Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λῦσε κλύδων τρόπιος , τὴν δὲ ψιλὴν φέρε κῦμα,
ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν . αὐτὰρ ἐπ᾽ αὐτῷ
ἐπίτονος βέβλητο , βοὸς ῥινοῖο τετευχώς:
τῷ ῥ᾽ ἄμφω συνέεργον , ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
425
ἑζόμενος δ᾽ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
ἔνθ᾽ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἦλθε δ᾽ ἐπὶ Νότος ὦκα , φέρων ἐμῷ ἄλγεα θυμῷ,
ὄφρ᾽ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
παννύχιος φερόμην , ἅμα δ᾽ ἠελίῳ ἀνιόντι
430
ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ:
αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ᾽ ἀερθείς,
τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς . οὐδέ πῃ εἶχον
οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ᾽ ἐπιβῆναι:
435
ῥίζαι γὰρ ἑκὰς εἶχον , ἀπήωροι δ᾽ ἔσαν ὄζοι,
μακροί τε μεγάλοι τε , κατεσκίαον δὲ Χάρυβδιν.
νωλεμέως δ᾽ ἐχόμην , ὄφρ᾽ ἐξεμέσειεν ὀπίσσω
ἱστὸν καὶ τρόπιν αὖτις : ἐελδομένῳ δέ μοι ἦλθον
ὄψ᾽ : ἦμος δ᾽ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
440
κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
ἧκα δ᾽ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
μέσσῳ δ᾽ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
ἑζόμενος δ᾽ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
445
Σκύλλην δ᾽ οὐκέτ᾽ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
εἰσιδέειν : οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην , δεκάτῃ δέ με νυκτὶ
νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί , ἔνθα Καλυψὼ
ναίει ἐυπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα,
450
μ᾽ ἐφίλει τ᾽ ἐκόμει τε . τί τοι τάδε μυθολογεύω;