Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
11
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
ἐν δ᾽ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν , ἂν δὲ καὶ αὐτοὶ
5
βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
ἴκμενον οὖρον ἵει πλησίστιον , ἐσθλὸν ἑταῖρον,
Κίρκη εὐπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα.
ἡμεῖς δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
10
ἥμεθα : τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.
τῆς δὲ πανημερίης τέταθ᾽ ἱστία ποντοπορούσης:
δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
δ᾽ ἐς πείραθ᾽ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
15
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι : οὐδέ ποτ᾽ αὐτοὺς
ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
οὔθ᾽ ὁπότ᾽ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
οὔθ᾽ ὅτ᾽ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτράπηται,
ἀλλ᾽ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
20
νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν , ἐκ δὲ τὰ μῆλα
εἱλόμεθ᾽ : αὐτοὶ δ᾽ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
ᾔομεν , ὄφρ᾽ ἐς χῶρον ἀφικόμεθ᾽ , ὃν φράσε Κίρκη.
ἔνθ᾽ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
ἔσχον : ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
25
βόθρον ὄρυξ᾽ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οἴνῳ,
τὸ τρίτον αὖθ᾽ ὕδατι : ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνον.
πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
30
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν , τις ἀρίστη,