Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
τρήρωνες , ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη:
65
ἀλλ᾽ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
τῇ δ᾽ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν , τις ἵκηται,
ἀλλά θ᾽ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
κύμαθ᾽ ἁλὸς φορέουσι πυρός τ᾽ ὀλοοῖο θύελλαι.
οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
70
Ἀργὼ πᾶσι μέλουσα , παρ᾽ Αἰήταο πλέουσα.
καὶ νύ κε τὴν ἔνθ᾽ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
ἀλλ᾽ Ἥρη παρέπεμψεν , ἐπεὶ φίλος ἦεν Ἰήσων.
“‘οἱ δὲ δύω σκόπελοι μὲν οὐρανὸν εὐρὺν ἱκάνει
ὀξείῃ κορυφῇ , νεφέλη δέ μιν ἀμφιβέβηκε
75
κυανέη : τὸ μὲν οὔ ποτ᾽ ἐρωεῖ , οὐδέ ποτ᾽ αἴθρη
κείνου ἔχει κορυφὴν οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρῃ.
οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ᾽ ἐπιβαίη,
οὐδ᾽ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν:
πέτρη γὰρ λίς ἐστι , περιξεστῇ ἐικυῖα.
80
μέσσῳ δ᾽ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον , περ ἂν ὑμεῖς
νῆα παρὰ γλαφυρὴν ἰθύνετε , φαίδιμ᾽ Ὀδυσσεῦ.
οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
85
ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
τῆς τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
γίγνεται , αὐτὴ δ᾽ αὖτε πέλωρ κακόν : οὐδέ κέ τίς μιν
γηθήσειεν ἰδών , οὐδ᾽ εἰ θεὸς ἀντιάσειεν.
τῆς τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
90
ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες , ἐν δὲ ἑκάστῃ