Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ἔνθ᾽ αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη
2
δῶκε μένος καὶ θάρσος , ἵν᾽ ἔκδηλος μετὰ πᾶσιν
3
Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο:
4
δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ
5
ἀστέρ᾽ ὀπωρινῷ ἐναλίγκιον , ὅς τε μάλιστα
6
λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο:
7
τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,
8
ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.
9
ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων
10
ἱρεὺς Ἡφαίστοιο : δύω δέ οἱ υἱέες ἤστην
11
Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.
12
τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην:
13
τὼ μὲν ἀφ᾽ ἵπποιιν , ὃ δ᾽ ἀπὸ χθονὸς ὄρνυτο πεζός.
14
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
15
Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος:
16
Τυδεΐδεω δ᾽ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ᾽ ἀκωκὴ
17
ἔγχεος , οὐδ᾽ ἔβαλ᾽ αὐτόν : ὃ δ᾽ ὕστερος ὄρνυτο χαλκῷ
18
Τυδεΐδης : τοῦ δ᾽ οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,
19
ἀλλ᾽ ἔβαλε στῆθος μεταμάζιον , ὦσε δ᾽ ἀφ᾽ ἵππων.
20
Ἰδαῖος δ᾽ ἀπόρουσε λιπὼν περικαλλέα δίφρον,
21
οὐδ᾽ ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο:
22
οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,
23
ἀλλ᾽ Ἥφαιστος ἔρυτο , σάωσε δὲ νυκτὶ καλύψας,
24
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.
25
ἵππους δ᾽ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς
26
δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
27
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος
28
τὸν μὲν ἀλευάμενον , τὸν δὲ κτάμενον παρ᾽ ὄχεσφι,
29
πᾶσιν ὀρίνθη θυμός : ἀτὰρ γλαυκῶπις Ἀθήνη
30
χειρὸς ἑλοῦσ᾽ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα:
31
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα
32
οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς
33
μάρνασθ᾽ , ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,
34
νῶϊ δὲ χαζώμεσθα , Διὸς δ᾽ ἀλεώμεθα μῆνιν;
35
ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα:
36
τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ᾽ ἠϊόεντι Σκαμάνδρῳ,
37
Τρῶας δ᾽ ἔκλιναν Δαναοί : ἕλε δ᾽ ἄνδρα ἕκαστος
38
ἡγεμόνων : πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων
39
ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου:
40
πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
41
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσε,
42
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
43
Ἰδομενεὺς δ᾽ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν
44
Βώρου , ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
45
τὸν μὲν ἄρ᾽ Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ
46
νύξ᾽ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον:
47
ἤριπε δ᾽ ἐξ ὀχέων , στυγερὸς δ᾽ ἄρα μιν σκότος εἷλε.
48
τὸν μὲν ἄρ᾽ Ἰδομενῆος ἐσύλευον θεράποντες:
49
υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης
50
Ἀτρεΐδης Μενέλαος ἕλ᾽ ἔγχεϊ ὀξυόεντι
51
ἐσθλὸν θηρητῆρα : δίδαξε γὰρ Ἄρτεμις αὐτὴ
52
βάλλειν ἄγρια πάντα , τά τε τρέφει οὔρεσιν ὕλη:
53
ἀλλ᾽ οὔ οἱ τότε γε χραῖσμ᾽ Ἄρτεμις ἰοχέαιρα,
54
οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο:
55
ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
56
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
57
ὤμων μεσσηγύς , διὰ δὲ στήθεσφιν ἔλασσεν,
58
ἤριπε δὲ πρηνής , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
59
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο , τέκτονος υἱὸν
60
Ἁρμονίδεω , ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα
61
τεύχειν : ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη:
62
ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
63
ἀρχεκάκους , αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
64
οἷ τ᾽ αὐτῷ , ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
65
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων
66
βεβλήκει γλουτὸν κατὰ δεξιόν : ἣ δὲ διαπρὸ
67
ἀντικρὺ κατὰ κύστιν ὑπ᾽ ὀστέον ἤλυθ᾽ ἀκωκή:
68
γνὺξ δ᾽ ἔριπ᾽ οἰμώξας , θάνατος δέ μιν ἀμφεκάλυψε.
69
Πήδαιον δ᾽ ἄρ᾽ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
70
ὅς ῥα νόθος μὲν ἔην , πύκα δ᾽ ἔτρεφε δῖα Θεανὼ
71
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
72
τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
73
βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί:
74
ἀντικρὺ δ᾽ ἀν᾽ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός:
75
ἤριπε δ᾽ ἐν κονίῃ , ψυχρὸν δ᾽ ἕλε χαλκὸν ὀδοῦσιν.
76
Εὐρύπυλος δ᾽ Εὐαιμονίδης Ὑψήνορα δῖον
77
υἱὸν ὑπερθύμου Δολοπίονος , ὅς ῥα Σκαμάνδρου
78
ἀρητὴρ ἐτέτυκτο , θεὸς δ᾽ ὣς τίετο δήμῳ,
79
τὸν μὲν ἄρ᾽ Εὐρύπυλος , Εὐαίμονος ἀγλαὸς υἱός,
80
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ᾽ ὦμον
81
φασγάνῳ ἀΐξας , ἀπὸ δ᾽ ἔξεσε χεῖρα βαρεῖαν:
82
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε : τὸν δὲ κατ᾽ ὄσσε
83
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
84
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
85
Τυδεΐδην δ᾽ οὐκ ἂν γνοίης ποτέροισι μετείη
86
ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ᾽ Ἀχαιοῖς.
87
θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς
88
χειμάρρῳ , ὅς τ᾽ ὦκα ῥέων ἐκέδασσε γεφύρας:
89
τὸν δ᾽ οὔτ᾽ ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,
90
οὔτ᾽ ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων
91
ἐλθόντ᾽ ἐξαπίνης ὅτ᾽ ἐπιβρίσῃ Διὸς ὄμβρος:
92
πολλὰ δ᾽ ὑπ᾽ αὐτοῦ ἔργα κατήριπε κάλ᾽ αἰζηῶν:
93
ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες
94
Τρώων , οὐδ᾽ ἄρα μιν μίμνον πολέες περ ἐόντες.
95
τὸν δ᾽ ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς
96
θύνοντ᾽ ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,
97
αἶψ᾽ ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,
98
καὶ βάλ᾽ ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον
99
θώρηκος γύαλον : διὰ δ᾽ ἔπτατο πικρὸς ὀϊστός,
100
ἀντικρὺ δὲ διέσχε , παλάσσετο δ᾽ αἵματι θώρηξ.
101
τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός:
102
ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων:
103
βέβληται γὰρ ἄριστος Ἀχαιῶν , οὐδέ ἕ φημι
104
δήθ᾽ ἀνσχήσεσθαι κρατερὸν βέλος , εἰ ἐτεόν με
105
ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν.
106
ὣς ἔφατ᾽ εὐχόμενος : τὸν δ᾽ οὐ βέλος ὠκὺ δάμασσεν,
107
ἀλλ᾽ ἀναχωρήσας πρόσθ᾽ ἵπποιιν καὶ ὄχεσφιν
108
ἔστη , καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν:
109
ὄρσο πέπον Καπανηϊάδη , καταβήσεο δίφρου,
110
ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν.
111
ὣς ἄρ᾽ ἔφη , Σθένελος δὲ καθ᾽ ἵππων ἆλτο χαμᾶζε,
112
πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ᾽ ὤμου:
113
αἷμα δ᾽ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.
114
δὴ τότ᾽ ἔπειτ᾽ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης:
115
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
116
εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης
117
δηΐῳ ἐν πολέμῳ , νῦν αὖτ᾽ ἐμὲ φῖλαι Ἀθήνη:
118
δὸς δέ τέ μ᾽ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν
119
ὅς μ᾽ ἔβαλε φθάμενος καὶ ἐπεύχεται , οὐδέ μέ φησι
120
δηρὸν ἔτ᾽ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.
121
ὣς ἔφατ᾽ εὐχόμενος : τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,
122
γυῖα δ᾽ ἔθηκεν ἐλαφρά , πόδας καὶ χεῖρας ὕπερθεν:
123
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
124
θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι:
125
ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα
126
ἄτρομον , οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς:
127
ἀχλὺν δ᾽ αὖ τοι ἀπ᾽ ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,
128
ὄφρ᾽ εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
129
τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ᾽ ἵκηται
130
μή τι σύ γ᾽ ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι
131
τοῖς ἄλλοις : ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
132
ἔλθῃσ᾽ ἐς πόλεμον , τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.
133
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,
134
Τυδεΐδης δ᾽ ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη
135
καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι:
136
δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα
137
ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ᾽ εἰροπόκοις ὀΐεσσι
138
χραύσῃ μέν τ᾽ αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ:
139
τοῦ μέν τε σθένος ὦρσεν , ἔπειτα δέ τ᾽ οὐ προσαμύνει,
140
ἀλλὰ κατὰ σταθμοὺς δύεται , τὰ δ᾽ ἐρῆμα φοβεῖται:
141
αἳ μέν τ᾽ ἀγχιστῖναι ἐπ᾽ ἀλλήλῃσι κέχυνται,
142
αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς:
143
ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.
144
ἔνθ᾽ ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,
145
τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί,
146
τὸν δ᾽ ἕτερον ξίφεϊ μεγάλῳ κληῗδα παρ᾽ ὦμον
147
πλῆξ᾽ , ἀπὸ δ᾽ αὐχένος ὦμον ἐέργαθεν ἠδ᾽ ἀπὸ νώτου.
148
τοὺς μὲν ἔασ᾽ , ὃ δ᾽ Ἄβαντα μετῴχετο καὶ Πολύειδον
149
υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος:
150
τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ᾽ ὀνείρους,
151
ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε:
152
βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε
153
ἄμφω τηλυγέτω : ὃ δὲ τείρετο γήραϊ λυγρῷ,
154
υἱὸν δ᾽ οὐ τέκετ᾽ ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.
155
ἔνθ᾽ ὅ γε τοὺς ἐνάριζε , φίλον δ᾽ ἐξαίνυτο θυμὸν
156
ἀμφοτέρω , πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ
157
λεῖπ᾽ , ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε
158
δέξατο : χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.
159
ἔνθ᾽ υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο
160
εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε.
161
ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ
162
πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,
163
ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς
164
βῆσε κακῶς ἀέκοντας , ἔπειτα δὲ τεύχε᾽ ἐσύλα:
165
ἵππους δ᾽ οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν.
166
τὸν δ᾽ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,
167
βῆ δ᾽ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων
168
Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι:
169
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,
170
στῆ δὲ πρόσθ᾽ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα:
171
Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ
172
καὶ κλέος ; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ᾽ ἀνήρ,
173
οὐδέ τις ἐν Λυκίῃ σέο γ᾽ εὔχεται εἶναι ἀμείνων.
174
ἀλλ᾽ ἄγε τῷδ᾽ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν
175
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
176
Τρῶας , ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν:
177
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν
178
ἱρῶν μηνίσας : χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.
179
τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός:
180
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων
181
Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,
182
ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,
183
ἵππους τ᾽ εἰσορόων : σάφα δ᾽ οὐκ οἶδ᾽ εἰ θεός ἐστιν.
184
εἰ δ᾽ ὅ γ᾽ ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς
185
οὐχ ὅ γ᾽ ἄνευθε θεοῦ τάδε μαίνεται , ἀλλά τις ἄγχι
186
ἕστηκ᾽ ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,
187
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.
188
ἤδη γάρ οἱ ἐφῆκα βέλος , καί μιν βάλον ὦμον
189
δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο:
190
καί μιν ἔγωγ᾽ ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν,
191
ἔμπης δ᾽ οὐκ ἐδάμασσα : θεός νύ τίς ἐστι κοτήεις.
192
ἵπποι δ᾽ οὐ παρέασι καὶ ἅρματα τῶν κ᾽ ἐπιβαίην:
193
ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι
194
καλοὶ πρωτοπαγεῖς νεοτευχέες : ἀμφὶ δὲ πέπλοι
195
πέπτανται : παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι
196
ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.
197
ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων
198
ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν:
199
ἵπποισίν μ᾽ ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα
200
ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας:
201
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην : ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν:
202
ἵππων φειδόμενος , μή μοι δευοίατο φορβῆς
203
ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.
204
ὣς λίπον , αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα
205
τόξοισιν πίσυνος : τὰ δέ μ᾽ οὐκ ἄρ᾽ ἔμελλον ὀνήσειν.
206
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα
207
Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ , ἐκ δ᾽ ἀμφοτέροιιν
208
ἀτρεκὲς αἷμ᾽ ἔσσευα βαλών , ἤγειρα δὲ μᾶλλον.
209
τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα
210
ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν
211
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.
212
εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι
213
πατρίδ᾽ ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,
214
αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς
215
εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην
216
χερσὶ διακλάσσας : ἀνεμώλια γάρ μοι ὀπηδεῖ.
217
τὸν δ᾽ αὖτ᾽ Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα:
218
μὴ δ᾽ οὕτως ἀγόρευε : πάρος δ᾽ οὐκ ἔσσεται ἄλλως,
219
πρίν γ᾽ ἐπὶ νὼ τῷδ᾽ ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν
220
ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι.
221
ἀλλ᾽ ἄγ᾽ ἐμῶν ὀχέων ἐπιβήσεο , ὄφρα ἴδηαι
222
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
223
κραιπνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:
224
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον , εἴ περ ἂν αὖτε
225
Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ.
226
ἀλλ᾽ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα
227
δέξαι , ἐγὼ δ᾽ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι:
228
ἠὲ σὺ τόνδε δέδεξο , μελήσουσιν δ᾽ ἐμοὶ ἵπποι.
229
τὸν δ᾽ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός:
230
Αἰνεία σὺ μὲν αὐτὸς ἔχ᾽ ἡνία καὶ τεὼ ἵππω:
231
μᾶλλον ὑφ᾽ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα
232
οἴσετον , εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν:
233
μὴ τὼ μὲν δείσαντε ματήσετον , οὐδ᾽ ἐθέλητον
234
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
235
νῶϊ δ᾽ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς
236
αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
237
ἀλλὰ σύ γ᾽ αὐτὸς ἔλαυνε τέ᾽ ἅρματα καὶ τεὼ ἵππω,
238
τὸν δὲ δ᾽ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.
239
ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες
240
ἐμμεμαῶτ᾽ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
241
τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
242
αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα:
243
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
244
ἄνδρ᾽ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι
245
ἶν᾽ ἀπέλεθρον ἔχοντας : ὃ μὲν τόξων ἐῢ εἰδὼς
246
Πάνδαρος , υἱὸς δ᾽ αὖτε Λυκάονος εὔχεται εἶναι:
247
Αἰνείας δ᾽ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
248
εὔχεται ἐκγεγάμεν , μήτηρ δέ οἵ ἐστ᾽ Ἀφροδίτη.
249
ἀλλ᾽ ἄγε δὴ χαζώμεθ᾽ ἐφ᾽ ἵππων , μηδέ μοι οὕτω
250
θῦνε διὰ προμάχων , μή πως φίλον ἦτορ ὀλέσσῃς.
251
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης:
252
μή τι φόβον δ᾽ ἀγόρευ᾽ , ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
253
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
254
οὐδὲ καταπτώσσειν : ἔτι μοι μένος ἔμπεδόν ἐστιν:
255
ὀκνείω δ᾽ ἵππων ἐπιβαινέμεν , ἀλλὰ καὶ αὔτως
256
ἀντίον εἶμ᾽ αὐτῶν : τρεῖν μ᾽ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
257
τούτω δ᾽ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
258
ἄμφω ἀφ᾽ ἡμείων , εἴ γ᾽ οὖν ἕτερός γε φύγῃσιν.
259
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
260
αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
261
ἀμφοτέρω κτεῖναι , σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους
262
αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,
263
Αἰνείαο δ᾽ ἐπαΐξαι μεμνημένος ἵππων,
264
ἐκ δ᾽ ἐλάσαι Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
265
τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς
266
δῶχ᾽ υἷος ποινὴν Γανυμήδεος , οὕνεκ᾽ ἄριστοι
267
ἵππων ὅσσοι ἔασιν ὑπ᾽ ἠῶ τ᾽ ἠέλιόν τε,
268
τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης
269
λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους:
270
τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη.
271
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ᾽ ἐπὶ φάτνῃ,
272
τὼ δὲ δύ᾽ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.
273
εἰ τούτω κε λάβοιμεν , ἀροίμεθά κε κλέος ἐσθλόν.
274
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
275
τὼ δὲ τάχ᾽ ἐγγύθεν ἦλθον ἐλαύνοντ᾽ ὠκέας ἵππους.
276
τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός:
277
καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ
278
ἦ μάλα σ᾽ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός:
279
νῦν αὖτ᾽ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.
280
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
281
καὶ βάλε Τυδεΐδαο κατ᾽ ἀσπίδα : τῆς δὲ διὰ πρὸ
282
αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη:
283
τῷ δ᾽ ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός:
284
βέβληαι κενεῶνα διαμπερές , οὐδέ σ᾽ ὀΐω
285
δηρὸν ἔτ᾽ ἀνσχήσεσθαι : ἐμοὶ δὲ μέγ᾽ εὖχος ἔδωκας.
286
τὸν δ᾽ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης:
287
ἤμβροτες οὐδ᾽ ἔτυχες : ἀτὰρ οὐ μὲν σφῶΐ γ᾽ ὀΐω
288
πρίν γ᾽ ἀποπαύσεσθαι πρίν γ᾽ ἢ ἕτερόν γε πεσόντα
289
αἵματος ἆσαι Ἄρηα , ταλαύρινον πολεμιστήν.
290
ὣς φάμενος προέηκε : βέλος δ᾽ ἴθυνεν Ἀθήνη
291
ῥῖνα παρ᾽ ὀφθαλμόν , λευκοὺς δ᾽ ἐπέρησεν ὀδόντας.
292
τοῦ δ᾽ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,
293
αἰχμὴ δ᾽ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα:
294
ἤριπε δ᾽ ἐξ ὀχέων , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ
295
αἰόλα παμφανόωντα , παρέτρεσσαν δέ οἱ ἵπποι
296
ὠκύποδες : τοῦ δ᾽ αὖθι λύθη ψυχή τε μένος τε.
297
Αἰνείας δ᾽ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ
298
δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.
299
ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,
300
πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,
301
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι
302
σμερδαλέα ἰάχων : ὃ δὲ χερμάδιον λάβε χειρὶ
303
Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ᾽ ἄνδρε φέροιεν,
304
οἷοι νῦν βροτοί εἰσ᾽ : ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.
305
τῷ βάλεν Αἰνείαο κατ᾽ ἰσχίον ἔνθά τε μηρὸς
306
ἰσχίῳ ἐνστρέφεται , κοτύλην δέ τέ μιν καλέουσι:
307
θλάσσε δέ οἱ κοτύλην , πρὸς δ᾽ ἄμφω ῥῆξε τένοντε:
308
ὦσε δ᾽ ἀπὸ ῥινὸν τρηχὺς λίθος : αὐτὰρ ὅ γ᾽ ἥρως
309
ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ
310
γαίης : ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε.
311
καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,
312
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη
313
μήτηρ , ἥ μιν ὑπ᾽ Ἀγχίσῃ τέκε βουκολέοντι:
314
ἀμφὶ δ᾽ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,
315
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν
316
ἕρκος ἔμεν βελέων , μή τις Δαναῶν ταχυπώλων
317
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.
318
ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο:
319
οὐδ᾽ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων
320
τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
321
ἀλλ᾽ ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους
322
νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,
323
Αἰνείαο δ᾽ ἐπαΐξας καλλίτριχας ἵππους
324
ἐξέλασε Τρώων μετ᾽ ἐϋκνήμιδας Ἀχαιούς.
325
δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ , ὃν περὶ πάσης
326
τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,
327
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν : αὐτὰρ ὅ γ᾽ ἥρως
328
ὧν ἵππων ἐπιβὰς ἔλαβ᾽ ἡνία σιγαλόεντα,
329
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους
330
ἐμμεμαώς : ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ
331
γιγνώσκων ὅ τ᾽ ἄναλκις ἔην θεός , οὐδὲ θεάων
332
τάων αἵ τ᾽ ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,
333
οὔτ᾽ ἄρ᾽ Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.
334
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκίχανε πολὺν καθ᾽ ὅμιλον ὀπάζων,
335
ἔνθ᾽ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς
336
ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ
337
ἀβληχρήν : εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν
338
ἀμβροσίου διὰ πέπλου , ὅν οἱ Χάριτες κάμον αὐταί,
339
πρυμνὸν ὕπερ θέναρος : ῥέε δ᾽ ἄμβροτον αἷμα θεοῖο
340
ἰχώρ , οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν:
341
οὐ γὰρ σῖτον ἔδουσ᾽ , οὐ πίνουσ᾽ αἴθοπα οἶνον,
342
τοὔνεκ᾽ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
343
ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν:
344
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων
345
κυανέῃ νεφέλῃ , μή τις Δαναῶν ταχυπώλων
346
χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο:
347
τῇ δ᾽ ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης:
348
εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος:
349
ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;
350
εἰ δὲ σύ γ᾽ ἐς πόλεμον πωλήσεαι , ἦ τέ σ᾽ ὀΐω
351
ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ᾽ ἑτέρωθι πύθηαι.
352
ὣς ἔφαθ᾽ , ἣ δ᾽ ἀλύουσ᾽ ἀπεβήσετο , τείρετο δ᾽ αἰνῶς:
353
τὴν μὲν ἄρ᾽ Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ᾽ ὁμίλου
354
ἀχθομένην ὀδύνῃσι , μελαίνετο δὲ χρόα καλόν.
355
εὗρεν ἔπειτα μάχης ἐπ᾽ ἀριστερὰ θοῦρον Ἄρηα
356
ἥμενον : ἠέρι δ᾽ ἔγχος ἐκέκλιτο καὶ ταχέ᾽ ἵππω:
357
ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο
358
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους:
359
φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,
360
ὄφρ᾽ ἐς Ὄλυμπον ἵκωμαι ἵν᾽ ἀθανάτων ἕδος ἐστί.
361
λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ
362
Τυδεΐδης , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.
363
ὣς φάτο , τῇ δ᾽ ἄρ᾽ Ἄρης δῶκε χρυσάμπυκας ἵππους:
364
ἣ δ᾽ ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,
365
πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί,
366
μάστιξεν δ᾽ ἐλάαν , τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
367
αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον:
368
ἔνθ᾽ ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις
369
λύσασ᾽ ἐξ ὀχέων , παρὰ δ᾽ ἀμβρόσιον βάλεν εἶδαρ:
370
ἣ δ᾽ ἐν γούνασι πῖπτε Διώνης δῖ᾽ Ἀφροδίτη
371
μητρὸς ἑῆς : ἣ δ᾽ ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,
372
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὀνόμαζε:
373
τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων
374
μαψιδίως , ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;
375
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα φιλομμειδὴς Ἀφροδίτη:
376
οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,
377
οὕνεκ᾽ ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο
378
Αἰνείαν , ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.
379
οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,
380
ἀλλ᾽ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται.
381
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Διώνη , δῖα θεάων:
382
τέτλαθι τέκνον ἐμόν , καὶ ἀνάσχεο κηδομένη περ:
383
πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ᾽ ἔχοντες
384
ἐξ ἀνδρῶν χαλέπ᾽ ἄλγε᾽ ἐπ᾽ ἀλλήλοισι τιθέντες.
385
τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ᾽ Ἐφιάλτης
386
παῖδες Ἀλωῆος , δῆσαν κρατερῷ ἐνὶ δεσμῷ:
387
χαλκέῳ δ᾽ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας:
388
καί νύ κεν ἔνθ᾽ ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,
389
εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια
390
Ἑρμέᾳ ἐξήγγειλεν : ὃ δ᾽ ἐξέκλεψεν Ἄρηα
391
ἤδη τειρόμενον , χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.
392
τλῆ δ᾽ Ἥρη , ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος
393
δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι
394
βεβλήκει : τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.
395
τλῆ δ᾽ Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν,
396
εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο
397
ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν:
398
αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον
399
κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος : αὐτὰρ ὀϊστὸς
400
ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο , κῆδε δὲ θυμόν.
401
τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
402
ἠκέσατ᾽ : οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.
403
σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ᾽ αἴσυλα ῥέζων,
404
ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.
405
σοὶ δ᾽ ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη:
406
νήπιος , οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς
407
ὅττι μάλ᾽ οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,
408
οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν
409
ἐλθόντ᾽ ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.
410
τὼ νῦν Τυδεΐδης , εἰ καὶ μάλα καρτερός ἐστι,
411
φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,
412
μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη
413
ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ
414
κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν
415
ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο.
416
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ᾽ ἰχῶ χειρὸς ὀμόργνυ:
417
ἄλθετο χείρ , ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.
418
αἳ δ᾽ αὖτ᾽ εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη
419
κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.
420
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη:
421
Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;
422
ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα
423
Τρωσὶν ἅμα σπέσθαι , τοὺς νῦν ἔκπαγλα φίλησε,
424
τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων
425
πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν.
426
ὣς φάτο , μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,
427
καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην:
428
οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,
429
ἀλλὰ σύ γ᾽ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,
430
ταῦτα δ᾽ Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει.
431
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
432
Αἰνείᾳ δ᾽ ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,
433
γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων:
434
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ οὐδὲ θεὸν μέγαν ἅζετο , ἵετο δ᾽ αἰεὶ
435
Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
436
τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε κατακτάμεναι μενεαίνων,
437
τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ᾽ Ἀπόλλων:
438
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
439
δεινὰ δ᾽ ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων:
440
φράζεο Τυδεΐδη καὶ χάζεο , μηδὲ θεοῖσιν
441
ἶσ᾽ ἔθελε φρονέειν , ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον
442
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ᾽ ἀνθρώπων.
443
ὣς φάτο , Τυδεΐδης δ᾽ ἀνεχάζετο τυτθὸν ὀπίσσω
444
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
445
Αἰνείαν δ᾽ ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων
446
Περγάμῳ εἰν ἱερῇ , ὅθι οἱ νηός γε τέτυκτο.
447
ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα
448
ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε:
449
αὐτὰρ ὃ εἴδωλον τεῦξ᾽ ἀργυρότοξος Ἀπόλλων
450
αὐτῷ τ᾽ Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον,
451
ἀμφὶ δ᾽ ἄρ᾽ εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ
452
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας
453
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.
454
δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων:
455
Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα,
456
οὐκ ἂν δὴ τόνδ᾽ ἄνδρα μάχης ἐρύσαιο μετελθὼν
457
Τυδεΐδην , ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;
458
Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,
459
αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.
460
ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ,
461
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν
462
εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν:
463
υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν:
464
ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος
465
ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς;
466
ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;
467
κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ
468
Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο:
469
ἀλλ᾽ ἄγετ᾽ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.
470
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
471
ἔνθ᾽ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον:
472
Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;
473
φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ᾽ ἐπικούρων
474
οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.
475
τῶν νῦν οὔ τιν᾽ ἐγὼ ἰδέειν δύναμ᾽ οὐδὲ νοῆσαι,
476
ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα:
477
ἡμεῖς δὲ μαχόμεσθ᾽ οἵ πέρ τ᾽ ἐπίκουροι ἔνειμεν.
478
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω:
479
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,
480
ἔνθ᾽ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
481
κὰδ δὲ κτήματα πολλά , τὰ ἔλδεται ὅς κ᾽ ἐπιδευής.
482
ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον᾽ αὐτὸς
483
ἀνδρὶ μαχήσασθαι : ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον
484
οἷόν κ᾽ ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν:
485
τύνη δ᾽ ἕστηκας , ἀτὰρ οὐδ᾽ ἄλλοισι κελεύεις
486
λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.
487
μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου
488
ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε:
489
οἳ δὲ τάχ᾽ ἐκπέρσουσ᾽ εὖ ναιομένην πόλιν ὑμήν.
490
σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ
491
ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων
492
νωλεμέως ἐχέμεν , κρατερὴν δ᾽ ἀποθέσθαι ἐνιπήν.
493
ὣς φάτο Σαρπηδών , δάκε δὲ φρένας Ἕκτορι μῦθος:
494
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
495
πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
496
ὀτρύνων μαχέσασθαι , ἔγειρε δὲ φύλοπιν αἰνήν.
497
οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:
498
Ἀργεῖοι δ᾽ ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.
499
ὡς δ᾽ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ᾽ ἀλωὰς
500
ἀνδρῶν λικμώντων , ὅτε τε ξανθὴ Δημήτηρ
501
κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,
502
αἳ δ᾽ ὑπολευκαίνονται ἀχυρμιαί : ὣς τότ᾽ Ἀχαιοὶ
503
λευκοὶ ὕπερθε γένοντο κονισάλῳ , ὅν ῥα δι᾽ αὐτῶν
504
οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων
505
ἂψ ἐπιμισγομένων : ὑπὸ δ᾽ ἔστρεφον ἡνιοχῆες.
506
οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον : ἀμφὶ δὲ νύκτα
507
θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων
508
πάντοσ᾽ ἐποιχόμενος : τοῦ δ᾽ ἐκραίαινεν ἐφετμὰς
509
Φοίβου Ἀπόλλωνος χρυσαόρου , ὅς μιν ἀνώγει
510
Τρωσὶν θυμὸν ἐγεῖραι , ἐπεὶ ἴδε Παλλάδ᾽ Ἀθήνην
511
οἰχομένην : ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.
512
αὐτὸς δ᾽ Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο
513
ἧκε , καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.
514
Αἰνείας δ᾽ ἑτάροισι μεθίστατο : τοὶ δὲ χάρησαν,
515
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα
516
καὶ μένος ἐσθλὸν ἔχοντα : μετάλλησάν γε μὲν οὔ τι.
517
οὐ γὰρ ἔα πόνος ἄλλος , ὃν ἀργυρότοξος ἔγειρεν
518
Ἄρης τε βροτολοιγὸς Ἔρις τ᾽ ἄμοτον μεμαυῖα.
519
τοὺς δ᾽ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης
520
ὄτρυνον Δαναοὺς πολεμιζέμεν : οἳ δὲ καὶ αὐτοὶ
521
οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,
522
ἀλλ᾽ ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων
523
νηνεμίης ἔστησεν ἐπ᾽ ἀκροπόλοισιν ὄρεσσιν
524
ἀτρέμας , ὄφρ᾽ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων
525
ζαχρειῶν ἀνέμων , οἵ τε νέφεα σκιόεντα
526
πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες:
527
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.
528
Ἀτρεΐδης δ᾽ ἀν᾽ ὅμιλον ἐφοίτα πολλὰ κελεύων:
529
ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,
530
ἀλλήλους τ᾽ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας:
531
αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται:
532
φευγόντων δ᾽ οὔτ᾽ ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.
533
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς , βάλε δὲ πρόμον ἄνδρα
534
Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα
535
Περγασίδην , ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι
536
τῖον , ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.
537
τόν ῥα κατ᾽ ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων:
538
ἣ δ᾽ οὐκ ἔγχος ἔρυτο , διὰ πρὸ δὲ εἴσατο χαλκός,
539
νειαίρῃ δ᾽ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε:
540
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
541
ἔνθ᾽ αὖτ᾽ Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους
542
υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,
543
τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ
544
ἀφνειὸς βιότοιο , γένος δ᾽ ἦν ἐκ ποταμοῖο
545
Ἀλφειοῦ , ὅς τ᾽ εὐρὺ ῥέει Πυλίων διὰ γαίης,
546
ὃς τέκετ᾽ Ὀρτίλοχον πολέεσσ᾽ ἄνδρεσσιν ἄνακτα:
547
Ὀρτίλοχος δ᾽ ἄρ᾽ ἔτικτε Διοκλῆα μεγάθυμον,
548
ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,
549
Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.
550
τὼ μὲν ἄρ᾽ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν
551
Ἴλιον εἰς εὔπωλον ἅμ᾽ Ἀργείοισιν ἑπέσθην,
552
τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
553
ἀρνυμένω : τὼ δ᾽ αὖθι τέλος θανάτοιο κάλυψεν.
554
οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν
555
ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης:
556
τὼ μὲν ἄρ᾽ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα
557
σταθμοὺς ἀνθρώπων κεραΐζετον , ὄφρα καὶ αὐτὼ
558
ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ:
559
τοίω τὼ χείρεσσιν ὑπ᾽ Αἰνείαο δαμέντε
560
καππεσέτην , ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
561
τὼ δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Μενέλαος,
562
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
563
σείων ἐγχείην : τοῦ δ᾽ ὄτρυνεν μένος Ἄρης,
564
τὰ φρονέων ἵνα χερσὶν ὑπ᾽ Αἰνείαο δαμείη.
565
τὸν δ᾽ ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός,
566
βῆ δὲ διὰ προμάχων : περὶ γὰρ δίε ποιμένι λαῶν
567
μή τι πάθοι , μέγα δέ σφας ἀποσφήλειε πόνοιο.
568
τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα
569
ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι:
570
Ἀντίλοχος δὲ μάλ᾽ ἄγχι παρίστατο ποιμένι λαῶν.
571
Αἰνείας δ᾽ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς
572
ὡς εἶδεν δύο φῶτε παρ᾽ ἀλλήλοισι μένοντε.
573
οἳ δ᾽ ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,
574
τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,
575
αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην.
576
ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ
577
ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.
578
τὸν μὲν ἄρ᾽ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος
579
ἑσταότ᾽ ἔγχεϊ νύξε κατὰ κληῗδα τυχήσας:
580
Ἀντίλοχος δὲ Μύδωνα βάλ᾽ ἡνίοχον θεράποντα
581
ἐσθλὸν Ἀτυμνιάδην : ὃ δ᾽ ὑπέστρεφε μώνυχας ἵππους:
582
χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον : ἐκ δ᾽ ἄρα χειρῶν
583
ἡνία λεύκ᾽ ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.
584
Ἀντίλοχος δ᾽ ἄρ᾽ ἐπαΐξας ξίφει ἤλασε κόρσην:
585
αὐτὰρ ὅ γ᾽ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου
586
κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.
587
δηθὰ μάλ᾽ ἑστήκει : τύχε γάρ ῥ᾽ ἀμάθοιο βαθείης:
588
ὄφρ᾽ ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι:
589
τοὺς ἵμασ᾽ Ἀντίλοχος , μετὰ δὲ στρατὸν ἤλασ᾽ Ἀχαιῶν.
590
τοὺς δ᾽ Ἕκτωρ ἐνόησε κατὰ στίχας , ὦρτο δ᾽ ἐπ᾽ αὐτοὺς
591
κεκλήγων : ἅμα δὲ Τρώων εἵποντο φάλαγγες
592
καρτεραί : ἦρχε δ᾽ ἄρα σφιν Ἄρης καὶ πότνι᾽ Ἐνυώ,
593
ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,
594
Ἄρης δ᾽ ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,
595
φοίτα δ᾽ ἄλλοτε μὲν πρόσθ᾽ Ἕκτορος , ἄλλοτ᾽ ὄπισθε.
596
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης:
597
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο
598
στήῃ ἐπ᾽ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι
599
ἀφρῷ μορμύροντα ἰδών , ἀνά τ᾽ ἔδραμ᾽ ὀπίσσω,
600
ὣς τότε Τυδεΐδης ἀνεχάζετο , εἶπέ τε λαῷ:
601
ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον
602
αἰχμητήν τ᾽ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:
603
τῷ δ᾽ αἰεὶ πάρα εἷς γε θεῶν , ὃς λοιγὸν ἀμύνει:
604
καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.
605
ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω
606
εἴκετε , μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.
607
ὣς ἄρ᾽ ἔφη , Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.
608
ἔνθ᾽ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης
609
εἰν ἑνὶ δίφρῳ ἐόντε , Μενέσθην Ἀγχίαλόν τε.
610
τὼ δὲ πεσόντ᾽ ἐλέησε μέγας Τελαμώνιος Αἴας:
611
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ,
612
καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν , ὅς ῥ᾽ ἐνὶ Παισῷ
613
ναῖε πολυκτήμων πολυλήϊος : ἀλλά ἑ μοῖρα
614
ἦγ᾽ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.
615
τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας,
616
νειαίρῃ δ᾽ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,
617
δούπησεν δὲ πεσών : ὃ δ᾽ ἐπέδραμε φαίδιμος Αἴας
618
τεύχεα συλήσων : Τρῶες δ᾽ ἐπὶ δούρατ᾽ ἔχευαν
619
ὀξέα παμφανόωντα : σάκος δ᾽ ἀνεδέξατο πολλά.
620
αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος
621
ἐσπάσατ᾽ : οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἄλλα δυνήσατο τεύχεα καλὰ
622
ὤμοιιν ἀφελέσθαι : ἐπείγετο γὰρ βελέεσσι.
623
δεῖσε δ᾽ ὅ γ᾽ ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,
624
οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε᾽ ἔχοντες,
625
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν
626
ὦσαν ἀπὸ σφείων : ὃ δὲ χασσάμενος πελεμίχθη.
627
ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην:
628
Τληπόλεμον δ᾽ Ἡρακλεΐδην ἠΰν τε μέγαν τε
629
ὦρσεν ἐπ᾽ ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.
630
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες
631
υἱός θ᾽ υἱωνός τε Διὸς νεφεληγερέταο,
632
τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε:
633
Σαρπῆδον Λυκίων βουληφόρε , τίς τοι ἀνάγκη
634
πτώσσειν ἐνθάδ᾽ ἐόντι μάχης ἀδαήμονι φωτί;
635
ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο
636
εἶναι , ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν
637
οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων:
638
ἀλλ᾽ οἷόν τινά φασι βίην Ἡρακληείην
639
εἶναι , ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα:
640
ὅς ποτε δεῦρ᾽ ἐλθὼν ἕνεχ᾽ ἵππων Λαομέδοντος
641
ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν
642
Ἰλίου ἐξαλάπαξε πόλιν , χήρωσε δ᾽ ἀγυιάς:
643
σοὶ δὲ κακὸς μὲν θυμός , ἀποφθινύθουσι δὲ λαοί.
644
οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι
645
ἐλθόντ᾽ ἐκ Λυκίης , οὐδ᾽ εἰ μάλα καρτερός ἐσσι,
646
ἀλλ᾽ ὑπ᾽ ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.
647
τὸν δ᾽ αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα:
648
Τληπόλεμ᾽ ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν
649
ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,
650
ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ,
651
οὐδ᾽ ἀπέδωχ᾽ ἵππους , ὧν εἵνεκα τηλόθεν ἦλθε.
652
σοὶ δ᾽ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
653
ἐξ ἐμέθεν τεύξεσθαι , ἐμῷ δ᾽ ὑπὸ δουρὶ δαμέντα
654
εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ᾽ Ἄϊδι κλυτοπώλῳ.
655
ὣς φάτο Σαρπηδών , ὃ δ᾽ ἀνέσχετο μείλινον ἔγχος
656
Τληπόλεμος : καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
657
ἐκ χειρῶν ἤϊξαν : ὃ μὲν βάλεν αὐχένα μέσσον
658
Σαρπηδών , αἰχμὴ δὲ διαμπερὲς ἦλθ᾽ ἀλεγεινή:
659
τὸν δὲ κατ᾽ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
660
Τληπόλεμος δ᾽ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
661
βεβλήκειν , αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
662
ὀστέω ἐγχριμφθεῖσα , πατὴρ δ᾽ ἔτι λοιγὸν ἄμυνεν.
663
οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
664
ἐξέφερον πολέμοιο : βάρυνε δέ μιν δόρυ μακρὸν
665
ἑλκόμενον : τὸ μὲν οὔ τις ἐπεφράσατ᾽ οὐδὲ νόησε
666
μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ᾽ ἐπιβαίη
667
σπευδόντων : τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
668
Τληπόλεμον δ᾽ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
669
ἐξέφερον πολέμοιο : νόησε δὲ δῖος Ὀδυσσεὺς
670
τλήμονα θυμὸν ἔχων , μαίμησε δέ οἱ φίλον ἦτορ:
671
μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
672
ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
673
ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
674
οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
675
ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ:
676
τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
677
ἔνθ᾽ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
678
Ἄλκανδρόν θ᾽ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
679
καί νύ κ᾽ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
680
εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ:
681
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
682
δεῖμα φέρων Δαναοῖσι : χάρη δ᾽ ἄρα οἱ προσιόντι
683
Σαρπηδὼν Διὸς υἱός , ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπε:
684
Πριαμίδη , μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
685
κεῖσθαι , ἀλλ᾽ ἐπάμυνον : ἔπειτά με καὶ λίποι αἰὼν
686
ἐν πόλει ὑμετέρῃ , ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἔγωγε
687
νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
688
εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
689
ὣς φάτο , τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,
690
ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα
691
ὤσαιτ᾽ Ἀργείους , πολέων δ᾽ ἀπὸ θυμὸν ἕλοιτο.
692
οἳ μὲν ἄρ᾽ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
693
εἷσαν ὑπ᾽ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ:
694
ἐκ δ᾽ ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε
695
ἴφθιμος Πελάγων , ὅς οἱ φίλος ἦεν ἑταῖρος.
696
τὸν δ᾽ ἔλιπε ψυχή , κατὰ δ᾽ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς:
697
αὖτις δ᾽ ἐμπνύνθη , περὶ δὲ πνοιὴ Βορέαο
698
ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.
699
Ἀργεῖοι δ᾽ ὑπ᾽ Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ
700
οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν
701
οὔτε ποτ᾽ ἀντεφέροντο μάχῃ , ἀλλ᾽ αἰὲν ὀπίσσω
702
χάζονθ᾽ , ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.
703
ἔνθα τίνα πρῶτον τίνα δ᾽ ὕστατον ἐξενάριξαν
704
Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;
705
ἀντίθεον Τεύθραντ᾽ , ἐπὶ δὲ πλήξιππον Ὀρέστην,
706
Τρῆχόν τ᾽ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,
707
Οἰνοπίδην θ᾽ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,
708
ὅς ῥ᾽ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,
709
λίμνῃ κεκλιμένος Κηφισίδι : πὰρ δέ οἱ ἄλλοι
710
ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες.
711
τοὺς δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη
712
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,
713
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:
714
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,
715
ἦ ῥ᾽ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ
716
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
717
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.
718
ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.
719
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.
720
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
721
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο:
722
Ἥβη δ᾽ ἀμφ᾽ ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα
723
χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.
724
τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος , αὐτὰρ ὕπερθε
725
χάλκε᾽ ἐπίσσωτρα προσαρηρότα , θαῦμα ἰδέσθαι:
726
πλῆμναι δ᾽ ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν:
727
δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν
728
ἐντέταται , δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.
729
τοῦ δ᾽ ἐξ ἀργύρεος ῥυμὸς πέλεν : αὐτὰρ ἐπ᾽ ἄκρῳ
730
δῆσε χρύσειον καλὸν ζυγόν , ἐν δὲ λέπαδνα
731
κάλ᾽ ἔβαλε χρύσει᾽ : ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη
732
ἵππους ὠκύποδας , μεμαυῖ᾽ ἔριδος καὶ ἀϋτῆς.
733
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
734
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ᾽ οὔδει
735
ποικίλον , ὅν ῥ᾽ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν:
736
ἣ δὲ χιτῶν᾽ ἐνδῦσα Διὸς νεφεληγερέταο
737
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
738
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετ᾽ αἰγίδα θυσσανόεσσαν
739
δεινήν , ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,
740
ἐν δ᾽ Ἔρις , ἐν δ᾽ Ἀλκή , ἐν δὲ κρυόεσσα Ἰωκή,
741
ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου
742
δεινή τε σμερδνή τε , Διὸς τέρας αἰγιόχοιο.
743
κρατὶ δ᾽ ἐπ᾽ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον
744
χρυσείην , ἑκατὸν πολίων πρυλέεσσ᾽ ἀραρυῖαν:
745
ἐς δ᾽ ὄχεα φλόγεα ποσὶ βήσετο , λάζετο δ᾽ ἔγχος
746
βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν
747
ἡρώων , οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.
748
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ᾽ ἄρ᾽ ἵππους:
749
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
750
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
751
ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ᾽ ἐπιθεῖναι.
752
τῇ ῥα δι᾽ αὐτάων κεντρηνεκέας ἔχον ἵππους:
753
εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
754
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.
755
ἔνθ᾽ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
756
Ζῆν᾽ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε:
757
Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
758
ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
759
μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ᾽ ἄχος , οἳ δὲ ἕκηλοι
760
τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
761
ἄφρονα τοῦτον ἀνέντες , ὃς οὔ τινα οἶδε θέμιστα;
762
Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι , αἴ κεν Ἄρηα
763
λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;
764
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
765
ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην,
766
ἥ ἑ μάλιστ᾽ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.
767
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
768
μάστιξεν δ᾽ ἵππους : τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
769
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
770
ὅσσον δ᾽ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
771
ἥμενος ἐν σκοπιῇ , λεύσσων ἐπὶ οἴνοπα πόντον,
772
τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.
773
ἀλλ᾽ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,
774
ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,
775
ἔνθ᾽ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
776
λύσασ᾽ ἐξ ὀχέων , περὶ δ᾽ ἠέρα πουλὺν ἔχευε:
777
τοῖσιν δ᾽ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.
778
αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαι
779
ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι:
780
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
781
ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
782
εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
783
ἢ συσὶ κάπροισιν , τῶν τε σθένος οὐκ ἀλαπαδνόν,
784
ἔνθα στᾶσ᾽ ἤϋσε θεὰ λευκώλενος Ἥρη
785
Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ,
786
ὃς τόσον αὐδήσασχ᾽ ὅσον ἄλλοι πεντήκοντα:
787
αἰδὼς Ἀργεῖοι κάκ᾽ ἐλέγχεα εἶδος ἀγητοί:
788
ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,
789
οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
790
οἴχνεσκον : κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος:
791
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.
792
ὣς εἰποῦσ᾽ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
793
Τυδεΐδῃ δ᾽ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη:
794
εὗρε δὲ τόν γε ἄνακτα παρ᾽ ἵπποισιν καὶ ὄχεσφιν
795
ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ.
796
ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
797
ἀσπίδος εὐκύκλου : τῷ τείρετο , κάμνε δὲ χεῖρα,
798
ἂν δ᾽ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ᾽ ἀπομόργνυ.
799
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε:
800
ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.
801
Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας , ἀλλὰ μαχητής:
802
καί ῥ᾽ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
803
οὐδ᾽ ἐκπαιφάσσειν , ὅτε τ᾽ ἤλυθε νόσφιν Ἀχαιῶν
804
ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας:
805
δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον:
806
αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
807
κούρους Καδμείων προκαλίζετο , πάντα δ᾽ ἐνίκα
808
ῥηϊδίως : τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.
809
σοὶ δ᾽ ἤτοι μὲν ἐγὼ παρά θ᾽ ἵσταμαι ἠδὲ φυλάσσω,
810
καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι:
811
ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν
812
ἤ νύ σέ που δέος ἴσχει ἀκήριον : οὐ σύ γ᾽ ἔπειτα
813
Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.
814
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης:
815
γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο:
816
τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ᾽ ἐπικεύσω.
817
οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,
818
ἀλλ᾽ ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας:
819
οὔ μ᾽ εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι
820
τοῖς ἄλλοις : ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη
821
ἔλθῃσ᾽ ἐς πόλεμον , τήν γ᾽ οὐτάμεν ὀξέϊ χαλκῷ.
822
τοὔνεκα νῦν αὐτός τ᾽ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους
823
Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας:
824
γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.
825
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
826
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ
827
μήτε σύ γ᾽ Ἄρηα τό γε δείδιθι μήτε τιν᾽ ἄλλον
828
ἀθανάτων , τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι:
829
ἀλλ᾽ ἄγ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,
830
τύψον δὲ σχεδίην μηδ᾽ ἅζεο θοῦρον Ἄρηα
831
τοῦτον μαινόμενον , τυκτὸν κακόν , ἀλλοπρόσαλλον,
832
ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ᾽ ἀγορεύων
833
Τρωσὶ μαχήσεσθαι , ἀτὰρ Ἀργείοισιν ἀρήξειν,
834
νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ , τῶν δὲ λέλασται.
835
ὣς φαμένη Σθένελον μὲν ἀφ᾽ ἵππων ὦσε χαμᾶζε,
836
χειρὶ πάλιν ἐρύσασ᾽ , ὃ δ᾽ ἄρ᾽ ἐμμαπέως ἀπόρουσεν:
837
ἣ δ᾽ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον
838
ἐμμεμαυῖα θεά : μέγα δ᾽ ἔβραχε φήγινος ἄξων
839
βριθοσύνῃ : δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ᾽ ἄριστον.
840
λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη:
841
αὐτίκ᾽ ἐπ᾽ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
842
ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
843
Αἰτωλῶν ὄχ᾽ ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν:
844
τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος : αὐτὰρ Ἀθήνη
845
δῦν᾽ Ἄϊδος κυνέην , μή μιν ἴδοι ὄβριμος Ἄρης.
846
ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,
847
ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ᾽ ἔασε
848
κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,
849
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰθὺς Διομήδεος ἱπποδάμοιο.
850
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
851
πρόσθεν Ἄρης ὠρέξαθ᾽ ὑπὲρ ζυγὸν ἡνία θ᾽ ἵππων
852
ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι:
853
καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
854
ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.
855
δεύτερος αὖθ᾽ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
856
ἔγχεϊ χαλκείῳ : ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
857
νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ:
858
τῇ ῥά μιν οὖτα τυχών , διὰ δὲ χρόα καλὸν ἔδαψεν,
859
ἐκ δὲ δόρυ σπάσεν αὖτις : ὃ δ᾽ ἔβραχε χάλκεος Ἄρης
860
ὅσσόν τ᾽ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
861
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.
862
τοὺς δ᾽ ἄρ᾽ ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε
863
δείσαντας : τόσον ἔβραχ᾽ Ἄρης ἆτος πολέμοιο.
864
οἵη δ᾽ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ
865
καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο,
866
τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης
867
φαίνεθ᾽ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.
868
καρπαλίμως δ᾽ ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,
869
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,
870
δεῖξεν δ᾽ ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς,
871
καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
872
Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;
873
αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
874
ἀλλήλων ἰότητι , χάριν ἄνδρεσσι φέροντες.
875
σοὶ πάντες μαχόμεσθα : σὺ γὰρ τέκες ἄφρονα κούρην
876
οὐλομένην , ᾗ τ᾽ αἰὲν ἀήσυλα ἔργα μέμηλεν.
877
ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ᾽ ἐν Ὀλύμπῳ
878
σοί τ᾽ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος:
879
ταύτην δ᾽ οὔτ᾽ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,
880
ἀλλ᾽ ἀνιεῖς , ἐπεὶ αὐτὸς ἐγείναο παῖδ᾽ ἀΐδηλον:
881
ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
882
μαργαίνειν ἀνέηκεν ἐπ᾽ ἀθανάτοισι θεοῖσι.
883
Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,
884
αὐτὰρ ἔπειτ᾽ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος:
885
ἀλλά μ᾽ ὑπήνεικαν ταχέες πόδες : ἦ τέ κε δηρὸν
886
αὐτοῦ πήματ᾽ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,
887
ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.
888
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.
889
μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.
890
ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν:
891
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
892
μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
893
Ἥρης : τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ᾽ ἐπέεσσι:
894
τώ σ᾽ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.
895
ἀλλ᾽ οὐ μάν σ᾽ ἔτι δηρὸν ἀνέξομαι ἄλγε᾽ ἔχοντα:
896
ἐκ γὰρ ἐμεῦ γένος ἐσσί , ἐμοὶ δέ σε γείνατο μήτηρ:
897
εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ᾽ ἀΐδηλος
898
καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.
899
ὣς φάτο , καὶ Παιήον᾽ ἀνώγειν ἰήσασθαι.
900
τῷ δ᾽ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
901
ἠκέσατ᾽ : οὐ μὲν γάρ τι καταθνητός γ᾽ ἐτέτυκτο.
902
ὡς δ᾽ ὅτ᾽ ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν
903
ὑγρὸν ἐόν , μάλα δ᾽ ὦκα περιτρέφεται κυκόωντι,
904
ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.
905
τὸν δ᾽ Ἥβη λοῦσεν , χαρίεντα δὲ εἵματα ἕσσε:
906
πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.
907
αἳ δ᾽ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο
908
Ἥρη τ᾽ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη
909
παύσασαι βροτολοιγὸν Ἄρη᾽ ἀνδροκτασιάων.