Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν , οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα , βόες δ᾽ ἀποτέθνασαν ἤδη.
τοῖσιν δ᾽ αὐτίκ᾽ ἔπειτα θεοὶ τέραα προύφαινον:
395
εἷρπον μὲν ῥινοί , κρέα δ᾽ ἀμφ᾽ ὀβελοῖσι μεμύκει,
ὀπταλέα τε καὶ ὠμά , βοῶν δ᾽ ὣς γίγνετο φωνή.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
δαίνυντ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας:
ἀλλ᾽ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
400
καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
ἡμεῖς δ᾽ αἶψ᾽ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
ἱστὸν στησάμενοι ἀνά θ᾽ ἱστία λεύκ᾽ ἐρύσαντες.
ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν , οὐδέ τις ἄλλη
φαίνετο γαιάων , ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
405
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς , ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
δ᾽ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον : αἶψα γὰρ ἦλθε
κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
ἱστοῦ δὲ προτόνους ἔρρηξ᾽ ἀνέμοιο θύελλα
410
ἀμφοτέρους : ἱστὸς δ᾽ ὀπίσω πέσεν , ὅπλα τε πάντα
εἰς ἄντλον κατέχυνθ᾽ . δ᾽ ἄρα πρυμνῇ ἐνὶ νηὶ
πλῆξε κυβερνήτεω κεφαλήν , σὺν δ᾽ ὀστέ᾽ ἄραξε
πάντ᾽ ἄμυδις κεφαλῆς : δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
κάππεσ᾽ ἀπ᾽ ἰκριόφιν , λίπε δ᾽ ὀστέα θυμὸς ἀγήνωρ.
415
Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν:
δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο , πέσον δ᾽ ἐκ νηὸς ἑταῖροι.
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο , θεὸς δ᾽ ἀποαίνυτο νόστον.
420
αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων , ὄφρ᾽ ἀπὸ τοίχους