Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δίπτυχα ποιήσαντες , ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
οὐδ᾽ εἶχον μέθυ λεῖψαι ἐπ᾽ αἰθομένοις ἱεροῖσιν,
ἀλλ᾽ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
365
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν.
καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
370
οἰμώξας δὲ θεοῖσι μέγ᾽ ἀθανάτοισι γεγώνευν:
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
με μάλ᾽ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
οἱ δ᾽ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.’
ὠκέα δ᾽ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
375
Λαμπετίη τανύπεπλος , οἱ βόας ἔκταμεν ἡμεῖς.
αὐτίκα δ᾽ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ:
Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον , ᾗσιν ἐγώ γε
380
χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
ἠδ᾽ ὁπότ᾽ ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτραποίμην.
εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ᾽ ἀμοιβήν,
δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.’
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
385
Ἠέλι᾽ , τοι μὲν σὺ μετ᾽ ἀθανάτοισι φάεινε
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:
τῶν δέ κ᾽ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
ταῦτα δ᾽ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο:
390
δ᾽ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.