Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
σοῖσιν ἐνὶ μεγάροισιν : ὀιζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
σὸν δ᾽ οὔ πώ τις ἔχει καλὸν γέρας , ἀλλὰ ἕκηλος
185
Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
δαίνυται , ἃς ἐπέοικε δικασπόλον ἄνδρ᾽ ἀλεγύνειν:
πάντες γὰρ καλέουσι . πατὴρ δὲ σὸς αὐτόθι μίμνει
ἀγρῷ , οὐδὲ πόλινδε κατέρχεται . οὐδέ οἱ εὐναὶ
δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
190
ἀλλ᾽ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
ἐν κόνι ἄγχι πυρός , κακὰ δὲ χροῒ εἵματα εἷται:
αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τ᾽ ὀπώρη,
πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
195
ἔνθ᾽ γε κεῖτ᾽ ἀχέων , μέγα δὲ φρεσὶ πένθος ἀέξει
σὸν νόστον ποθέων , χαλεπὸν δ᾽ ἐπὶ γῆρας ἱκάνει.
οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον:
οὔτ᾽ ἐμέ γ᾽ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
200
οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν , τε μάλιστα
τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν:
ἀλλά με σός τε πόθος σά τε μήδεα , φαίδιμ᾽ Ὀδυσσεῦ,
σή τ᾽ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ γ᾽ ἔθελον φρεσὶ μερμηρίξας
205
μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
τρὶς μὲν ἐφωρμήθην , ἑλέειν τέ με θυμὸς ἀνώγει,
τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον καὶ ὀνείρῳ
ἔπτατ᾽ . ἐμοὶ δ᾽ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
210
“‘μῆτερ ἐμή , τί νύ μ᾽ οὐ μίμνεις ἑλέειν μεμαῶτα,