Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
εἵνεκ᾽ ἐμῆς ἀρετῆς , ἐπεὶ οὐκ ἀποφώλιος ἦα
οὐδὲ φυγοπτόλεμος : νῦν δ᾽ ἤδη πάντα λέλοιπεν
ἀλλ᾽ ἔμπης καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα
215
γιγνώσκειν : γάρ με δύη ἔχει ἤλιθα πολλή.
μὲν δὴ θάρσος μοι Ἄρης τ᾽ ἔδοσαν καὶ Ἀθήνη
καὶ ῥηξηνορίην : ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστῆας , κακὰ δυσμενέεσσι φυτεύων,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
220
ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρῶν δυσμενέων τέ μοι εἴξειε πόδεσσιν.
τοῖος ἔα ἐν πολέμῳ : ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδ᾽ οἰκωφελίη , τε τρέφει ἀγλαὰ τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
225
καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
λυγρά , τά τ᾽ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
αὐτὰρ ἐμοὶ τὰ φίλ᾽ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν:
ἄλλος γάρ τ᾽ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
230
εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς , καί μοι μάλα τύγχανε πολλά.
τῶν ἐξαιρεύμην μενοεικέα , πολλὰ δ᾽ ὀπίσσω
λάγχανον : αἶψα δὲ οἶκος ὀφέλλετο , καί ῥα ἔπειτα
δεινός τ᾽ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
235
ἀλλ᾽ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσαθ᾽ , πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,
δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
νήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον : οὐδέ τι μῆχος
ἦεν ἀνήνασθαι , χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις.
240
ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,