Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.
νίζε δ᾽ ἄρ᾽ ἆσσον ἰοῦσα ἄναχθ᾽ ἑόν : αὐτίκα δ᾽ ἔγνω
οὐλήν , τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
Παρνησόνδ᾽ ἐλθόντα μετ᾽ Αὐτόλυκόν τε καὶ υἷας,
395
μητρὸς ἑῆς πάτερ᾽ ἐσθλόν , ὃς ἀνθρώπους ἐκέκαστο
κλεπτοσύνῃ θ᾽ ὅρκῳ τε : θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
Ἑρμείας : τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
ἀρνῶν ἠδ᾽ ἐρίφων : δέ οἱ πρόφρων ἅμ᾽ ὀπήδει.
Αὐτόλυκος δ᾽ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
400
παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς:
τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
παυομένῳ δόρποιο , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
Αὐτόλυκ᾽ , αὐτὸς νῦν ὄνομ᾽ εὕρεο ὅττι κε θῆαι
παιδὸς παιδὶ φίλῳ : πολυάρητος δέ τοί ἐστιν.”
405
τὴν δ᾽ αὖτ᾽ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε:
γαμβρὸς ἐμὸς θυγάτηρ τε , τίθεσθ᾽ ὄνομ᾽ ὅττι κεν εἴπω:
πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδ᾽ ἱκάνω,
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν:
τῷ δ᾽ Ὀδυσεὺς ὄνομ᾽ ἔστω ἐπώνυμον : αὐτὰρ ἐγώ γε,
410
ὁππότ᾽ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
ἔλθῃ Παρνησόνδ᾽ , ὅθι πού μοι κτήματ᾽ ἔασι,
τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντ᾽ ἀποπέμψω.”
τῶν ἕνεκ᾽ ἦλθ᾽ Ὀδυσεύς , ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
τὸν μὲν ἄρ᾽ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
415
χερσίν τ᾽ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι:
μήτηρ δ᾽ Ἀμφιθέη μητρὸς περιφῦσ᾽ Ὀδυσῆϊ
κύσσ᾽ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
Αὐτόλυκος δ᾽ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
δεῖπνον ἐφοπλίσσαι : τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν,
420
αὐτίκα δ᾽ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον: