Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
Τρώων δ᾽ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή:
2
πολλὰ δ᾽ ἄρ᾽ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχη πεδίοιο
3
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
4
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
5
Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν
6
Τρώων ῥῆξε φάλαγγα , φόως δ᾽ ἑτάροισιν ἔθηκεν,
7
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
8
υἱὸν Ἐϋσσώρου Ἀκάμαντ᾽ ἠΰν τε μέγαν τε.
9
τόν ῥ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
10
ἐν δὲ μετώπῳ πῆξε , πέρησε δ᾽ ἄρ᾽ ὀστέον εἴσω
11
αἰχμὴ χαλκείη : τὸν δὲ σκότος ὄσσε κάλυψεν.
12
Ἄξυλον δ᾽ ἄρ᾽ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
13
Τευθρανίδην , ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
14
ἀφνειὸς βιότοιο , φίλος δ᾽ ἦν ἀνθρώποισι.
15
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.
16
ἀλλά οἱ οὔ τις τῶν γε τότ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον
17
πρόσθεν ὑπαντιάσας , ἀλλ᾽ ἄμφω θυμὸν ἀπηύρα
18
αὐτὸν καὶ θεράποντα Καλήσιον , ὅς ῥα τόθ᾽ ἵππων
19
ἔσκεν ὑφηνίοχος : τὼ δ᾽ ἄμφω γαῖαν ἐδύτην.
20
Δρῆσον δ᾽ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε:
21
βῆ δὲ μετ᾽ Αἴσηπον καὶ Πήδασον , οὕς ποτε νύμφη
22
νηῒς Ἀβαρβαρέη τέκ᾽ ἀμύμονι Βουκολίωνι.
23
Βουκολίων δ᾽ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος
24
πρεσβύτατος γενεῇ , σκότιον δέ ἑ γείνατο μήτηρ:
25
ποιμαίνων δ᾽ ἐπ᾽ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,
26
ἣ δ᾽ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.
27
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα
28
Μηκιστηϊάδης καὶ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα.
29
Ἀστύαλον δ᾽ ἄρ᾽ ἔπεφνε μενεπτόλεμος Πολυποίτης:
30
Πιδύτην δ᾽ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν
31
ἔγχεϊ χαλκείῳ , Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.
32
Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ
33
Νεστορίδης , Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
34
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ᾽ ὄχθας
35
Πήδασον αἰπεινήν . Φύλακον δ᾽ ἕλε Λήϊτος ἥρως
36
φεύγοντ᾽ : Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.
37
Ἄδρηστον δ᾽ ἄρ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
38
ζωὸν ἕλ᾽ : ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο
39
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα
40
ἄξαντ᾽ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
41
πρὸς πόλιν , ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,
42
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη
43
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα : πὰρ δέ οἱ ἔστη
44
Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.
45
Ἄδρηστος δ᾽ ἄρ᾽ ἔπειτα λαβὼν ἐλίσσετο γούνων:
46
ζώγρει Ἀτρέος υἱέ , σὺ δ᾽ ἄξια δέξαι ἄποινα:
47
πολλὰ δ᾽ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται
48
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,
49
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι᾽ ἄποινα
50
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ᾽ ἐπὶ νηυσὶν Ἀχαιῶν.
51
ὣς φάτο , τῷ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε:
52
καὶ δή μιν τάχ᾽ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
53
δώσειν ᾧ θεράποντι καταξέμεν : ἀλλ᾽ Ἀγαμέμνων
54
ἀντίος ἦλθε θέων , καὶ ὁμοκλήσας ἔπος ηὔδα:
55
ὦ πέπον ὦ Μενέλαε , τί ἢ δὲ σὺ κήδεαι οὕτως
56
ἀνδρῶν ; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
57
πρὸς Τρώων ; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
58
χεῖράς θ᾽ ἡμετέρας , μηδ᾽ ὅν τινα γαστέρι μήτηρ
59
κοῦρον ἐόντα φέροι , μηδ᾽ ὃς φύγοι , ἀλλ᾽ ἅμα πάντες
60
Ἰλίου ἐξαπολοίατ᾽ ἀκήδεστοι καὶ ἄφαντοι.
61
ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
62
αἴσιμα παρειπών : ὃ δ᾽ ἀπὸ ἕθεν ὤσατο χειρὶ
63
ἥρω᾽ Ἄδρηστον : τὸν δὲ κρείων Ἀγαμέμνων
64
οὖτα κατὰ λαπάρην : ὃ δ᾽ ἀνετράπετ᾽ , Ἀτρεΐδης δὲ
65
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.
66
Νέστωρ δ᾽ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας:
67
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
68
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
69
μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
70
ἀλλ᾽ ἄνδρας κτείνωμεν : ἔπειτα δὲ καὶ τὰ ἕκηλοι
71
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.
72
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
73
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
74
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
75
εἰ μὴ ἄρ᾽ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς
76
Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ᾽ ἄριστος:
77
Αἰνεία τε καὶ Ἕκτορ , ἐπεὶ πόνος ὔμμι μάλιστα
78
Τρώων καὶ Λυκίων ἐγκέκλιται , οὕνεκ᾽ ἄριστοι
79
πᾶσαν ἐπ᾽ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,
80
στῆτ᾽ αὐτοῦ , καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
81
πάντῃ ἐποιχόμενοι πρὶν αὖτ᾽ ἐν χερσὶ γυναικῶν
82
φεύγοντας πεσέειν , δηΐοισι δὲ χάρμα γενέσθαι.
83
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,
84
ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ᾽ αὖθι μένοντες,
85
καὶ μάλα τειρόμενοί περ : ἀναγκαίη γὰρ ἐπείγει:
86
Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο , εἰπὲ δ᾽ ἔπειτα
87
μητέρι σῇ καὶ ἐμῇ : ἣ δὲ ξυνάγουσα γεραιὰς
88
νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ
89
οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο
90
πέπλον , ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος
91
εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,
92
θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
93
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
94
ἤνις ἠκέστας ἱερευσέμεν , αἴ κ᾽ ἐλεήσῃ
95
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
96
ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
97
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,
98
ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.
99
οὐδ᾽ Ἀχιλῆά ποθ᾽ ὧδέ γ᾽ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,
100
ὅν πέρ φασι θεᾶς ἐξέμμεναι : ἀλλ᾽ ὅδε λίην
101
μαίνεται , οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.
102
ὣς ἔφαθ᾽ , Ἕκτωρ δ᾽ οὔ τι κασιγνήτῳ ἀπίθησεν.
103
αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,
104
πάλλων δ᾽ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ
105
ὀτρύνων μαχέσασθαι , ἔγειρε δὲ φύλοπιν αἰνήν.
106
οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν:
107
Ἀργεῖοι δ᾽ ὑπεχώρησαν , λῆξαν δὲ φόνοιο,
108
φὰν δέ τιν᾽ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος
109
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν , ὡς ἐλέλιχθεν.
110
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας:
111
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ᾽ ἐπίκουροι
112
ἀνέρες ἔστε φίλοι , μνήσασθε δὲ θούριδος ἀλκῆς,
113
ὄφρ᾽ ἂν ἐγὼ βείω προτὶ Ἴλιον , ἠδὲ γέρουσιν
114
εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι
115
δαίμοσιν ἀρήσασθαι , ὑποσχέσθαι δ᾽ ἑκατόμβας.
116
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:
117
ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν
118
ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.
119
Γλαῦκος δ᾽ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς
120
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.
121
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντε,
122
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης:
123
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;
124
οὐ μὲν γάρ ποτ᾽ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ
125
τὸ πρίν : ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων
126
σῷ θάρσει , ὅ τ᾽ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας:
127
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.
128
εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθας,
129
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.
130
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος
131
δὴν ἦν , ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν:
132
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας
133
σεῦε κατ᾽ ἠγάθεον Νυσήϊον : αἳ δ᾽ ἅμα πᾶσαι
134
θύσθλα χαμαὶ κατέχευαν ὑπ᾽ ἀνδροφόνοιο Λυκούργου
135
θεινόμεναι βουπλῆγι : Διώνυσος δὲ φοβηθεὶς
136
δύσεθ᾽ ἁλὸς κατὰ κῦμα , Θέτις δ᾽ ὑπεδέξατο κόλπῳ
137
δειδιότα : κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.
138
τῷ μὲν ἔπειτ᾽ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,
139
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς : οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
140
ἦν , ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν:
141
οὐδ᾽ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.
142
εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,
143
ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.
144
τὸν δ᾽ αὖθ᾽ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός:
145
Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;
146
οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.
147
φύλλα τὰ μέν τ᾽ ἄνεμος χαμάδις χέει , ἄλλα δέ θ᾽ ὕλη
148
τηλεθόωσα φύει , ἔαρος δ᾽ ἐπιγίγνεται ὥρη:
149
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ᾽ ἀπολήγει.
150
εἰ δ᾽ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ᾽ ἐῢ εἰδῇς
151
ἡμετέρην γενεήν , πολλοὶ δέ μιν ἄνδρες ἴσασιν:
152
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,
153
ἔνθα δὲ Σίσυφος ἔσκεν , ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν,
154
Σίσυφος Αἰολίδης : ὃ δ᾽ ἄρα Γλαῦκον τέκεθ᾽ υἱόν,
155
αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην:
156
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν
157
ὤπασαν : αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,
158
ὅς ῥ᾽ ἐκ δήμου ἔλασσεν , ἐπεὶ πολὺ φέρτερος ἦεν,
159
Ἀργείων : Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.
160
τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ᾽ Ἄντεια
161
κρυπταδίῃ φιλότητι μιγήμεναι : ἀλλὰ τὸν οὔ τι
162
πεῖθ᾽ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.
163
ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα:
164
τεθναίης ὦ Προῖτ᾽ , ἢ κάκτανε Βελλεροφόντην,
165
ὅς μ᾽ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.
166
ὣς φάτο , τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε:
167
κτεῖναι μέν ῥ᾽ ἀλέεινε , σεβάσσατο γὰρ τό γε θυμῷ,
168
πέμπε δέ μιν Λυκίην δέ , πόρεν δ᾽ ὅ γε σήματα λυγρὰ
169
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,
170
δεῖξαι δ᾽ ἠνώγειν ᾧ πενθερῷ ὄφρ᾽ ἀπόλοιτο.
171
αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ᾽ ἀμύμονι πομπῇ.
172
ἀλλ᾽ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,
173
προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης:
174
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.
175
ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς
176
καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι
177
ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.
178
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,
179
πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε
180
πεφνέμεν : ἣ δ᾽ ἄρ᾽ ἔην θεῖον γένος οὐδ᾽ ἀνθρώπων,
181
πρόσθε λέων , ὄπιθεν δὲ δράκων , μέσση δὲ χίμαιρα,
182
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,
183
καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.
184
δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι:
185
καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.
186
τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.
187
τῷ δ᾽ ἄρ᾽ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε:
188
κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους
189
εἷσε λόχον : τοὶ δ᾽ οὔ τι πάλιν οἶκον δὲ νέοντο:
190
πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης.
191
ἀλλ᾽ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα
192
αὐτοῦ μιν κατέρυκε , δίδου δ᾽ ὅ γε θυγατέρα ἥν,
193
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης:
194
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων
195
καλὸν φυταλιῆς καὶ ἀρούρης , ὄφρα νέμοιτο.
196
ἣ δ᾽ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
197
Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
198
Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
199
ἣ δ᾽ ἔτεκ᾽ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
200
ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν,
201
ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
202
ὃν θυμὸν κατέδων , πάτον ἀνθρώπων ἀλεείνων:
203
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
204
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι:
205
τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα.
206
Ἱππόλοχος δέ μ᾽ ἔτικτε , καὶ ἐκ τοῦ φημι γενέσθαι:
207
πέμπε δέ μ᾽ ἐς Τροίην , καί μοι μάλα πόλλ᾽ ἐπέτελλεν
208
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
209
μηδὲ γένος πατέρων αἰσχυνέμεν , οἳ μέγ᾽ ἄριστοι
210
ἔν τ᾽ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ.
211
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.
212
ὣς φάτο , γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης:
213
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
214
αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν:
215
ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός:
216
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
217
ξείνισ᾽ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ᾽ ἐρύξας:
218
οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά:
219
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
220
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον
221
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ᾽ ἐμοῖσι.
222
Τυδέα δ᾽ οὐ μέμνημαι , ἐπεί μ᾽ ἔτι τυτθὸν ἐόντα
223
κάλλιφ᾽ , ὅτ᾽ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
224
τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
225
εἰμί , σὺ δ᾽ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι.
226
ἔγχεα δ᾽ ἀλλήλων ἀλεώμεθα καὶ δι᾽ ὁμίλου:
227
πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ᾽ ἐπίκουροι
228
κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,
229
πολλοὶ δ᾽ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.
230
τεύχεα δ᾽ ἀλλήλοις ἐπαμείψομεν , ὄφρα καὶ οἵδε
231
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ᾽ εἶναι.
232
ὣς ἄρα φωνήσαντε καθ᾽ ἵππων ἀΐξαντε
233
χεῖράς τ᾽ ἀλλήλων λαβέτην καὶ πιστώσαντο:
234
ἔνθ᾽ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,
235
ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε᾽ ἄμειβε
236
χρύσεα χαλκείων , ἑκατόμβοι᾽ ἐννεαβοίων.
237
Ἕκτωρ δ᾽ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,
238
ἀμφ᾽ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες
239
εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε
240
καὶ πόσιας : ὃ δ᾽ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει
241
πάσας ἑξείης : πολλῇσι δὲ κήδε᾽ ἐφῆπτο.
242
ἀλλ᾽ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ᾽ ἵκανε
243
ξεστῇς αἰθούσῃσι τετυγμένον : αὐτὰρ ἐν αὐτῷ
244
πεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο
245
πλησίον ἀλλήλων δεδμημένοι , ἔνθα δὲ παῖδες
246
κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,
247
κουράων δ᾽ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς
248
δώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο
249
πλησίον ἀλλήλων δεδμημένοι , ἔνθα δὲ γαμβροὶ
250
κοιμῶντο Πριάμοιο παρ᾽ αἰδοίῃς ἀλόχοισιν:
251
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ
252
Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην:
253
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
254
τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;
255
ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν
256
μαρνάμενοι περὶ ἄστυ : σὲ δ᾽ ἐνθάδε θυμὸς ἀνῆκεν
257
ἐλθόντ᾽ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.
258
ἀλλὰ μέν᾽ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,
259
ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
260
πρῶτον , ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.
261
ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,
262
ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.
263
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ:
264
μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,
265
μή μ᾽ ἀπογυιώσῃς μένεος , ἀλκῆς τε λάθωμαι:
266
χερσὶ δ᾽ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον
267
ἅζομαι : οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι
268
αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.
269
ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
270
ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς:
271
πέπλον δ᾽ , ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος
272
ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,
273
τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
274
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
275
ἤνις ἠκέστας ἱερευσέμεν , αἴ κ᾽ ἐλεήσῃ
276
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,
277
αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς
278
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.
279
ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης
280
ἔρχευ , ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω
281
αἴ κ᾽ ἐθέλῃσ᾽ εἰπόντος ἀκουέμεν : ὥς κέ οἱ αὖθι
282
γαῖα χάνοι : μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα
283
Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.
284
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ᾽ Ἄϊδος εἴσω
285
φαίην κε φρέν᾽ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.
286
ὣς ἔφαθ᾽ , ἣ δὲ μολοῦσα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισι
287
κέκλετο : ταὶ δ᾽ ἄρ᾽ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.
288
αὐτὴ δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,
289
ἔνθ᾽ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν
290
Σιδονίων , τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς
291
ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,
292
τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν:
293
τῶν ἕν᾽ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,
294
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
295
ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν : ἔκειτο δὲ νείατος ἄλλων.
296
βῆ δ᾽ ἰέναι , πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.
297
αἳ δ᾽ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,
298
τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος
299
Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο:
300
τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
301
αἳ δ᾽ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον:
302
ἣ δ᾽ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος
303
θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,
304
εὐχομένη δ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:
305
πότνι᾽ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων
306
ἆξον δὴ ἔγχος Διομήδεος , ἠδὲ καὶ αὐτὸν
307
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,
308
ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ
309
ἤνις ἠκέστας ἱερεύσομεν , αἴ κ᾽ ἐλεήσῃς
310
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.
311
ὣς ἔφατ᾽ εὐχομένη , ἀνένευε δὲ Παλλὰς Ἀθήνη.
312
ὣς αἳ μέν ῥ᾽ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,
313
Ἕκτωρ δὲ πρὸς δώματ᾽ Ἀλεξάνδροιο βεβήκει
314
καλά , τά ῥ᾽ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ᾽ ἄριστοι
315
ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,
316
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν
317
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.
318
ἔνθ᾽ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος , ἐν δ᾽ ἄρα χειρὶ
319
ἔγχος ἔχ᾽ ἑνδεκάπηχυ : πάροιθε δὲ λάμπετο δουρὸς
320
αἰχμὴ χαλκείη , περὶ δὲ χρύσεος θέε πόρκης.
321
τὸν δ᾽ εὗρ᾽ ἐν θαλάμῳ περικαλλέα τεύχε᾽ ἕποντα
322
ἀσπίδα καὶ θώρηκα , καὶ ἀγκύλα τόξ᾽ ἁφόωντα:
323
Ἀργείη δ᾽ Ἑλένη μετ᾽ ἄρα δμῳῇσι γυναιξὶν
324
ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.
325
τὸν δ᾽ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι:
326
δαιμόνι᾽ οὐ μὲν καλὰ χόλον τόνδ᾽ ἔνθεο θυμῷ,
327
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος
328
μαρνάμενοι : σέο δ᾽ εἵνεκ᾽ ἀϋτή τε πτόλεμός τε
329
ἄστυ τόδ᾽ ἀμφιδέδηε : σὺ δ᾽ ἂν μαχέσαιο καὶ ἄλλῳ,
330
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.
331
ἀλλ᾽ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.
332
τὸν δ᾽ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:
333
Ἕκτορ ἐπεί με κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὑπὲρ αἶσαν,
334
τοὔνεκά τοι ἐρέω : σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
335
οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι
336
ἥμην ἐν θαλάμῳ , ἔθελον δ᾽ ἄχεϊ προτραπέσθαι.
337
νῦν δέ με παρειποῦσ᾽ ἄλοχος μαλακοῖς ἐπέεσσιν
338
ὅρμησ᾽ ἐς πόλεμον : δοκέει δέ μοι ὧδε καὶ αὐτῷ
339
λώϊον ἔσσεσθαι : νίκη δ᾽ ἐπαμείβεται ἄνδρας.
340
ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον , Ἀρήϊα τεύχεα δύω:
341
ἢ ἴθ᾽ , ἐγὼ δὲ μέτειμι : κιχήσεσθαι δέ σ᾽ ὀΐω.
342
ὣς φάτο , τὸν δ᾽ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ:
343
τὸν δ᾽ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι:
344
δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,
345
ὥς μ᾽ ὄφελ᾽ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ
346
οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα
347
εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,
348
ἔνθά με κῦμ᾽ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.
349
αὐτὰρ ἐπεὶ τάδε γ᾽ ὧδε θεοὶ κακὰ τεκμήραντο,
350
ἀνδρὸς ἔπειτ᾽ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,
351
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων.
352
τούτῳ δ᾽ οὔτ᾽ ἂρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἄρ᾽ ὀπίσσω
353
ἔσσονται : τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.
354
ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ᾽ ἐπὶ δίφρῳ
355
δᾶερ , ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν
356
εἵνεκ᾽ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
357
οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον , ὡς καὶ ὀπίσσω
358
ἀνθρώποισι πελώμεθ᾽ ἀοίδιμοι ἐσσομένοισι.
359
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ
360
μή με κάθιζ᾽ Ἑλένη φιλέουσά περ : οὐδέ με πείσεις:
361
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ᾽ ἐπαμύνω
362
Τρώεσσ᾽ , οἳ μέγ᾽ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.
363
ἀλλὰ σύ γ᾽ ὄρνυθι τοῦτον , ἐπειγέσθω δὲ καὶ αὐτός,
364
ὥς κεν ἔμ᾽ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.
365
καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι
366
οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.
367
οὐ γὰρ οἶδ᾽ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,
368
ἦ ἤδη μ᾽ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.
369
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ:
370
αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
371
οὐδ᾽ εὗρ᾽ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
372
ἀλλ᾽ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
373
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
374
Ἕκτωρ δ᾽ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
375
ἔστη ἐπ᾽ οὐδὸν ἰών , μετὰ δὲ δμῳῇσιν ἔειπεν:
376
εἰ δ᾽ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε:
377
πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
378
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
379
ἢ ἐς Ἀθηναίης ἐξοίχεται , ἔνθά περ ἄλλαι
380
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
381
τὸν δ᾽ αὖτ᾽ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν:
382
Ἕκτορ ἐπεὶ μάλ᾽ ἄνωγας ἀληθέα μυθήσασθαι,
383
οὔτέ πῃ ἐς γαλόων οὔτ᾽ εἰνατέρων ἐϋπέπλων
384
οὔτ᾽ ἐς Ἀθηναίης ἐξοίχεται , ἔνθά περ ἄλλαι
385
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,
386
ἀλλ᾽ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου , οὕνεκ᾽ ἄκουσε
387
τείρεσθαι Τρῶας , μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
388
ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
389
μαινομένῃ ἐϊκυῖα : φέρει δ᾽ ἅμα παῖδα τιθήνη.
390
ἦ ῥα γυνὴ ταμίη , ὃ δ᾽ ἀπέσσυτο δώματος Ἕκτωρ
391
τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ᾽ ἀγυιάς.
392
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
393
Σκαιάς , τῇ ἄρ᾽ ἔμελλε διεξίμεναι πεδίον δέ,
394
ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
395
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
396
Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ
397
Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ᾽ ἄνδρεσσιν ἀνάσσων:
398
τοῦ περ δὴ θυγάτηρ ἔχεθ᾽ Ἕκτορι χαλκοκορυστῇ.
399
ἥ οἱ ἔπειτ᾽ ἤντησ᾽ , ἅμα δ᾽ ἀμφίπολος κίεν αὐτῇ
400
παῖδ᾽ ἐπὶ κόλπῳ ἔχουσ᾽ ἀταλάφρονα νήπιον αὔτως
401
Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,
402
τόν ῥ᾽ Ἕκτωρ καλέεσκε Σκαμάνδριον , αὐτὰρ οἱ ἄλλοι
403
Ἀστυάνακτ᾽ : οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
404
ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ:
405
Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,
406
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
407
δαιμόνιε φθίσει σε τὸ σὸν μένος , οὐδ᾽ ἐλεαίρεις
408
παῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον , ἣ τάχα χήρη
409
σεῦ ἔσομαι : τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
410
πάντες ἐφορμηθέντες : ἐμοὶ δέ κε κέρδιον εἴη
411
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι : οὐ γὰρ ἔτ᾽ ἄλλη
412
ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς
413
ἀλλ᾽ ἄχε᾽ : οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
414
ἤτοι γὰρ πατέρ᾽ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,
415
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν
416
Θήβην ὑψίπυλον : κατὰ δ᾽ ἔκτανεν Ἠετίωνα,
417
οὐδέ μιν ἐξενάριξε , σεβάσσατο γὰρ τό γε θυμῷ,
418
ἀλλ᾽ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν
419
ἠδ᾽ ἐπὶ σῆμ᾽ ἔχεεν : περὶ δὲ πτελέας ἐφύτευσαν
420
νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.
421
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν
422
οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω:
423
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς
424
βουσὶν ἐπ᾽ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.
425
μητέρα δ᾽ , ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
426
τὴν ἐπεὶ ἂρ δεῦρ᾽ ἤγαγ᾽ ἅμ᾽ ἄλλοισι κτεάτεσσιν,
427
ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι᾽ ἄποινα,
428
πατρὸς δ᾽ ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα.
429
Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
430
ἠδὲ κασίγνητος , σὺ δέ μοι θαλερὸς παρακοίτης:
431
ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν᾽ ἐπὶ πύργῳ,
432
μὴ παῖδ᾽ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα:
433
λαὸν δὲ στῆσον παρ᾽ ἐρινεόν , ἔνθα μάλιστα
434
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
435
τρὶς γὰρ τῇ γ᾽ ἐλθόντες ἐπειρήσανθ᾽ οἱ ἄριστοι
436
ἀμφ᾽ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
437
ἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν:
438
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
439
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.
440
τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
441
ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι : ἀλλὰ μάλ᾽ αἰνῶς
442
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
443
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο:
444
οὐδέ με θυμὸς ἄνωγεν , ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
445
αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι
446
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ᾽ ἐμὸν αὐτοῦ.
447
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:
448
ἔσσεται ἦμαρ ὅτ᾽ ἄν ποτ᾽ ὀλώλῃ Ἴλιος ἱρὴ
449
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
450
ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,
451
οὔτ᾽ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
452
οὔτε κασιγνήτων , οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
453
ἐν κονίῃσι πέσοιεν ὑπ᾽ ἀνδράσι δυσμενέεσσιν,
454
ὅσσον σεῦ , ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
455
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας:
456
καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
457
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
458
πόλλ᾽ ἀεκαζομένη , κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη:
459
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν:
460
Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι
461
Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.
462
ὥς ποτέ τις ἐρέει : σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγος
463
χήτεϊ τοιοῦδ᾽ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
464
ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
465
πρίν γέ τι σῆς τε βοῆς σοῦ θ᾽ ἑλκηθμοῖο πυθέσθαι.
466
ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ:
467
ἂψ δ᾽ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
468
ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς
469
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
470
δεινὸν ἀπ᾽ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.
471
ἐκ δ᾽ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ:
472
αὐτίκ᾽ ἀπὸ κρατὸς κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ,
473
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν:
474
αὐτὰρ ὅ γ᾽ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν
475
εἶπε δ᾽ ἐπευξάμενος Διί τ᾽ ἄλλοισίν τε θεοῖσι:
476
Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι
477
παῖδ᾽ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,
478
ὧδε βίην τ᾽ ἀγαθόν , καὶ Ἰλίου ἶφι ἀνάσσειν:
479
καί ποτέ τις εἴποι πατρός γ᾽ ὅδε πολλὸν ἀμείνων
480
ἐκ πολέμου ἀνιόντα : φέροι δ᾽ ἔναρα βροτόεντα
481
κτείνας δήϊον ἄνδρα , χαρείη δὲ φρένα μήτηρ.
482
ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
483
παῖδ᾽ ἑόν : ἣ δ᾽ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
484
δακρυόεν γελάσασα : πόσις δ᾽ ἐλέησε νοήσας,
485
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
486
δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ:
487
οὐ γάρ τίς μ᾽ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:
488
μοῖραν δ᾽ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
489
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν , ἐπὴν τὰ πρῶτα γένηται.
490
ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε
491
ἱστόν τ᾽ ἠλακάτην τε , καὶ ἀμφιπόλοισι κέλευε
492
ἔργον ἐποίχεσθαι : πόλεμος δ᾽ ἄνδρεσσι μελήσει
493
πᾶσι , μάλιστα δ᾽ ἐμοί , τοὶ Ἰλίῳ ἐγγεγάασιν.
494
ὣς ἄρα φωνήσας κόρυθ᾽ εἵλετο φαίδιμος Ἕκτωρ
495
ἵππουριν : ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
496
ἐντροπαλιζομένη , θαλερὸν κατὰ δάκρυ χέουσα.
497
αἶψα δ᾽ ἔπειθ᾽ ἵκανε δόμους εὖ ναιετάοντας
498
Ἕκτορος ἀνδροφόνοιο , κιχήσατο δ᾽ ἔνδοθι πολλὰς
499
ἀμφιπόλους , τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
500
αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ:
501
οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
502
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
503
οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,
504
ἀλλ᾽ ὅ γ᾽ , ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,
505
σεύατ᾽ ἔπειτ᾽ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.
506
ὡς δ᾽ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ
507
δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων
508
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο
509
κυδιόων : ὑψοῦ δὲ κάρη ἔχει , ἀμφὶ δὲ χαῖται
510
ὤμοις ἀΐσσονται : ὃ δ᾽ ἀγλαΐηφι πεποιθὼς
511
ῥίμφά ἑ γοῦνα φέρει μετά τ᾽ ἤθεα καὶ νομὸν ἵππων:
512
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης
513
τεύχεσι παμφαίνων ὥς τ᾽ ἠλέκτωρ ἐβεβήκει
514
καγχαλόων , ταχέες δὲ πόδες φέρον : αἶψα δ᾽ ἔπειτα
515
Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ᾽ ἄρ᾽ ἔμελλε
516
στρέψεσθ᾽ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.
517
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής:
518
ἠθεῖ᾽ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
519
δηθύνων , οὐδ᾽ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;
520
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ:
521
δαιμόνι᾽ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη
522
ἔργον ἀτιμήσειε μάχης , ἐπεὶ ἄλκιμός ἐσσι:
523
ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις : τὸ δ᾽ ἐμὸν κῆρ
524
ἄχνυται ἐν θυμῷ , ὅθ᾽ ὑπὲρ σέθεν αἴσχε᾽ ἀκούω
525
πρὸς Τρώων , οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.
526
ἀλλ᾽ ἴομεν : τὰ δ᾽ ὄπισθεν ἀρεσσόμεθ᾽ , αἴ κέ ποθι Ζεὺς
527
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
528
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν
529
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.