπαιθα φοβεῖται , ὃ δ᾽ ἐγγύθεν ὀξὺ λεληκὼς
142
ταρφέ᾽ ἐπαΐσσει , ἑλέειν τέ ἑ θυμὸς ἀνώγει:
143
ὣς ἄρ᾽ ὅ γ᾽ ἐμμεμαὼς ἰθὺς πέτετο , τρέσε δ᾽ Ἕκτωρ
144
τεῖχος ὕπο Τρώων , λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα.
145
οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
146
τείχεος αἰὲν ὑπ᾽ ἐκ κατ᾽ ἀμαξιτὸν ἐσσεύοντο,
147
κρουνὼ δ᾽ ἵκανον καλλιρρόω : ἔνθα δὲ πηγαὶ
148
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
149
ἣ μὲν γάρ θ᾽ ὕδατι λιαρῷ ῥέει , ἀμφὶ δὲ καπνὸς
150
γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο:
151
ἣ δ᾽ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,
152
ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
153
ἔνθα δ᾽ ἐπ᾽ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι
154
καλοὶ λαΐνεοι , ὅθι εἵματα σιγαλόεντα
155
πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες
156
τὸ πρὶν ἐπ᾽ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.
157
τῇ ῥα παραδραμέτην φεύγων ὃ δ᾽ ὄπισθε διώκων:
158
πρόσθε μὲν ἐσθλὸς ἔφευγε , δίωκε δέ μιν μέγ᾽ ἀμείνων
159
καρπαλίμως , ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην
160
ἀρνύσθην , ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,
161
ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.
162
ὡς δ᾽ ὅτ᾽ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι
163
ῥίμφα μάλα τρωχῶσι : τὸ δὲ μέγα κεῖται ἄεθλον
164
ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος:
165
ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην
166
καρπαλίμοισι πόδεσσι : θεοὶ δ᾽ ἐς πάντες ὁρῶντο:
167
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:
168
ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος
169
ὀφθαλμοῖσιν ὁρῶμαι : ἐμὸν δ᾽ ὀλοφύρεται ἦτορ
170
Ἕκτορος , ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί᾽ ἔκηεν
171
Ἴδης ἐν κορυφῇσι πολυπτύχου , ἄλλοτε δ᾽ αὖτε
172
ἐν πόλει ἀκροτάτῃ : νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς
173
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.
174
ἀλλ᾽ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε
175
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν , ἦέ μιν ἤδη
176
Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.
177
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
178
ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες:
179
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
180
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
181
ἔρδ᾽ : ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
182
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
183
θάρσει Τριτογένεια φίλον τέκος : οὔ νύ τι θυμῷ
184
πρόφρονι μυθέομαι , ἐθέλω δέ τοι ἤπιος εἶναι:
185
ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο , μὴ δ᾽ ἔτ᾽ ἐρώει.
186
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην:
187
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
188
Ἕκτορα δ᾽ ἀσπερχὲς κλονέων ἔφεπ᾽ ὠκὺς Ἀχιλλεύς.
189
ὡς δ᾽ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται
190
ὄρσας ἐξ εὐνῆς διά τ᾽ ἄγκεα καὶ διὰ βήσσας:
191
τὸν δ᾽ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,
192
ἀλλά τ᾽ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ:
193
ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.
194
ὁσσάκι δ᾽ ὁρμήσειε πυλάων Δαρδανιάων
195
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,
196
εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,
197
τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς
198
πρὸς πεδίον : αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ᾽ αἰεί.
199
ὡς δ᾽ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν:
200
οὔτ᾽ ἄρ᾽ ὃ τὸν δύναται ὑποφεύγειν οὔθ᾽ ὃ διώκειν:
201
ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν , οὐδ᾽ ὃς ἀλύξαι.
202
πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,
203
εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ᾽ Ἀπόλλων
204
ἐγγύθεν , ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;
205
λαοῖσιν δ᾽ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,
206
οὐδ᾽ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,
207
μή τις κῦδος ἄροιτο βαλών , ὃ δὲ δεύτερος ἔλθοι.
208
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,
209
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,
210
ἐν δ᾽ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,
211
τὴν μὲν Ἀχιλλῆος , τὴν δ᾽ Ἕκτορος ἱπποδάμοιο,
212
ἕλκε δὲ μέσσα λαβών : ῥέπε δ᾽ Ἕκτορος αἴσιμον ἦμαρ,
213
ᾤχετο δ᾽ εἰς Ἀΐδαο , λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων.
214
Πηλεΐωνα δ᾽ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
215
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
216
νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ᾽ Ἀχιλλεῦ
217
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
218
Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
219
οὔ οἱ νῦν ἔτι γ᾽ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
220
οὐδ᾽ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
221
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
222
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε , τόνδε δ᾽ ἐγώ τοι
223
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
224
ὣς φάτ᾽ Ἀθηναίη , ὃ δ᾽ ἐπείθετο , χαῖρε δὲ θυμῷ,
225
στῆ δ᾽ ἄρ᾽ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
226
ἣ δ᾽ ἄρα τὸν μὲν ἔλειπε , κιχήσατο δ᾽ Ἕκτορα δῖον
227
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν:
228
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
229
ἠθεῖ᾽ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
230
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων:
231
ἀλλ᾽ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
232
τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
233
Δηΐφοβ᾽ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
234
γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας:
235
νῦν δ᾽ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
236
ὃς ἔτλης ἐμεῦ εἵνεκ᾽ , ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
237
τείχεος ἐξελθεῖν , ἄλλοι δ᾽ ἔντοσθε μένουσι.
238
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
239
ἠθεῖ᾽ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
240
λίσσονθ᾽ ἑξείης γουνούμενοι , ἀμφὶ δ᾽ ἑταῖροι,
241
αὖθι μένειν : τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες:
242
ἀλλ᾽ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ.
243
νῦν δ᾽ ἰθὺς μεμαῶτε μαχώμεθα , μὴ δέ τι δούρων
244
ἔστω φειδωλή , ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς
245
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται
246
νῆας ἔπι γλαφυράς , ἦ κεν σῷ δουρὶ δαμήῃ.
247
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ᾽ Ἀθήνη:
248
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
249
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
250
οὔ σ᾽ ἔτι Πηλέος υἱὲ φοβήσομαι , ὡς τὸ πάρος περ
251
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον , οὐδέ ποτ᾽ ἔτλην
252
μεῖναι ἐπερχόμενον : νῦν αὖτέ με θυμὸς ἀνῆκε
253
στήμεναι ἀντία σεῖο : ἕλοιμί κεν ἤ κεν ἁλοίην.
254
ἀλλ᾽ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα : τοὶ γὰρ ἄριστοι
255
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων:
256
οὐ γὰρ ἐγώ σ᾽ ἔκπαγλον ἀεικιῶ , αἴ κεν ἐμοὶ Ζεὺς
257
δώῃ καμμονίην , σὴν δὲ ψυχὴν ἀφέλωμαι:
258
ἀλλ᾽ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε᾽ Ἀχιλλεῦ
259
νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν : ὣς δὲ σὺ ῥέζειν.
260
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
261
Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε:
262
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά,
263
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν,
264
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν,
265
ὣς οὐκ ἔστ᾽ ἐμὲ καὶ σὲ φιλήμεναι , οὐδέ τι νῶϊν
266
ὅρκια ἔσσονται , πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντα
267
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.
268
παντοίης ἀρετῆς μιμνήσκεο : νῦν σε μάλα χρὴ
269
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν.
270
οὔ τοι ἔτ᾽ ἔσθ᾽ ὑπάλυξις , ἄφαρ δέ σε Παλλὰς Ἀθήνη
271
ἔγχει ἐμῷ δαμάᾳ : νῦν δ᾽ ἀθρόα πάντ᾽ ἀποτίσεις
272
κήδε᾽ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
273
ἦ ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος:
274
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ:
275
ἕζετο γὰρ προϊδών , τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,
276
ἐν γαίῃ δ᾽ ἐπάγη : ἀνὰ δ᾽ ἥρπασε Παλλὰς Ἀθήνη,
277
ἂψ δ᾽ Ἀχιλῆϊ δίδου , λάθε δ᾽ Ἕκτορα ποιμένα λαῶν.
278
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα:
279
ἤμβροτες , οὐδ᾽ ἄρα πώ τι θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
280
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον , ἦ τοι ἔφης γε:
281
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
282
ὄφρά σ᾽ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
283
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
284
ἀλλ᾽ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
285
εἴ τοι ἔδωκε θεός : νῦν αὖτ᾽ ἐμὸν ἔγχος ἄλευαι
286
χάλκεον : ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
287
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
288
σεῖο καταφθιμένοιο : σὺ γάρ σφισι πῆμα μέγιστον.
289
ἦ ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
290
καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ᾽ ἀφάμαρτε:
291
τῆλε δ᾽ ἀπεπλάγχθη σάκεος δόρυ : χώσατο δ᾽ Ἕκτωρ
292
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
293
στῆ δὲ κατηφήσας , οὐδ᾽ ἄλλ᾽ ἔχε μείλινον ἔγχος.
294
Δηΐφοβον δ᾽ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας:
295
ᾔτεέ μιν δόρυ μακρόν : ὃ δ᾽ οὔ τί οἱ ἐγγύθεν ἦεν.
296
Ἕκτωρ δ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:
297
ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν:
298
Δηΐφοβον γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωα παρεῖναι:
299
ἀλλ᾽ ὃ μὲν ἐν τείχει , ἐμὲ δ᾽ ἐξαπάτησεν Ἀθήνη.
300
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός , οὐδ᾽ ἔτ᾽ ἄνευθεν,
301
οὐδ᾽ ἀλέη : ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
302
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ , οἵ με πάρος γε
303
πρόφρονες εἰρύατο : νῦν αὖτέ με μοῖρα κιχάνει.
304
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
305
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
306
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
307
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
308
οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις,
309
ὅς τ᾽ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
310
ἁρπάξων ἢ ἄρν᾽ ἀμαλὴν ἤ πτῶκα λαγωόν:
311
ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
312
ὁρμήθη δ᾽ Ἀχιλεύς , μένεος δ᾽ ἐμπλήσατο θυμὸν
313
ἀγρίου , πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
314
καλὸν δαιδάλεον , κόρυθι δ᾽ ἐπένευε φαεινῇ
315
τετραφάλῳ : καλαὶ δὲ περισσείοντο ἔθειραι
316
χρύσεαι , ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
317
οἷος δ᾽ ἀστὴρ εἶσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ
318
ἕσπερος , ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
319
ὣς αἰχμῆς ἀπέλαμπ᾽ εὐήκεος , ἣν ἄρ᾽ Ἀχιλλεὺς
320
πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
321
εἰσορόων χρόα καλόν , ὅπῃ εἴξειε μάλιστα.
322
τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
323
καλά , τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς:
324
φαίνετο δ᾽ ᾗ κληῗδες ἀπ᾽ ὤμων αὐχέν᾽ ἔχουσι
325
λαυκανίην , ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος:
326
τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτ᾽ ἔλασ᾽ ἔγχεϊ δῖος Ἀχιλλεύς,
327
ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή:
328
οὐδ᾽ ἄρ᾽ ἀπ᾽ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
329
ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
330
ἤριπε δ᾽ ἐν κονίῃς : ὃ δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς:
331
Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ᾽ ἐξεναρίζων
332
σῶς ἔσσεσθ᾽ , ἐμὲ δ᾽ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα
333
νήπιε : τοῖο δ᾽ ἄνευθεν ἀοσσητὴρ μέγ᾽ ἀμείνων
334
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην,
335
ὅς τοι γούνατ᾽ ἔλυσα : σὲ μὲν κύνες ἠδ᾽ οἰωνοὶ
336
ἑλκήσουσ᾽ ἀϊκῶς , τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.
337
τὸν δ᾽ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ:
338
λίσσομ᾽ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων
339
μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν,
340
ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο
341
δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ,
342
σῶμα δὲ οἴκαδ᾽ ἐμὸν δόμεναι πάλιν , ὄφρα πυρός με
343
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.
344
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς:
345
μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων:
346
αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη
347
ὤμ᾽ ἀποταμνόμενον κρέα ἔδμεναι , οἷα ἔοργας,
348
ὡς οὐκ ἔσθ᾽ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι,
349
οὐδ᾽ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ᾽ ἄποινα
350
στήσωσ᾽ ἐνθάδ᾽ ἄγοντες , ὑπόσχωνται δὲ καὶ ἄλλα,
351
οὐδ᾽ εἴ κέν σ᾽ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι
352
Δαρδανίδης Πρίαμος : οὐδ᾽ ὧς σέ γε πότνια μήτηρ
353
ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή,
354
ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται.
355
τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ:
356
ἦ σ᾽ εὖ γιγνώσκων προτιόσσομαι , οὐδ᾽ ἄρ᾽ ἔμελλον
357
πείσειν : ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός.
358
φράζεο νῦν , μή τοί τι θεῶν μήνιμα γένωμαι
359
ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων
360
ἐσθλὸν ἐόντ᾽ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν.
361
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
362
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
363
ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.
364
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς:
365
τέθναθι : κῆρα δ᾽ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
366
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.
367
ἦ ῥα , καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
368
καὶ τό γ᾽ ἄνευθεν ἔθηχ᾽ , ὃ δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα
369
αἱματόεντ᾽ : ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
370
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
371
Ἕκτορος : οὐδ᾽ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
372
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
373
ὢ πόποι , ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
374
Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
375
ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
376
τὸν δ᾽ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
377
στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
378
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
379
ἐπεὶ δὴ τόνδ᾽ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
380
ὃς κακὰ πόλλ᾽ ἔρρεξεν ὅσ᾽ οὐ σύμπαντες οἱ ἄλλοι,
381
εἰ δ᾽ ἄγετ᾽ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
382
ὄφρά κ᾽ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν᾽ ἔχουσιν,
383
ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
384
ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ᾽ ἐόντος.
385
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;
386
κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
387
Πάτροκλος : τοῦ δ᾽ οὐκ ἐπιλήσομαι , ὄφρ᾽ ἂν ἔγωγε
388
ζωοῖσιν μετέω καί μοι φίλα γούνατ᾽ ὀρώρῃ:
389
εἰ δὲ θανόντων περ καταλήθοντ᾽ εἰν Ἀΐδαο
390
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ᾽ ἑταίρου.
391
νῦν δ᾽ ἄγ᾽ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
392
νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα , τόνδε δ᾽ ἄγωμεν.
393
ἠράμεθα μέγα κῦδος : ἐπέφνομεν Ἕκτορα δῖον,
394
ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο.
395
ἦ ῥα , καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα.
396
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε
397
ἐς σφυρὸν ἐκ πτέρνης , βοέους δ᾽ ἐξῆπτεν ἱμάντας,
398
ἐκ δίφροιο δ᾽ ἔδησε , κάρη δ᾽ ἕλκεσθαι ἔασεν:
399
ἐς δίφρον δ᾽ ἀναβὰς ἀνά τε κλυτὰ τεύχε᾽ ἀείρας
400
μάστιξέν ῥ᾽ ἐλάαν , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
401
τοῦ δ᾽ ἦν ἑλκομένοιο κονίσαλος , ἀμφὶ δὲ χαῖται
402
κυάνεαι πίτναντο , κάρη δ᾽ ἅπαν ἐν κονίῃσι
403
κεῖτο πάρος χαρίεν : τότε δὲ Ζεὺς δυσμενέεσσι
404
δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ.
405
ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν : ἣ δέ νυ μήτηρ
406
τίλλε κόμην , ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην
407
τηλόσε , κώκυσεν δὲ μάλα μέγα παῖδ᾽ ἐσιδοῦσα:
408
ᾤμωξεν δ᾽ ἐλεεινὰ πατὴρ φίλος , ἀμφὶ δὲ λαοὶ
409
κωκυτῷ τ᾽ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ.
410
τῷ δὲ μάλιστ᾽ ἄρ᾽ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα
411
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ᾽ ἄκρης.
412
λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα
413
ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων.
414
πάντας δ᾽ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον,
415
ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον:
416
σχέσθε φίλοι , καί μ᾽ οἶον ἐάσατε κηδόμενοί περ
417
ἐξελθόντα πόληος ἱκέσθ᾽ ἐπὶ νῆας Ἀχαιῶν.
418
λίσσωμ᾽ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν,
419
ἤν πως ἡλικίην αἰδέσσεται ἠδ᾽ ἐλεήσῃ
420
γῆρας : καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται
421
Πηλεύς , ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι
422
Τρωσί : μάλιστα δ᾽ ἐμοὶ περὶ πάντων ἄλγε᾽ ἔθηκε.
423
τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας:
424
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ
425
ὡς ἑνός , οὗ μ᾽ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,
426
Ἕκτορος : ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι:
427
τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε
428
μήτηρ θ᾽ , ἥ μιν ἔτικτε δυσάμμορος , ἠδ᾽ ἐγὼ αὐτός.
429
ὣς ἔφατο κλαίων , ἐπὶ δὲ στενάχοντο πολῖται:
430
Τρῳῇσιν δ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο:
431
τέκνον ἐγὼ δειλή : τί νυ βείομαι αἰνὰ παθοῦσα
432
σεῦ ἀποτεθνηῶτος ; ὅ μοι νύκτάς τε καὶ ἦμαρ
433
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο , πᾶσί τ᾽ ὄνειαρ
434
Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν , οἵ σε θεὸν ὣς
435
δειδέχατ᾽ : ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα
436
ζωὸς ἐών : νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
437
ὣς ἔφατο κλαίουσ᾽ , ἄλοχος δ᾽ οὔ πώ τι πέπυστο
438
Ἕκτορος : οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
439
ἤγγειλ᾽ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων,
440
ἀλλ᾽ ἥ γ᾽ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο
441
δίπλακα πορφυρέην , ἐν δὲ θρόνα ποικίλ᾽ ἔπασσε.
442
κέκλετο δ᾽ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα
443
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , ὄφρα πέλοιτο
444
Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι
445
νηπίη , οὐδ᾽ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν
446
χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη.
447
κωκυτοῦ δ᾽ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου:
448
τῆς δ᾽ ἐλελίχθη γυῖα , χαμαὶ δέ οἱ ἔκπεσε κερκίς:
449
ἣ δ᾽ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα:
450
δεῦτε δύω μοι ἕπεσθον , ἴδωμ᾽ ὅτιν᾽ ἔργα τέτυκται.
451
αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον , ἐν δ᾽ ἐμοὶ αὐτῇ
452
στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα , νέρθε δὲ γοῦνα
453
πήγνυται : ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν.
454
αἲ γὰρ ἀπ᾽ οὔατος εἴη ἐμεῦ ἔπος : ἀλλὰ μάλ᾽ αἰνῶς
455
δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
456
μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται,
457
καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
458
ἥ μιν ἔχεσκ᾽ , ἐπεὶ οὔ ποτ᾽ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν,
459
ἀλλὰ πολὺ προθέεσκε , τὸ ὃν μένος οὐδενὶ εἴκων.
460
ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
461
παλλομένη κραδίην : ἅμα δ᾽ ἀμφίπολοι κίον αὐτῇ
462
αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
463
ἔστη παπτήνασ᾽ ἐπὶ τείχεϊ , τὸν δὲ νόησεν
464
ἑλκόμενον πρόσθεν πόλιος : ταχέες δέ μιν ἵπποι
465
ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
466
τὴν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν,
467
ἤριπε δ᾽ ἐξοπίσω , ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε.
468
τῆλε δ᾽ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα,
469
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
470
κρήδεμνόν θ᾽ , ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
471
ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ᾽ Ἕκτωρ
472
ἐκ δόμου Ἠετίωνος , ἐπεὶ πόρε μυρία ἕδνα.
473
ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν,
474
αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι.
475
ἣ δ᾽ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
476
ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν:
477
Ἕκτορ ἐγὼ δύστηνος : ἰῇ ἄρα γεινόμεθ᾽ αἴσῃ
478
ἀμφότεροι , σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα,
479
αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
480
ἐν δόμῳ Ἠετίωνος , ὅ μ᾽ ἔτρεφε τυτθὸν ἐοῦσαν
481
δύσμορος αἰνόμορον : ὡς μὴ ὤφελλε τεκέσθαι.
482
νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
483
ἔρχεαι , αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
484
χήρην ἐν μεγάροισι : πάϊς δ᾽ ἔτι νήπιος αὔτως,
485
ὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι : οὔτε σὺ τούτῳ
486
ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες , οὔτε σοὶ οὗτος.
487
ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν,
488
αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε᾽ ὀπίσσω
489
ἔσσοντ᾽ : ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας.
490
ἦμαρ δ᾽ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι:
491
πάντα δ᾽ ὑπεμνήμυκε , δεδάκρυνται δὲ παρειαί,
492
δευόμενος δέ τ᾽ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους,
493
ἄλλον μὲν χλαίνης ἐρύων , ἄλλον δὲ χιτῶνος:
494
τῶν δ᾽ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε:
495
χείλεα μέν τ᾽ ἐδίην᾽ , ὑπερῴην δ᾽ οὐκ ἐδίηνε.
496
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
497
χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων:
498
ἔρρ᾽ οὕτως : οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν.
499
δακρυόεις δέ τ᾽ ἄνεισι πάϊς ἐς μητέρα χήρην
500
Ἀστυάναξ , ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
501
μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν:
502
αὐτὰρ ὅθ᾽ ὕπνος ἕλοι , παύσαιτό τε νηπιαχεύων,
503
εὕδεσκ᾽ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
504
εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ:
505
νῦν δ᾽ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
506
Ἀστυάναξ , ὃν Τρῶες ἐπίκλησιν καλέουσιν:
507
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά.
508
νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων
509
αἰόλαι εὐλαὶ ἔδονται , ἐπεί κε κύνες κορέσωνται
510
γυμνόν : ἀτάρ τοι εἵματ᾽ ἐνὶ μεγάροισι κέονται
511
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν.
512
ἀλλ᾽ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ
513
οὐδὲν σοί γ᾽ ὄφελος , ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς,
514
ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι.
515
ὣς ἔφατο κλαίουσ᾽ , ἐπὶ δὲ στενάχοντο γυναῖκες.