Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο
2
χρυσέῳ ἐν δαπέδῳ , μετὰ δέ σφισι πότνια Ἥβη
3
νέκταρ ἐοινοχόει : τοὶ δὲ χρυσέοις δεπάεσσι
4
δειδέχατ᾽ ἀλλήλους , Τρώων πόλιν εἰσορόωντες:
5
αὐτίκ᾽ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην
6
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων:
7
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων
8
Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.
9
ἀλλ᾽ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι
10
τέρπεσθον : τῷ δ᾽ αὖτε φιλομειδὴς Ἀφροδίτη
11
αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει:
12
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.
13
ἀλλ᾽ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου:
14
ἡμεῖς δὲ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα,
15
ἤ ῥ᾽ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
16
ὄρσομεν , ἦ φιλότητα μετ᾽ ἀμφοτέροισι βάλωμεν.
17
εἰ δ᾽ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,
18
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,
19
αὖτις δ᾽ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.
20
ὣς ἔφαθ᾽ , αἳ δ᾽ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη:
21
πλησίαι αἵ γ᾽ ἥσθην , κακὰ δὲ Τρώεσσι μεδέσθην.
22
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
23
σκυζομένη Διὶ πατρί , χόλος δέ μιν ἄγριος ᾕρει:
24
Ἥρῃ δ᾽ οὐκ ἔχαδε στῆθος χόλον , ἀλλὰ προσηύδα:
25
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες:
26
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ᾽ ἀτέλεστον,
27
ἱδρῶ θ᾽ ὃν ἵδρωσα μόγῳ , καμέτην δέ μοι ἵπποι
28
λαὸν ἀγειρούσῃ , Πριάμῳ κακὰ τοῖό τε παισίν.
29
ἕρδ᾽ : ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
30
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς:
31
δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες
32
τόσσα κακὰ ῥέζουσιν , ὅ τ᾽ ἀσπερχὲς μενεαίνεις
33
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;
34
εἰ δὲ σύ γ᾽ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ
35
ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας
36
ἄλλους τε Τρῶας , τότε κεν χόλον ἐξακέσαιο.
37
ἕρξον ὅπως ἐθέλεις : μὴ τοῦτό γε νεῖκος ὀπίσσω
38
σοὶ καὶ ἐμοὶ μέγ᾽ ἔρισμα μετ᾽ ἀμφοτέροισι γένηται.
39
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
40
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι
41
τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,
42
μή τι διατρίβειν τὸν ἐμὸν χόλον , ἀλλά μ᾽ ἐᾶσαι:
43
καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ:
44
αἳ γὰρ ὑπ᾽ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι
45
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,
46
τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ
47
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
48
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
49
λοιβῆς τε κνίσης τε : τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
50
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
51
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες
52
Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη:
53
τὰς διαπέρσαι ὅτ᾽ ἄν τοι ἀπέχθωνται περὶ κῆρι:
54
τάων οὔ τοι ἐγὼ πρόσθ᾽ ἵσταμαι οὐδὲ μεγαίρω.
55
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,
56
οὐκ ἀνύω φθονέουσ᾽ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.
57
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον:
58
καὶ γὰρ ἐγὼ θεός εἰμι , γένος δέ μοι ἔνθεν ὅθεν σοί,
59
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,
60
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
61
κέκλημαι , σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις.
62
ἀλλ᾽ ἤτοι μὲν ταῦθ᾽ ὑποείξομεν ἀλλήλοισι,
63
σοὶ μὲν ἐγώ , σὺ δ᾽ ἐμοί : ἐπὶ δ᾽ ἕψονται θεοὶ ἄλλοι
64
ἀθάνατοι : σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι
65
ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,
66
πειρᾶν δ᾽ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
67
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
68
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
69
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:
70
αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,
71
πειρᾶν δ᾽ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς
72
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.
73
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
74
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα.
75
οἷον δ᾽ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω
76
ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν
77
λαμπρόν : τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται:
78
τῷ ἐϊκυῖ᾽ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,
79
κὰδ δ᾽ ἔθορ᾽ ἐς μέσσον : θάμβος δ᾽ ἔχεν εἰσορόωντας
80
Τρῶάς θ᾽ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς:
81
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
82
ἦ ῥ᾽ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ
83
ἔσσεται , ἢ φιλότητα μετ᾽ ἀμφοτέροισι τίθησι
84
Ζεύς , ὅς τ᾽ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
85
ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.
86
ἣ δ᾽ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ᾽ ὅμιλον
87
Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,
88
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.
89
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε
90
ἑσταότ᾽ : ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
91
λαῶν , οἵ οἱ ἕποντο ἀπ᾽ Αἰσήποιο ῥοάων:
92
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
93
ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.
94
τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,
95
πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,
96
ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ.
97
τοῦ κεν δὴ πάμπρωτα παρ᾽ ἀγλαὰ δῶρα φέροιο,
98
αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν
99
σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ᾽ ἀλεγεινῆς.
100
ἀλλ᾽ ἄγ᾽ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
101
εὔχεο δ᾽ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
102
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
103
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
104
ὣς φάτ᾽ Ἀθηναίη , τῷ δὲ φρένας ἄφρονι πεῖθεν:
105
αὐτίκ᾽ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς
106
ἀγρίου , ὅν ῥά ποτ᾽ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
107
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι
108
βεβλήκει πρὸς στῆθος : ὃ δ᾽ ὕπτιος ἔμπεσε πέτρῃ.
109
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει:
110
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
111
πᾶν δ᾽ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
112
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
113
ἀγκλίνας : πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι
114
μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν
115
πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν.
116
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης , ἐκ δ᾽ ἕλετ᾽ ἰὸν
117
ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ᾽ ὀδυνάων:
118
αἶψα δ᾽ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,
119
εὔχετο δ᾽ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ
120
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην
121
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.
122
ἕλκε δ᾽ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια:
123
νευρὴν μὲν μαζῷ πέλασεν , τόξῳ δὲ σίδηρον.
124
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,
125
λίγξε βιός , νευρὴ δὲ μέγ᾽ ἴαχεν , ἆλτο δ᾽ ὀϊστὸς
126
ὀξυβελὴς καθ᾽ ὅμιλον ἐπιπτέσθαι μενεαίνων.
127
οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο
128
ἀθάνατοι , πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,
129
ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.
130
ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ
131
παιδὸς ἐέργῃ μυῖαν ὅθ᾽ ἡδέϊ λέξεται ὕπνῳ,
132
αὐτὴ δ᾽ αὖτ᾽ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες
133
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.
134
ἐν δ᾽ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός:
135
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,
136
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο
137
μίτρης θ᾽ , ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,
138
ἥ οἱ πλεῖστον ἔρυτο : διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.
139
ἀκρότατον δ᾽ ἄρ᾽ ὀϊστὸς ἐπέγραψε χρόα φωτός:
140
αὐτίκα δ᾽ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.
141
ὡς δ᾽ ὅτε τίς τ᾽ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ
142
Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων:
143
κεῖται δ᾽ ἐν θαλάμῳ , πολέες τέ μιν ἠρήσαντο
144
ἱππῆες φορέειν : βασιλῆϊ δὲ κεῖται ἄγαλμα,
145
ἀμφότερον κόσμός θ᾽ ἵππῳ ἐλατῆρί τε κῦδος:
146
τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ
147
εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ᾽ ὑπένερθε.
148
ῥίγησεν δ᾽ ἄρ᾽ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
149
ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς:
150
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.
151
ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας
152
ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.
153
τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων
154
χειρὸς ἔχων Μενέλαον , ἐπεστενάχοντο δ᾽ ἑταῖροι:
155
φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι᾽ ἔταμνον
156
οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,
157
ὥς σ᾽ ἔβαλον Τρῶες , κατὰ δ᾽ ὅρκια πιστὰ πάτησαν.
158
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν
159
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.
160
εἴ περ γάρ τε καὶ αὐτίκ᾽ Ὀλύμπιος οὐκ ἐτέλεσσεν,
161
ἔκ τε καὶ ὀψὲ τελεῖ , σύν τε μεγάλῳ ἀπέτισαν
162
σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.
163
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:
164
ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
165
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,
166
Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
167
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι
168
τῆσδ᾽ ἀπάτης κοτέων : τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα:
169
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε
170
αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.
171
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην:
172
αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης:
173
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν
174
Ἀργείην Ἑλένην : σέο δ᾽ ὀστέα πύσει ἄρουρα
175
κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.
176
καί κέ τις ὧδ᾽ ἐρέει Τρώων ὑπερηνορεόντων
177
τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο:
178
αἴθ᾽ οὕτως ἐπὶ πᾶσι χόλον τελέσει᾽ Ἀγαμέμνων,
179
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ᾽ Ἀχαιῶν,
180
καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
181
σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.
182
ὥς ποτέ τις ἐρέει : τότε μοι χάνοι εὐρεῖα χθών.
183
τὸν δ᾽ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος:
184
θάρσει , μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν:
185
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος , ἀλλὰ πάροιθεν
186
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ᾽ ὑπένερθε
187
ζῶμά τε καὶ μίτρη , τὴν χαλκῆες κάμον ἄνδρες.
188
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
189
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε:
190
ἕλκος δ᾽ ἰητὴρ ἐπιμάσσεται ἠδ᾽ ἐπιθήσει
191
φάρμαχ᾽ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.
192
ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα:
193
Ταλθύβι᾽ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον
194
φῶτ᾽ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,
195
ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν,
196
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
197
Τρώων ἢ Λυκίων , τῷ μὲν κλέος , ἄμμι δὲ πένθος.
198
ὣς ἔφατ᾽ , οὐδ᾽ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,
199
βῆ δ᾽ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων
200
παπταίνων ἥρωα Μαχάονα : τὸν δὲ νόησεν
201
ἑσταότ᾽ : ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων
202
λαῶν , οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.
203
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
204
ὄρσ᾽ Ἀσκληπιάδη , καλέει κρείων Ἀγαμέμνων,
205
ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν,
206
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς
207
Τρώων ἢ Λυκίων , τῷ μὲν κλέος , ἄμμι δὲ πένθος.
208
ὣς φάτο , τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε:
209
βὰν δ᾽ ἰέναι καθ᾽ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.
210
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι ξανθὸς Μενέλαος
211
βλήμενος ἦν , περὶ δ᾽ αὐτὸν ἀγηγέραθ᾽ ὅσσοι ἄριστοι
212
κυκλόσ᾽ , ὃ δ᾽ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,
213
αὐτίκα δ᾽ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν:
214
τοῦ δ᾽ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.
215
λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ᾽ ὑπένερθε
216
ζῶμά τε καὶ μίτρην , τὴν χαλκῆες κάμον ἄνδρες.
217
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ᾽ ἔμπεσε πικρὸς ὀϊστός,
218
αἷμ᾽ ἐκμυζήσας ἐπ᾽ ἄρ᾽ ἤπια φάρμακα εἰδὼς
219
πάσσε , τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.
220
ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,
221
τόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων:
222
οἳ δ᾽ αὖτις κατὰ τεύχε᾽ ἔδυν , μνήσαντο δὲ χάρμης.
223
ἔνθ᾽ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον
224
οὐδὲ καταπτώσσοντ᾽ οὐδ᾽ οὐκ ἐθέλοντα μάχεσθαι,
225
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.
226
ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ:
227
καὶ τοὺς μὲν θεράπων ἀπάνευθ᾽ ἔχε φυσιόωντας
228
Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο:
229
τῷ μάλα πόλλ᾽ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν
230
γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα:
231
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν:
232
καί ῥ᾽ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,
233
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν:
234
Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς:
235
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ᾽ ἀρωγός,
236
ἀλλ᾽ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο
237
τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,
238
ἡμεῖς αὖτ᾽ ἀλόχους τε φίλας καὶ νήπια τέκνα
239
ἄξομεν ἐν νήεσσιν , ἐπὴν πτολίεθρον ἕλωμεν.
240
οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,
241
τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν:
242
Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;
243
τίφθ᾽ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,
244
αἵ τ᾽ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι
245
ἑστᾶσ᾽ , οὐδ᾽ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή:
246
ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.
247
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες
248
εἰρύατ᾽ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
249
ὄφρα ἴδητ᾽ αἴ κ᾽ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;
250
ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν:
251
ἦλθε δ᾽ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.
252
οἳ δ᾽ ἀμφ᾽ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο:
253
Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,
254
Μηριόνης δ᾽ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.
255
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
256
αὐτίκα δ᾽ Ἰδομενῆα προσηύδα μειλιχίοισιν:
257
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων
258
ἠμὲν ἐνὶ πτολέμῳ ἠδ᾽ ἀλλοίῳ ἐπὶ ἔργῳ
259
ἠδ᾽ ἐν δαίθ᾽ , ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον
260
Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.
261
εἴ περ γάρ τ᾽ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ
262
δαιτρὸν πίνωσιν , σὸν δὲ πλεῖον δέπας αἰεὶ
263
ἕστηχ᾽ , ὥς περ ἐμοί , πιέειν ὅτε θυμὸς ἀνώγοι.
264
ἀλλ᾽ ὄρσευ πόλεμον δ᾽ οἷος πάρος εὔχεαι εἶναι.
265
τὸν δ᾽ αὖτ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
266
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος
267
ἔσσομαι , ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα:
268
ἀλλ᾽ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς
269
ὄφρα τάχιστα μαχώμεθ᾽ , ἐπεὶ σύν γ᾽ ὅρκι᾽ ἔχευαν
270
Τρῶες : τοῖσιν δ᾽ αὖ θάνατος καὶ κήδε᾽ ὀπίσσω
271
ἔσσετ᾽ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.
272
ὣς ἔφατ᾽ , Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ:
273
ἦλθε δ᾽ ἐπ᾽ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν:
274
τὼ δὲ κορυσσέσθην , ἅμα δὲ νέφος εἵπετο πεζῶν.
275
ὡς δ᾽ ὅτ᾽ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ
276
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς:
277
τῷ δέ τ᾽ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα
278
φαίνετ᾽ ἰὸν κατὰ πόντον , ἄγει δέ τε λαίλαπα πολλήν,
279
ῥίγησέν τε ἰδών , ὑπό τε σπέος ἤλασε μῆλα:
280
τοῖαι ἅμ᾽ Αἰάντεσσι διοτρεφέων αἰζηῶν
281
δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες
282
κυάνεαι , σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.
283
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
284
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
285
Αἴαντ᾽ Ἀργείων ἡγήτορε χαλκοχιτώνων,
286
σφῶϊ μέν : οὐ γὰρ ἔοικ᾽ ὀτρυνέμεν : οὔ τι κελεύω:
287
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.
288
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
289
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο:
290
τώ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
291
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
292
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ , βῆ δὲ μετ᾽ ἄλλους:
293
ἔνθ᾽ ὅ γε Νέστορ᾽ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν
294
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι
295
ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε
296
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν:
297
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,
298
πεζοὺς δ᾽ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς
299
ἕρκος ἔμεν πολέμοιο : κακοὺς δ᾽ ἐς μέσσον ἔλασσεν,
300
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.
301
ἱππεῦσιν μὲν πρῶτ᾽ ἐπετέλλετο : τοὺς γὰρ ἀνώγει
302
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ:
303
μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς
304
οἶος πρόσθ᾽ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,
305
μηδ᾽ ἀναχωρείτω : ἀλαπαδνότεροι γὰρ ἔσεσθε.
306
ὃς δέ κ᾽ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ᾽ ἅρμαθ᾽ ἵκηται
307
ἔγχει ὀρεξάσθω , ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.
308
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε᾽ ἐπόρθεον
309
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.
310
ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς:
311
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,
312
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
313
ὦ γέρον εἴθ᾽ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
314
ὥς τοι γούναθ᾽ ἕποιτο , βίη δέ τοι ἔμπεδος εἴη:
315
ἀλλά σε γῆρας τείρει ὁμοίϊον : ὡς ὄφελέν τις
316
ἀνδρῶν ἄλλος ἔχειν , σὺ δὲ κουροτέροισι μετεῖναι.
317
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
318
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς
319
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.
320
ἀλλ᾽ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν:
321
εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.
322
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω
323
βουλῇ καὶ μύθοισι : τὸ γὰρ γέρας ἐστὶ γερόντων.
324
αἰχμὰς δ᾽ αἰχμάσσουσι νεώτεροι , οἵ περ ἐμεῖο
325
ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.
326
ὣς ἔφατ᾽ , Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.
327
εὗρ᾽ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον
328
ἑσταότ᾽ : ἀμφὶ δ᾽ Ἀθηναῖοι μήστωρες ἀϋτῆς:
329
αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,
330
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ
331
ἕστασαν : οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,
332
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες
333
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν : οἳ δὲ μένοντες
334
ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν
335
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.
336
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,
337
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
338
ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,
339
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον
340
τίπτε καταπτώσσοντες ἀφέστατε , μίμνετε δ᾽ ἄλλους;
341
σφῶϊν μέν τ᾽ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας
342
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι:
343
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,
344
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.
345
ἔνθα φίλ᾽ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα
346
οἴνου πινέμεναι μελιηδέος ὄφρ᾽ ἐθέλητον:
347
νῦν δὲ φίλως χ᾽ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν
348
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.
349
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
350
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;
351
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ᾽ Ἀχαιοὶ
352
Τρωσὶν ἐφ᾽ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;
353
ὄψεαι αἴ κ᾽ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ
354
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
355
Τρώων ἱπποδάμων : σὺ δὲ ταῦτ᾽ ἀνεμώλια βάζεις.
356
τὸν δ᾽ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων
357
ὡς γνῶ χωομένοιο : πάλιν δ᾽ ὅ γε λάζετο μῦθον:
358
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
359
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω:
360
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
361
ἤπια δήνεα οἶδε : τὰ γὰρ φρονέεις ἅ τ᾽ ἐγώ περ.
362
ἀλλ᾽ ἴθι ταῦτα δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽ εἴ τι κακὸν νῦν
363
εἴρηται , τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.
364
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ , βῆ δὲ μετ᾽ ἄλλους.
365
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα
366
ἑσταότ᾽ ἔν θ᾽ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι:
367
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
368
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
369
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
370
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο
371
τί πτώσσεις , τί δ᾽ ὀπιπεύεις πολέμοιο γεφύρας;
372
οὐ μὲν Τυδέϊ γ᾽ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
373
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
374
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον : οὐ γὰρ ἔγωγε
375
ἤντησ᾽ οὐδὲ ἴδον : περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι.
376
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
377
ξεῖνος ἅμ᾽ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων:
378
οἳ δὲ τότ᾽ ἐστρατόωνθ᾽ ἱερὰ πρὸς τείχεα Θήβης,
379
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους:
380
οἳ δ᾽ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον:
381
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
382
οἳ δ᾽ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,
383
Ἀσωπὸν δ᾽ ἵκοντο βαθύσχοινον λεχεποίην,
384
ἔνθ᾽ αὖτ᾽ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.
385
αὐτὰρ ὃ βῆ , πολέας δὲ κιχήσατο Καδμεΐωνας
386
δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.
387
ἔνθ᾽ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς
388
τάρβει , μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,
389
ἀλλ᾽ ὅ γ᾽ ἀεθλεύειν προκαλίζετο , πάντα δ᾽ ἐνίκα
390
ῥηϊδίως : τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.
391
οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων
392
ἂψ ἄρ᾽ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες
393
κούρους πεντήκοντα : δύω δ᾽ ἡγήτορες ἦσαν,
394
Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,
395
υἱός τ᾽ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.
396
Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε:
397
πάντας ἔπεφν᾽ , ἕνα δ᾽ οἶον ἵει οἶκον δὲ νέεσθαι:
398
Μαίον᾽ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.
399
τοῖος ἔην Τυδεὺς Αἰτώλιος : ἀλλὰ τὸν υἱὸν
400
γείνατο εἷο χέρεια μάχῃ , ἀγορῇ δέ τ᾽ ἀμείνω.
401
ὣς φάτο , τὸν δ᾽ οὔ τι προσέφη κρατερὸς Διομήδης
402
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο:
403
τὸν δ᾽ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο:
404
Ἀτρεΐδη μὴ ψεύδε᾽ ἐπιστάμενος σάφα εἰπεῖν:
405
ἡμεῖς τοι πατέρων μέγ᾽ ἀμείνονες εὐχόμεθ᾽ εἶναι:
406
ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο
407
παυρότερον λαὸν ἀγαγόνθ᾽ ὑπὸ τεῖχος ἄρειον,
408
πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ:
409
κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο:
410
τὼ μή μοι πατέρας ποθ᾽ ὁμοίῃ ἔνθεο τιμῇ.
411
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:
412
τέττα , σιωπῇ ἧσο , ἐμῷ δ᾽ ἐπιπείθεο μύθῳ:
413
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
414
ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς:
415
τούτῳ μὲν γὰρ κῦδος ἅμ᾽ ἕψεται εἴ κεν Ἀχαιοὶ
416
Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,
417
τούτῳ δ᾽ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.
418
ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
419
ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε:
420
δεινὸν δ᾽ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος
421
ὀρνυμένου : ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.
422
ὡς δ᾽ ὅτ᾽ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης
423
ὄρνυτ᾽ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος:
424
πόντῳ μέν τε πρῶτα κορύσσεται , αὐτὰρ ἔπειτα
425
χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει , ἀμφὶ δέ τ᾽ ἄκρας
426
κυρτὸν ἐὸν κορυφοῦται , ἀποπτύει δ᾽ ἁλὸς ἄχνην:
427
ὣς τότ᾽ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες
428
νωλεμέως πόλεμον δέ : κέλευε δὲ οἷσιν ἕκαστος
429
ἡγεμόνων : οἳ δ᾽ ἄλλοι ἀκὴν ἴσαν , οὐδέ κε φαίης
430
τόσσον λαὸν ἕπεσθαι ἔχοντ᾽ ἐν στήθεσιν αὐδήν,
431
σιγῇ δειδιότες σημάντορας : ἀμφὶ δὲ πᾶσι
432
τεύχεα ποικίλ᾽ ἔλαμπε , τὰ εἱμένοι ἐστιχόωντο.
433
Τρῶες δ᾽ , ὥς τ᾽ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ
434
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν
435
ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,
436
ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει:
437
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ᾽ ἴα γῆρυς,
438
ἀλλὰ γλῶσσα μέμικτο , πολύκλητοι δ᾽ ἔσαν ἄνδρες.
439
ὄρσε δὲ τοὺς μὲν Ἄρης , τοὺς δὲ γλαυκῶπις Ἀθήνη
440
Δεῖμός τ᾽ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,
441
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,
442
ἥ τ᾽ ὀλίγη μὲν πρῶτα κορύσσεται , αὐτὰρ ἔπειτα
443
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει:
444
ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ
445
ἐρχομένη καθ᾽ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.
446
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,
447
σύν ῥ᾽ ἔβαλον ῥινούς , σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν
448
χαλκεοθωρήκων : ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
449
ἔπληντ᾽ ἀλλήλῃσι , πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
450
ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
451
ὀλλύντων τε καὶ ὀλλυμένων , ῥέε δ᾽ αἵματι γαῖα.
452
ὡς δ᾽ ὅτε χείμαρροι ποταμοὶ κατ᾽ ὄρεσφι ῥέοντες
453
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ
454
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,
455
τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν:
456
ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.
457
πρῶτος δ᾽ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν
458
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον:
459
τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
460
ἐν δὲ μετώπῳ πῆξε , πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω
461
αἰχμὴ χαλκείη : τὸν δὲ σκότος ὄσσε κάλυψεν,
462
ἤριπε δ᾽ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.
463
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ
464
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,
465
ἕλκε δ᾽ ὑπ᾽ ἐκ βελέων , λελιημένος ὄφρα τάχιστα
466
τεύχεα συλήσειε : μίνυνθα δέ οἱ γένεθ᾽ ὁρμή.
467
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ
468
πλευρά , τά οἱ κύψαντι παρ᾽ ἀσπίδος ἐξεφαάνθη,
469
οὔτησε ξυστῷ χαλκήρεϊ , λῦσε δὲ γυῖα.
470
ὣς τὸν μὲν λίπε θυμός , ἐπ᾽ αὐτῷ δ᾽ ἔργον ἐτύχθη
471
ἀργαλέον Τρώων καὶ Ἀχαιῶν : οἳ δὲ λύκοι ὣς
472
ἀλλήλοις ἐπόρουσαν , ἀνὴρ δ᾽ ἄνδρ᾽ ἐδνοπάλιζεν.
473
ἔνθ᾽ ἔβαλ᾽ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας
474
ἠΐθεον θαλερὸν Σιμοείσιον , ὅν ποτε μήτηρ
475
Ἴδηθεν κατιοῦσα παρ᾽ ὄχθῃσιν Σιμόεντος
476
γείνατ᾽ , ἐπεί ῥα τοκεῦσιν ἅμ᾽ ἕσπετο μῆλα ἰδέσθαι:
477
τοὔνεκά μιν κάλεον Σιμοείσιον : οὐδὲ τοκεῦσι
478
θρέπτρα φίλοις ἀπέδωκε , μινυνθάδιος δέ οἱ αἰὼν
479
ἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
480
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν
481
δεξιόν : ἀντικρὺ δὲ δι᾽ ὤμου χάλκεον ἔγχος
482
ἦλθεν : ὃ δ᾽ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς
483
ἥ ῥά τ᾽ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει
484
λείη , ἀτάρ τέ οἱ ὄζοι ἐπ᾽ ἀκροτάτῃ πεφύασι:
485
τὴν μέν θ᾽ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ
486
ἐξέταμ᾽ , ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ:
487
ἣ μέν τ᾽ ἀζομένη κεῖται ποταμοῖο παρ᾽ ὄχθας.
488
τοῖον ἄρ᾽ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν
489
Αἴας διογενής : τοῦ δ᾽ Ἄντιφος αἰολοθώρηξ
490
Πριαμίδης καθ᾽ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.
491
τοῦ μὲν ἅμαρθ᾽ , ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον
492
βεβλήκει βουβῶνα , νέκυν ἑτέρωσ᾽ ἐρύοντα:
493
ἤριπε δ᾽ ἀμφ᾽ αὐτῷ , νεκρὸς δέ οἱ ἔκπεσε χειρός.
494
τοῦ δ᾽ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,
495
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
496
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ
497
ἀμφὶ ἓ παπτήνας : ὑπὸ δὲ Τρῶες κεκάδοντο
498
ἀνδρὸς ἀκοντίσσαντος : ὃ δ᾽ οὐχ ἅλιον βέλος ἧκεν,
499
ἀλλ᾽ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα
500
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ᾽ ἵππων ὠκειάων.
501
τόν ῥ᾽ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ
502
κόρσην : ἣ δ᾽ ἑτέροιο διὰ κροτάφοιο πέρησεν
503
αἰχμὴ χαλκείη : τὸν δὲ σκότος ὄσσε κάλυψε,
504
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
505
χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ:
506
Ἀργεῖοι δὲ μέγα ἴαχον , ἐρύσαντο δὲ νεκρούς,
507
ἴθυσαν δὲ πολὺ προτέρω : νεμέσησε δ᾽ Ἀπόλλων
508
Περγάμου ἐκκατιδών , Τρώεσσι δὲ κέκλετ᾽ ἀΰσας:
509
ὄρνυσθ᾽ ἱππόδαμοι Τρῶες μηδ᾽ εἴκετε χάρμης
510
Ἀργείοις , ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος
511
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν:
512
οὐ μὰν οὐδ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
513
μάρναται , ἀλλ᾽ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.
514
ὣς φάτ᾽ ἀπὸ πτόλιος δεινὸς θεός : αὐτὰρ Ἀχαιοὺς
515
ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια
516
ἐρχομένη καθ᾽ ὅμιλον , ὅθι μεθιέντας ἴδοιτο.
517
ἔνθ᾽ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε:
518
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι
519
κνήμην δεξιτερήν : βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν
520
Πείρως Ἰμβρασίδης ὃς ἄρ᾽ Αἰνόθεν εἰληλούθει.
521
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς
522
ἄχρις ἀπηλοίησεν : ὃ δ᾽ ὕπτιος ἐν κονίῃσι
523
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας
524
θυμὸν ἀποπνείων : ὃ δ᾽ ἐπέδραμεν ὅς ῥ᾽ ἔβαλέν περ
525
Πείροος , οὖτα δὲ δουρὶ παρ᾽ ὀμφαλόν : ἐκ δ᾽ ἄρα πᾶσαι
526
χύντο χαμαὶ χολάδες , τὸν δὲ σκότος ὄσσε κάλυψε.
527
τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ
528
στέρνον ὑπὲρ μαζοῖο , πάγη δ᾽ ἐν πνεύμονι χαλκός:
529
ἀγχίμολον δέ οἱ ἦλθε Θόας , ἐκ δ᾽ ὄβριμον ἔγχος
530
ἐσπάσατο στέρνοιο , ἐρύσσατο δὲ ξίφος ὀξύ,
531
τῷ ὅ γε γαστέρα τύψε μέσην , ἐκ δ᾽ αἴνυτο θυμόν.
532
τεύχεα δ᾽ οὐκ ἀπέδυσε : περίστησαν γὰρ ἑταῖροι
533
Θρήϊκες ἀκρόκομοι δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντες,
534
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
535
ὦσαν ἀπὸ σφείων : ὃ δὲ χασσάμενος πελεμίχθη.
536
ὣς τώ γ᾽ ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τετάσθην,
537
ἤτοι ὃ μὲν Θρῃκῶν , ὃ δ᾽ Ἐπειῶν χαλκοχιτώνων
538
ἡγεμόνες : πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.
539
ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,
540
ὅς τις ἔτ᾽ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
541
δινεύοι κατὰ μέσσον , ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη
542
χειρὸς ἑλοῦσ᾽ , αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν:
543
πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ
544
πρηνέες ἐν κονίῃσι παρ᾽ ἀλλήλοισι τέταντο.