Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ᾽ , ἀλλὰ ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον , οὐδ᾽ ἔπι φειδώ.
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
οὔ ποθ᾽ ἓν ἱρεύουσ᾽ ἱερήϊον , οὐδὲ δύ᾽ οἴω:
95
οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
γάρ οἱ ζωή γ᾽ ἦν ἄσπετος : οὔ τινι τόσση
ἀνδρῶν ἡρώων , οὔτ᾽ ἠπείροιο μελαίνης
οὔτ᾽ αὐτῆς Ἰθάκης : οὐδὲ ξυνεείκοσι φωτῶν
ἔστ᾽ ἄφενος τοσσοῦτον : ἐγὼ δέ κέ τοι καταλέξω.
100
δώδεκ᾽ ἐν ἠπείρῳ ἀγέλαι : τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια , τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
ἐνθάδε δ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν ἕνδεκα πάντα
ἐσχατιῇ βόσκοντ᾽ , ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄρονται.
105
τῶν αἰεί σφιν ἕκαστος ἐπ᾽ ἤματι μῆλον ἀγινεῖ,
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.”
ὣς φάθ᾽ , δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον
110
ἁρπαλέως ἀκέων , κακὰ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καί οἱ πλησάμενος δῶκε σκύφον , περ ἔπινεν,
οἴνου ἐνίπλειον : δ᾽ ἐδέξατο , χαῖρε δὲ θυμῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
115
φίλε , τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
εἰπέ μοι , αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
120
εἴ κέ μιν ἀγγείλαιμι ἰδών : ἐπὶ πολλὰ δ᾽ ἀλήθην.”