Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἥν χ᾽ ἡμῖν σάφα εἴποι , ὅτε πρότερός γε πύθοιτο;
ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ᾽ ἀγορεύει;
ἐσθλός μοι δοκεῖ εἶναι , ὀνήμενος . εἴθε οἱ αὐτῷ
Ζεὺς ἀγαθὸν τελέσειεν , ὅτι φρεσὶν ᾗσι μενοινᾷ.”
35
ὣς φάτο , χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἧστο , μενοίνησεν δ᾽ ἀγορεύειν,
στῆ δὲ μέσῃ ἀγορῇ : σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν:
40
γέρον , οὐχ ἑκὰς οὗτος ἀνήρ , τάχα δ᾽ εἴσεαι αὐτός,
ὃς λαὸν ἤγειρα : μάλιστα δέ μ᾽ ἄλγος ἱκάνει.
οὔτε τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
ἥν χ᾽ ὑμῖν σάφα εἴπω , ὅτε πρότερός γε πυθοίμην,
οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ᾽ ἀγορεύω,
45
ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος , μοι κακὰ ἔμπεσεν οἴκῳ
δοιά : τὸ μὲν πατέρ᾽ ἐσθλὸν ἀπώλεσα , ὅς ποτ᾽ ἐν ὑμῖν
τοίσδεσσιν βασίλευε , πατὴρ δ᾽ ὣς ἤπιος ἦεν:
νῦν δ᾽ αὖ καὶ πολὺ μεῖζον , δὴ τάχα οἶκον ἅπαντα
πάγχυ διαρραίσει , βίοτον δ᾽ ἀπὸ πάμπαν ὀλέσσει.
50
μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
τῶν ἀνδρῶν φίλοι υἷες , οἳ ἐνθάδε γ᾽ εἰσὶν ἄριστοι,
οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
Ἰκαρίου , ὥς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
δοίη δ᾽ κ᾽ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι:
55
οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
μαψιδίως : τὰ δὲ πολλὰ κατάνεται . οὐ γὰρ ἔπ᾽ ἀνήρ,
οἷος Ὀδυσσεὺς ἔσκεν , ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
60
ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεν : καὶ ἔπειτα